Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

V. Τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἔχοντα φύλλον, οἶον τὰ τοιαῦτα φέως ὄνωνις παντάδουσα τρίβολος ἱππόφεως μυάκανθος --- τε σφόδρα καὶ τὸ φύλλον ἔχει σαρκῶδες· πολυσχιδὲς [*](¹ ὑπὸ conj. Sch.; ἐπὶ Ald.; Plin. l.c. malum contectum sua fronde. ² cf. 9. 1. 3. cf. Plin. 12. 72.) [*](4 Plin. 21. 97; Athen. 2. 83.) [*](5 πλατὺ add. Scal. from Athen l.c., cf. Plin. l.c.; om. Ald. H. The ‘stems’ are the petioles of the leaves.) [*](6 ἀκανῶδες conj. Sch.; ἀκανθῶδες Ald.)

32
δὲ καὶ πολύρριζον, οὐ μὴν κατὰ βάθους γε τὰς ῥίζας ἔχον. βλαστάνει δὲ ἅμα Πλειάδι καὶ τοῖς πρώτοις ἀρότοις καὶ ἀφίησι τότε τὸ φύλλον· οὐ γάρ ἐστιν ἐπέτειον ἀλλὰ χρονιώτερον.

Τὸ δὲ τῆς καππάριος ἴδιον, ὥσπερ ἐλέχθη, παρὰ ταῦτα· καὶ γὰρ τὸ φύλλον ἐπακανθίζον ἔχει καὶ τὸν καυλόν, οὐχ ὥσπερ ὁ φέως καὶ ἱππόφεως ἀνάκανθα τοῖς φύλλοις· μονόρριζον δὲ καὶ ἐπίγειον καὶ χαμαίκαυλον· βλαστάνει δὲ καὶ ἀνθεῖ τοῦ θέρους καὶ διαμένει τὸ φύλλον χλωρὸν ἄχρι Πλειάδος. χαίρει δὲ ὑφάμμοις. καὶ λεπτογείοις χωρίοις· λέγεται δὲ ὡς ἐν τοῖς ἐργασίμοις οὐ θέλει φύεσθαι, καὶ ταῦτα περὶ τὰ ἄστη καὶ ἐν εὐγείοις τόποις φυομένη καὶ οὐχ ὥσπερ σίλφιον ἐν ὀρεινοῖς· τοῦτο μὲν ??οὖν?? οὐ πάντως ἀληθές.

Ὁ δὲ τρίβολος ἴδιον ἔχει, διότι περικαρπιάκανθός ἐστι. δύο δ᾿ αὐτοῦ γένη· τὸ μὲν γὰρ ἔχει φύλλον ἐρεβινθῶδες, ἕτερος δὲ φυλλάκανθος· ἐπίγειοι δὲ ἄμφω καὶ πολλαχῆ σχιζόμενοι· ὀψιβλαστὴς δὲ μᾶλλον ὁ φυλλάκανθος καὶ φύεται περὶ τὰς αὐλάς. τὸ δὲ σπέρμα τοῦ μὲν πρωΐου σησαμῶδες, τοῦ δὲ ὀψίου στρογγύλον ἐπίμελαν ἐν λοβῷ. καὶ τὰ μὲν οὖν παρὰ τὰ φύλλα καὶ ἄκανθαν ἔχοντα σχεδὸν ἐν τούτοις.

Ἡ δ᾿ ὄνωνίς ἐστι πτορθάκανθον· ἐπέτειον δὲ τὸ φύλλον ἔχει πηγανῶδες παραπεφυκὸς παρ᾿ [*](1 ἀρότοις conj. Bod.; ἀρότροις Ald. cf. 8. 1. 2.) [*](² τότε conj. St.; τοῦτο Ald. ³ cf. Pall. 10. 13. 2.) [*](4 ὁ φέως conj. St.; ὄφεως Ald. Bas. Cam.H.; ὁ φλεὼς m Bas.) [*](5 Plin. 21. 91.)

34
ὅλον τὸν καυλόν, ὥστε καθάπερ στεφάνου τὴν ὅλην εἶναι μορφήν, διαλαμβανομένων ἐπαλλήλων· κολοβοανθὴς δὲ καὶ ἐλλοβόκαρπος ἀδιαφράκτως·

φύεται δ᾿ ἐν τῇ γλίσχρᾳ καὶ γανώδει καὶ μάλιστα ἐν τῇ σπορίμῳ καὶ γεωργουμένῃ. δ᾿ ὃ καὶ πολέμιον τοῖς γεωργοῖς· καὶ ἔστι δυσώλεθρος· ὅταν γὰρ λάβῃ χώρας βάθος, ὠθεῖται κάτω εὐθὺς καὶ καθ᾿ ἕκαστον ἔτος ἀποφύσεις ἀφεμένη εἰς τὰ πλάγια πάλιν εἰς τὸ ἕτερον ὠθεῖται κάτω· σπαστέα μὲν οὖν ὅλη· τοῦτο δὲ βραχείσης γίνεται τῆς γῆς καὶ ἀπόλλυται ῥᾷον· ἐὰν δὲ καὶ μικρὸν ἀπολειφθῇ, ἀπὸ τούτου πάλιν βλαστάνει· ἄρχεται δὲ τῆς βλαστήσεως θέρους τελειοῦται δὲ μετοπώρου. τὰ μὲν οὖν ἄγρια τῶν φρυγανικῶν ἐκ τούτων θεωρείσθω.