Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἄλλα δ’ ἐν αὐτῇ τῇ θαλάττῃ πεφυκέναι, ἀείφυλλα μὲν τὸν δὲ καρπὸν ὅμοιον ἔχειν τοῖς θέρμοις.

Περὶ δὲ τὴν Περσίδα τὴν κατὰ τὴν Καρμανίαν. καθ’ ἡ πλημμυρὶς γίνεται, δένδρα ἐστὶν εὐμεγέθη ὅμοια τῇ ἀνδράχλῃ καὶ τῇ μορφῇ καὶ τοῖς φύλλοις· καρπὸν δὲ ἔχει πολὺν ὅμοιον τῷ χρώματι ταῖς

342
ἀμυγδάλαις ἔξωθεν, τὸ δ᾿ ἐντὸς συνελιττεται καθάπερ συνηρτημένον πᾶσιν. ὑποβέβρωται δὲ ταῦτα τὰ δένδρα πάντα κατὰ μέσον ὑπὸ τῆς θαλάττης καὶ ἔστηκεν ὑπὸ τῶν ῥιζῶν, ὥσπερ πολύπους. ὅταν γὰρ ἡ ἄμπωτις γένηται θεωρεῖν ἐστιν.

ὕδωρ δὲ ὅλως οὐκ ἔστιν ἐν τῷ τόπῳ· καταλείπονται δέ τινες διώρυχες δι᾿ ὦν διαπλέουσιν· αὗται δ᾿ εἰσὶ θαλάττης· ᾧ καὶ δῆλον οἴονταί τινες ὅτι τρέφονται ταύτῃ καὶ οὐ τῷ ὕδατι, πλὴν εἴ τι ταῖς ῥίζαις ἐκ τῆς γῆς ἕλκουσιν. εὔλογον δὲ καὶ τοῦθ᾿ ἁλμυρὸν εἶναι· καὶ γὰρ οὐδὲ κατὰ βάθους αἱ ῥίζαι. τὸ δὲ ὅλον ἓν τὸ γένος εἶναι τῶν τ᾿ ἐν τῇ θαλάττῃ φυομένων καὶ τῶν ἐν τῇ γῇ ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομένων· καὶ τὰ μὲν ἐν τῇ θαλάττῃ μικρὰ καὶ φυκώδη φαινόμενα, τὰ δ᾿ ἐν τῇ γῇ μεγάλα καὶ χλωρὰ καὶ ἄνθος εὔοδμον ἔχοντα, καρπὸν δὲ οἷον θέρμος.

Ἐν Τύλῳ δὲ τῇ νήσῳ, κεῖται δ᾿ αὕτη ἐν τῷ Ἀραβίῳ κόλπῳ, τὰ μὲν πρὸς ἕω τοσοῦτο πλῆθος εἶναί φασι δένδρων ὅτ᾿ ἐκβαίνει ἡ πλημμυρὶς ὥσι᾿ ἀπωχυρῶσθαι. πάντα δὲ ταῦτα μεγέθη μὲν ἔχειν ἡλίκα συκῆ, τὸ δὲ ἄνθος ὑπερβάλλον τῇ εὐωδίᾳ, καρπὸν δὲ ἄβρωτον ὅμοιον τῇ ὄψει τῷ θέρμῳ. φέρειν δὲ τὴν νῆσον καὶ τὰ δένδρα τὰ ἐριοφόρα πολλά. ταῦτα δὲ φύλλον μὲν ἔχειν παρόμοιον τῇ ἀμπέλῳ πλὴν μικρόν, καρπὸν δὲ οὐδένα φέρειν· ἐν ᾧ δὲ τὸ ἔριον ἡλίκον μῆλον ἐαρινὸν συμμεμυκός· ὅταν δὲ ὡραῖον ᾖ, ἐκπετάννυσθαι [*](¹ Plin. l.c. Sicco litore radicibus nudis polyporum modo complexae steriles arenas tepectantur: he appears to have had a fuller text.)

344
καὶ ἐξείρειν τὸ ἔριον, ἐξ οὗ τὰς σινδόνας ὑφαίνουσι, τὰς μὲν εὐτελεῖς τὰς δὲ πολυτελεστάτας.

Γίνεται δὲ τοῦτο καὶ ἐν Ἰνδοῖς, ὥσπερ ἐλέχθη. καὶ ἐν Ἀραβίᾳ. εἶναι δὲ ἄλλα δένδρα τὸ ἄνθος ἔχοντα ὅμοιον τῷ λευκοΐῳ, πλὴν ἄοδμον καὶ τῷ μεγέθει τετραπλάσιον τῶν ἴων. καὶ ἕτερον δέ τι δένδρον πολύφυλλον ὥσπερ τὸ ῥόδον· τοῦτο δὲ τὴν μὲν νύκτα συμμύειν ἅμα δὲ τῷ ἡλίῳ ἀνιόντι διοίγνυσθαι, μεσημβρίας δὲ τελέως διεπτύχθαι, πάλιν δὲ τῆς δείλης συνάγεσθαι κατὰ μικρὸν καὶ τὴν νύκτα συμμύειν· λέγειν δὲ καὶ τοὺς ἐγχωρίους ὅτι καθεύδει. γίνεσθαι δὲ καὶ φοίνικας ἐν τῇ νήσῳ καὶ ἀμπέλους καὶ τἆλλα ἀκρόδρυα καὶ συκᾶς οὐ φυλλορροούσας. ὕδωρ δὲ οὐράνιον γίνεσθαι μέν, οὐ μὴν χρῆσθαί γε πρὸς τοὺς καρπούς· ἀλλ’ εἶναι κρήνας ἐν τῇ νήσῳ πολλάς, ἀφ’ ὧν πάντα βρέχειν, ὃ καὶ συμφέρειν μᾶλλον τῷ σίτῳ καὶ τοῖς δένδρεσιν. δι’ ὃ καὶ ὅταν ὕσῃ τοῦτο ἐπαφιέναι καθαπερεὶ καταπλύνοντας ἐκεῖνο. καὶ τὰ μὲν ἐν τῇ ἔξω θαλάττῃ δένδρα τά γε νῦν τεθεωρημένα σχεδὸν τοσαῦτά ἐστιν.

