Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VI. Τὰ δὲ ἥμερα βραχεῖάν τινα ἔχει θεωρίαν. ἅπερ ἐν τοῖς στεφανωματικοῖς ἐστι.

Τὰ δὲ καθ᾿ ὅλου πειρατέον περὶ στεφανωμάτων εἰπεῖν, ὅπως ἅπαν περιληφθῇ τὸ γένος. ἡ γὰρ στεφανωματικὴ φύσις ἰδίαν τινὰ ἔχει τάξιν, ἐπιμιγνυμένη δὲ τὰ μὲν τοῖς φρυγανικοῖς τὰ δὲ τοῖς ποιώδεσι· δι᾿ ὃ κἀκεῖνα συμπεριληπτέον ἐπιμιμνησκομένους ὡς ἂν ᾖ ὁ καιρός, ἀρξαμένους πρῶτον ἀπὸ τῶν φρυγανικῶν.

διχῆ δὲ ἡ τούτων [*](¹ Evidently some conventional way of making a wreath.) [*](² διαλαμβανομένων ἐπαλλήλων conj. W.; διαλαμβανομένην ὑπ᾿ ἀλλήλων Ald. cf. Plat. Prot. 346 E, where the verb means ‘to punctuate.’) [*](3 κολοβοανθὴς; cf. 8. 3. 3.)

36
διαίρεσις ἡ κατὰ τὴν χρείαν. τῶν μὲν γὰρ τὸ ἄνθος μόνον χρήσιμον· καὶ τούτων τὸ μὲν εὔοσμον, ὥσπερ ἴον, τὸ δ᾿ ἄνοσμον, ὥσπερ διόσανθος φλόξ. τῶν δὲ καὶ οἱ κλῶνες καὶ τὰ φύλλα καὶ ὅλως ἡ πᾶσα φύσις εὔοσμος, οἶον ἑρπύλλου ἑλενίου σισυμβρίου τῶν ἄλλων. ἄμφω δὲ φρυγανικά. κἀκείνων τῶν ἀνθικῶν πολλῶν ἡ φύσις φρυγανώδης, ἡ μὲν ἐπέτειος οὖσα μόνον, ἡ δὲ πολυχρονιωτέρα, πλὴν ἰωνίας τῆς μελαίνης· αὕτη γὰρ ἄκλων ὅλως ἀλλὰ προσριζόφυλλος καὶ ἀείφυλλος, ὡς δέ τινές φασι καὶ δυναμένη δι᾿ ὅλου φέρειν τὸ ἄνθος, ἐὰν τρόπῳ τινὶ θεραπεύηται. τοῦτο μὲν ἴδιον ἂν ἔχοι.

Τῶν δὲ ἄλλων μᾶλλον δὲ τῶν πάντων αἱ μὲν ὅλαι μορφαὶ σχεδὸν πᾶσι φανεραί· εἰ δέ τινας ἄλλας ἰδιότητας ἔχουσι, ταύτας λεκτέον, οἶον εἰ τὰ μὲν ἀπλᾶ δοκεῖ τοῖς εἴδεσιν εἶναι τὰ δὲ ἔχειν διαφοράς.

Ἁπλᾶ μὲν οὖν τὰ ξυλώδη, καθάπερ ἕρπυλλος σισύμβριον ἑλένιον· πλὴν εἰ τὰ μὲν ἄγρια τὰ δὲ ἥμερα καὶ τὰ μὲν εὔοσμα τὰ δὲ ἀοσμότερά ἐστι· τούτων δὲ καὶ αἱ θεραπεῖαι καὶ αἱ χῶραι διάφοροι καὶ οἱ ἀέρες. ἔνια δὲ καὶ τῶν ἀνθῶν, οἶον τὸ μέλαν ἴον· οὐ γὰρ ἔχειν δοκεῖ τοῦτο διαφορὰν [*](1 Plin. 21. 59.) [*](² So Plin. l.c.; but Nic. ap. Athen. 15. 31 calls this flower fragrant.) [*](³ πολλῶν conj. W.; πολλὰ UMAld.) [*](4 οἷον εἰ conj. W.; ὅτι Ald. 5 οὖν conj. W.; οἶον Ald.)

38
ὥσπερ τὸ λευκόν· ἐμφανὴς γὰρ ἡ τούτων χροιὰν διαλλάττουσα, καὶ ἔτι δὴ μᾶλλον ἡ τῶν κρίνων, εἴπερ δή, καθάπερ φασίν, ἔνια καὶ πορφυρᾶ ἐστι.

Τῶν δὲ ῥόδων πολλαὶ διαφοραὶ πλήθει τε φύλλων καὶ ὀλιγότητι καὶ τραχύτητι καὶ λειότητι καὶ εὐχροίᾳ καὶ εὐοσμίᾳ. τὰ μὲν γὰρ πλεῖστα πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα καὶ εἰκοσίφυλλα, τὰ δ᾿ ἔτι πολλῷ πλεῖον ὑπεραίροντα τούτων· ἔνια γὰρ εἶναί φασιν ἃ καὶ καλοῦσιν ἑκατοντάφυλλα· πλεῖστα δὲ τὰ τοιαῦτά ἐστι περὶ Φιλίππους· οὗτοι γὰρ λαμβάνοντες ἐκ τοῦ Παγγαίου φυτεύουσιν· ἐκεῖ γὰρ γίνεται πολλά· σμικρὰ δὲ σφόδρα τὰ ἐντὸς φύλλα· ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ὥστε εἶναι τὰ μὲν ἐκτὸς τὰ δ᾿ ἐντός· οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. ἐν δὲ τοῖς μεγάλοις εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω.