Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XIV. Ἴδια δὲ καὶ ταῦτα ἐν τοῖς ποιώδεσιν, οἶον τό τε ἐπὶ τοῦ ἀδιάντου συμβαῖνον· οὐδὲ γὰρ ὑγραίνεται τὸ φύλλον βρεχόμενον οὐδ᾿ ἐπίδροσόν ἐστι διὰ τὸ μὴ τὴν νοτίαν ἐπιμένειν, ὅθεν καὶ ἡ προσηγορία. γένη δὲ αὐτοῦ δύο, τὸ μὲν λευκὸν τὸ δὲ μέλαν, χρήσιμα δ᾿ ἀμφότερα πρὸς ἔκρυσιν κεφαλῆς τριχῶν ἐν ἐλαίῳ τριβόμενα. φύεται δὲ [*](¹ δι᾿ καὶ ἐρ. τοῦτο: text probably defective. ? δι᾿ ὃ καὶ ἐριῶδες τοῦτο: ‘wherefore this woolly kind is serviceable, which the Indian hairy kind is not.’) [*](² Plin. 19. 95.) [*](3 καὶ ἐλάττω· ταῦτα δὲ: text corrupt and defective.) [*](⁴ ὀπιτίων H.; ὁ πιτίων Ald.; pithyon Plin. l.c.; ὀπιτίων and κυϊξ were possibly earth-nuts.) [*](5 γε coni. Sch ; τε Aid)

136
μαλιστα πρὸς τὰ ὑδρηλά. ὡς δὲ οἴονταί τινες, καὶ πρὸς στραγγουρίαν τὸ τριχομανὲς ποιεῖ· ἔχει δὲ τὸν καυλὸν ὅμοιον τῷ ἀδιάντῳ τῷ μέλανι. φύλλα δὲ μικρὰ σφόδρα καὶ πυκνὶ καὶ πεφυκότα καταντικρὺ ἀλλήλων, ῥίζα δὲ οὐχ ὕπεστι· χωρία δὲ φιλεῖ σκιερά.

Τῶν δὲ κατὰ μέρος ἀνθούντων ἴδιον τὸ περὶ τὸ ἄνθεμον, ὅτι τῶν μὲν ἄλλων πάντων τὰ κάτω πρῶτον ἀπανθεῖ τούτου δὲ τὰ ἄνω· τυγχάνει δ᾿ αὐτοῦ τὸ μὲν κύκλῳ τὸ λευκὸν ἄνθος τὸ δὲ ἐν τῷ μέσῳ τὸ χλωρόν· καὶ καρπὸς ὃς ἐκπίπτει, καθάπερ τοῖς ἀκανθώδεσι, καταλιπὼν τὴν πρόσφυσιν κενήν· εἴδη δ᾿ αὐτοῦ πλείω.

Ἴδιον δὲ καὶ τὸ περὶ τὴν ἀπαρίνην, ἣ καὶ τῶν ἱματίων ἀντέχεται διὰ τὴν τραχύτητα καί ἐστι δυσαφαίρετον· ἐν τούτῳ γὰρ ἐγγίνεται τῷ τραχεῖ τὸ ἄνθος οὐ προιὸν οὐδὲ ἐκφαῖνον ἀλλ᾿ ἐν ἑαυτῷ πεττόμενον καὶ σπερμογονοῦν· ὥστε παρόμοιον εἶναι τὸ συμβαῖνον ὥσπερ ἐπὶ τῶν γαλεῶν καὶ ῥινῶν· ἐκεῖνά τε γὰρ ἐν ἑαυτοῖς ὠοτοκήσαντα ζωογονεῖ, καὶ αὕτη τὸ ἄνθος ἐν ἑαυτῇ κατέχουσα καὶ πέττουσα καρποτοκεῖ.