VIII. ‘Υπὲρ δὲ τῶν ἐν τοῖς ποταμοῖς καὶ τοῖς ἕλεσι καὶ ταῖς λίμναις μετὰ ταῦτα λεκτέον. τρία δέ ἐστιν εἴδη τῶν ἐν τούτοις, τὰ μὲν δένδρα τὰ δ’ [*](¹ ἐξείρειν conj. W.; ἑξειαίρειν P2; ἐξαίσρειν Ald. ² 4. 5. 8.) [*](3 Tamarind. See Index App. (15). Plin. 12. 40.) [*](4 πλὴν ἄοδμον conj. H. Steph.; πλείονα ὄδμον UM Aid.) [*](5 τῷ μεγέθει καὶ I conj.; καὶ τῷ μεγέθει UMVP; καὶ om. Aid.) [*](6 Tamarind also. See Index App. (16). 7 i.e. leaflets.) [*](8 Ficus laccifera. See Index App. (17). οὐ φυλλορροούσας conj. W., cf. G and Plin. l.c.; αἳ φυλλορροοῦσιν Ald. H.)

346
ὥσπερ ποιώδη τὰ δὲ λοχμώδη. λέγω δὲ ποιώδη μὲν οἷον τὸ σέλινον τὸ ἕλειον καὶ ὅσα ἄλλα τοιαῦτα· λοχμώδη δὲ κάλαμον κύπειρον φλεὼ σχοῖνον βούτομον, ἅπερ σχεδὸν κοινὰ πάντων τῶν ποταμῶν καὶ τῶν τοιούτων τόπων.

Ἐνιαχοῦ δὲ καὶ βάτοι καὶ παλίουροι καὶ τὰ ἄλλα δένδρα, καθάπερ ἰτέα λεύκη πλάτανος. τὰ μὲν οὖν μέχρι τοῦ κατακρύπτεσθαι, τὰ δὲ ὥστε μικρὸν ὑπερέχειν, τῶν δὲ αἱ μὲν ῥίζαι καὶ μικρὸν τοῦ στελέχους ἐν τῷ ὑγρῷ, τὸ δὲ ἄλλο σῶμα πᾶν ἔξω. τοῦτο γὰρ καὶ ἰτέᾳ καὶ κλήθρᾳ καὶ πλατάνῳ καὶ φιλύρᾳ καὶ πᾶσι τοῖς φιλύδροις συμβαίνει.

Σχεδὸν δὲ καὶ ταῦτα κοινὰ πάντων τῶν ποταμῶν ἐσ τιν· ἐπεὶ καὶ ἐν τῷ Νείλῳ πέφυκεν· οὐ μὴν πολλή γε ἡ πλάτανος, ἀλλὰ σπανιωτέρα ἔτι ταύτης ἡ λεύκη, πλείστη δὲ μελία καὶ βουμέλιος. τῶν γοῦν ἐν Αἰγύπτῳ φυομένων τὸ μὲν ὅλον πολὺ πλῆθός ἐστιν πρὸς τὸ ἀριθμήσασθαι καθ’ ἕκαστον· οὐ μὴν ἀλλ’ ὥς γε ἁπλῶς εἰπεῖν ἀπόντα ἐδώδιμα καὶ χυλοὺς ἔχοντα γλυκεῖς. διαφέρειν δὲ δοκεῖ τῇ γλυκύτητι καὶ τῷ τρόφιμα μάλιστα εἶναι τρία ταῦτα, ὅ τε πάπυρος καὶ τὸ καλούμενον σάρι καὶ τρίτον ὃ μνασίον καλοῦσι.

Φύεται δὲ ὁ πάπυρος οὐκ ἐν βάθει τοῦ ὕδατος ἀλλ’ ὅσον ἐν δύο πήχεσιν, ἐνιαχοῦ δὲ καὶ ἐν ἐλάττονι. πάχος μὲν οὖν τῆς ῥίζης ἡλίκον καρπὸς χειρὸς ἀνδρὸς εὐρώστου, μῆκος δὲ ὑπὲρ τετράπηχυ· φύεται δὲ ὑπὲρ τῆς γῆς αὐτῆς, πλαγίας ῥίζας εἰς τὸν πηλὸν καθιεῖσα λεπτὰς καὶ πυκνάς, ἄνω δὲ τοὺς παπύρους καλουμένους τριγώνους, [*](¹ τῶν γοῦν κ.τ.λ.: text probably defective; what follows appears to relate to τὰ ποιώδη.)

348
μέγεθος ὡς δέκα πήχεις, κόμην ἔχοντας ἀχρεῖον ἀσθενῆ καρπὸν δὲ ὅλως οὐδένα· τούτους δ’ ἀναδίδωσι κατὰ πολλὰ μέρη.