Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

τὸ δὲ ὅλον, ὥσπερ ἐλέχθη, καὶ ἡ εὔχροια καὶ ἡ εὐοσμία παρὰ τοὺς τόπους ἐστίν· ἐπεὶ καὶ τὰ ἐν γῇ τῇ αὐτῇ γινόμενα ποιεῖ τινα παραλλαγὴν εὐοσμίας καὶ ἀοσμίας. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, δι᾿ ὃ καὶ τὸ μύρον ἥδιστον. ἁπλῶς δὲ καὶ τῶν ἴων καὶ τῶν ἄλλων ἀνθῶν ἄκρατοι μάλιστα ἐκεῖθι [*](¹ cf. 6. 8. 1 n.; Diosc. 3. 102.) [*](² Plin. 21 14—21; Athen. 15. 29.) [*](³ i.e. of the bark. cf. Plin. 21. 17, scabritia corticis.) [*](4 Sc. in ‘double’ roses.) [*](5 i.e. the hip; called ὄμφαλος Arist. Probl. 12. 8, where the same statement is made; called μῆλον below, § 6.)

40
αἱ ὀσμαί, διαφερόντως δὲ τοῦ κρόκου· πλεῖστον γὰρ οὗτος δοκεῖ παραλλάττειν.

φύεται μὲν οὖν ἡ ῥοδωνία καὶ ἐκ τοῦ σπέρματος· ἔχει δὲ ὑπὸ τὸ ἄνθος ἐν τῷ μήλῳ κνηκῶδες ἢ ἀκανῶδες, ἔχον δέ τινα χνοῦν ὥστε ἐγγὺς εἶναι τῶν παππωδῶν σπερμάτων· οὐ μὴν ἀλλὰ διὰ τὸ βραδέως παραγίνεσθαι κατακόπτοντες, ὡς ἐλέχθη, τὸν καυλὸν φυτεύουσιν. ἐπικαιομένη δὲ καὶ ἐπιτεμνομένη βέλτιον φέρει τὸ ἄνθος· ἐωμένη γάρ ἐξαύξεται καὶ ἀπολοχμοῦται. δεῖ δὲ καὶ μεταφυτεύειν πολλάκις· καὶ γὰρ οὕτω φασὶ κάλλιον γίνεσθαι τὸ ῥόδον. αἱ δ᾿ ἄγριαι τραχύτεραι καὶ ταῖς ῥάβδοις καὶ τοῖς φύλλοις, ἔτι δὲ ἄνθος ἀχρούστερον ἔχουσι καὶ ἔλαττον.

Τὸ δὲ ἴον τὸ μέλαν τοῦ λευκοῦ διαφέρει κατά τε ἄλλα καὶ κατ᾿ αὐτὴν τὴν ἰωνίαν, ὅτι πλατύφυλλός τε καὶ ἐγγειόφυλλος καὶ σαρκόφυλλός ἐστι, πολλὴν ἔχουσα ῥίζαν.

Τὰ δὲ κρίνα τῇ μὲν χροιᾷ τὴν εἰρημένην ἔχει διαφοράν. μονόκαυλα δέ ἐστιν ὡς ἐπὶ πᾶν, δικαυλεῖ δὲ σπανίως· τάχα δὲ τοῦτο χώρας καὶ ἀέρος διαφορᾶς. καθ᾿ ἕκαστον δὲ καυλὸν ὁτὲ μὲν ἓν κρίνον ὁτὲ δὲ πλείω γίνεται· βλαστάνει γὰρ τὸ ἄκρον· σπανιώτερα δὲ ταῦτα· ῥίζαν δὲ ἔχει πολλὴν σαρκώδη καὶ στρογγύλην· ὁ δὲ καρπὸς [*](¹ διαφερόντως δὲ τοῦ κρόκου conj. Saracenus from Athen. l.c.; διαφερόντως δὴ τοῦ χρόνου Ald. cf Callim. Hymn to Apollo 83, whence it appears that an autumnal crocus (crocus sativus) is meant. See below § 10.) [*](2 ἀκανῶδες conj. Sch. from G, acanaceum; ἀνθῶδες UMAld.) [*](³ παππωδῶν conj. Sch.; πρώτων Ald.) [*](4 Plin. 21. 27.)

42
ἀφαιρούμενος ἐκβλαστάνει καὶ ἀποδίδωσι τὸ κρίνον πλὴν ἔλαττον. ποιεῖ δέ τινα καὶ δακρυώδη συρροήν, ἣν καὶ φυτεύουσιν, ὥσπερ εἴπομεν.