Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πρὸς μὲν οὖν τὰ ἄλλα τὰ συνάμφω ταῦτα ἴδια· πρὸς δὲ τὰ προανθοῦντα τῶν φύλλων καὶ τῶν καυλῶν, ὅπερ δοκεῖ ποιεῖν τὸ τίφυον καὶ ἕτερα τῶν ἀνθικῶν, ἔτι τε τῶν δένδρων ἡ ἀμυγδαλῆ μάλιστα ἢ μόνον, ὅτι ταῦτα μὲν ἅμα τῷ ἄνθει προφαίνει τὸ φύλλον ἢ εὐθὺς κατόπιν, ὥστε καὶ διαζητεῖσθαι περί τινων, ἐπὶ δὲ τούτων οἷον ἀφ᾿ ἑτέρας ἀρχῆς φαίνεται καὶ διὰ τὸ πλῆθος τῶν ἡμερῶν καὶ διὰ τὸ μὴ πρότερον βλαστάνειν πρὶν τοῦ μὲν τὸ ἄνθος τοῦ δὲ καὶ ὁ καυλὸς ὅλος ἀπογηράσῃ. ἡ δὲ βλάστησις προτέρα μὲν τῆς σκίλλης, ὑστέρα δὲ τοῦ ναρκίσσου· πολὺ δὲ πλέον τὸ φύλλον οὗτος ἀφίησι, καί ἐστιν ἡ ῥίζα αὐτὴ μικρὰ καὶ οὐ μεγάλη, προσεμφερὴς δὲ κατὰ τὸ σχῆμα τῷ βολβῷ, πλὴν οὐ λεπυριώδης. ταῦτα μὲν οὖν ἔχει σκέψιν.

Τῶν δὲ βολβῶν ὅτι πλείω γένη φανερόν, καὶ γὰρ τῷ μεγέθει καὶ τῇ χρόᾳ καὶ τοῖς σχήμασι διαφέρουσι καὶ τοῖς χυλοῖς· ἐνιαχοῦ γὰρ οὕτω γλυκεῖς ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, καθάπερ ἐν Χερρονήσῳ τῇ Ταυρικῇ. μεγίστη δὲ καὶ ἰδιωτάτη διαφορὰ τῶν ἐριοφόρων· ἔστι γάρ τι γένος τοιοῦτον, ὃ φύεται μὲν ἐν αἰγιαλοῖς ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνα μέσον εἶναι [*](¹ τίφυον Ald., cf. C.P. 1. 10. 5; τ᾿ ἴφυον conj. W,; iphyum G Bas.Par. ψφ. 6. 6. 11. ² add. Sch.) [*](³ ἐπὶ conj. H.; περὶ UMAld. 4 W. adds ἂν.) [*](5 αὐτὴ: se. apart from offsets.) [*](6 μικρὰ conj. Sch.; σὐ μικρὰ Ald.)

134
τοῦ τε ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω· ὑφαίνεται δὲ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια· δι᾿ ὃ καὶ ἐριῶδες τοῦτο καὶ οὐχ ὥσπερ τὸ ἐν Ἰνδοῖς τριχῶδες.

Πλείω δὲ καὶ τὰ βολβώδη καὶ ἐλάττω. ταῦτα δὲ --- καθάπερ τὸ λευκόιον καὶ βολβίνη καὶ ὀπιτίων καὶ κύϊξ καὶ τρόπον τινὶ τὸ σισυρίγχιον. βολβώδη δὲ ταῦτα ὅτι στρογγύλα ταῖς ῥίζαις· ἐπεὶ τοῖς γε χρώμασι λευκὰ καὶ οὐ λεπυριώδη. ἴδιον δὲ τοῦ σισυριγχίου τὸ τῆς ῥίζης αὐξάνεσθαι τὸ κάτω πρῶτον, ὃ καλοῦσι --- χειμῶνα, τοῦ δ᾿ ἦρος ὑποφαίνοντος τοῦτο μὲν ταπεινοῦσθαι τὸ δ᾿ ἄνω τὸ ἐδώδιμον αὐξάνεσθαι. καὶ τὰ μὲν τοιαύτας ἔχει τὰς διαφοράς.