Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὰ δὲ ἐν ἐλάττοσιν, ὥσπερ ὁ στρύχνος ὁμωνυμίᾳ τινὶ παντελῶς εἰλημμένος· ὁ μὲν γὰρ ἐδώδιμος καὶ ὥσπερ ἥμερον, καρπὸν ἔχων ῥαγώδη, ἕτεροι δὲ δύο εἰσιν, ὧν ὁ μὲν ὕπνον ὁ δὲ μανίαν ἐμποιεῖν δύναται, πλείων δ᾿ ἔτι δοθεὶς καὶ κτείνει. ὁμοίως δὲ τοῦτο καὶ ἐφ᾿ ἑτέρων ἐστὶ λαβεῖν, ἃ πολλὴν ἔχει διάστασιν. περὶ μὲν οὖν τῶν ἄλλων τῶν ποιωδῶν ἱκανῶς εἴρηται. περὶ δὲ τοῦ σίτου καὶ τῶν σιτωδῶν μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ ἔτι κατάλοιπον ἦν.

[*](¹ οἷον conj. W: διὸ Ald.)[*](² ἁλιπέδοις conj. Sch.; ἀληπέδοις U; ἁληπέδοις M; ἀλοπέδοις AId. cf. Xen. Hell. 2. 4. 30.)[*](³ τε after τοῖς add. W. after Lobeck.)[*](4 e.g. λωτός and μελίλωτος. See Index, λωτός.)[*](5 μελίλωτος conj. Bod.; μελίας σῖτος Ald.)
142

I. Περὶ μὲν οὖν τῶν ἄλλων ποιωδῶν ἱκανῶς εἰρήσθω· περὶ δὲ σίτου καὶ τῶν σιτωδῶν λέγωμεν ὁμοίως τοῖς πρότερον· τοῦτο γὰρ κατάλοιπον ἦν τῶν ποιωδῶν.

Δύο δὲ αὐτοῦ γένη τὰ μέγιστα τυγχάνει· τὰ μὲν γὰρ σιτώδη, οἷον πυροὶ κριθαὶ τίφαι ζειαὶ τὰ ἄλλα τὰ ὁμοιόπυρα ἢ ὁμοιόκριθα· τὰ δὲ χεδροπά, οἷον κύαμος ἐρέβινθος πισὸς καὶ ὅλως τὰ ὄσπρια προσαγορευόμενα· τρίτον δὲ παρ᾿ αὐτὰ κέγχρος ἔλυμος σήσαμον καὶ ἀπλῶς τὰ ἐν τοῖς θερινοῖς ἀρότοις ἀνώνυμα κοινῇ προσηγορίᾳ.

Ἔστι δὲ ἡ μὲν γένεσις αὐτῶν μία καὶ ἁπλῆ· φύεται γὰρ ἀπὸ σπέρματος, ἐὰν μή τι σπάνιον καὶ ὀλίγον ἀπὸ τῆς ῥίζης. ὧραι δὲ τοῦ σπόρου τῶν πλείστων δύο· πρώτη μὲν καὶ μάλιστα ἡ περὶ Πλειάδος δύσιν, ᾗ καὶ Ἡσίοδος ἠκολούθηκε [*](¹ τῶν before ποιωδῶν om. Sch.) [*](² Plin. 18. 48—80.) [*](³ ἔλυμος: μελίνη appears to be the Attic name for this plant. Sch. would restore it for ἔλυμος here and 4. 4. 10; 8. 11. 1.)

144
καὶ σχεδὸν οἱ πλεῖστοι, δι᾿ ὃ καὶ καλοῦσί τινες αὐτὴν ἄροτον· ἄλλη δ᾿ ἀρχομένου τοῦ ἦρος μετὰ τὰς τροπὰς τοῦ χειμῶνος. οὐ τῶν αὐτῶν δὲ ἑκατέρα. τὰ μὲν γὰρ αὐτῶν φιλεῖ πρωισπορεῖσθαι, τὰ δὲ ὀψὲ διὰ τὸ μὴ δύνασθαι φέρειν τοὺς χειμῶνας, τὰ δὲ πρὸς ἀμφοτέρας τὰς ὥρας οὐ κακῶς ἔχει, καὶ πρὸς χειμῶνα καὶ πρὸς ἔαρ.