Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

χρῶνται δὲ ταῖς μὲν ῥίζαις ἀντὶ ξύλων οὐ μόνον τῷ κάειν ἀλλὰ καὶ τῷ σκεύη ἄλλα ποιεῖν ἐξ αὐτῶν παντοδαπά· πολὺ γὰρ ἔχει τὸ ξύλον καὶ καλόν. αὐτὸς δὲ ὁ πάπυρος πρὸς πλεῖστα χρήσιμος· καὶ γὰρ πλοῖα ποιοῦσιν ἐξ αὐτοῦ, καὶ ἐκ τῆς βίβλου ἱστία τε πλέκουσι καὶ ψιάθους καὶ ἐσθῆτά τινα καὶ στρωμνὰς καὶ σχοινία τε καὶ ἕτερα πλείω. καὶ ἐμφανέστατα δὴ τοῖς ἔξω τὰ βιβλία· μάλιστα δὲ καὶ πλείστη βοήθεια πρὸς τὴν τροφὴν ἀπ’ αὐτοῦ γίνεται. μασῶνται γὰρ ἅπαντες οἱ ἐν τῇ χώρᾳ τὸν πάπυρον καὶ ὠμὸν καὶ ἑφθὸν καὶ ὀπτόν· καὶ τὸν μὲν χυλὸν καταπίνουσι, τὸ δὲ μάσημα ἐκβάλλουσιν. ὁ μὲν οὖν πάπυρος τοιοῦτός τε καὶ ταύτας παρέχεται τὰς χρείας. γίνεται δὲ καὶ ἐν Συρίᾳ περὶ τὴν λίμνην ἐν ᾗ καὶ ὁ κάλαμος ὁ εὐώδης· ὅθεν καὶ Ἀντίγονος εἰς τὰς ναῦς ἐποιεῖτο τὰ σχοινία.

Το δὲ σάρι φύεται μὲν ἐν τῷ ὕδατι περὶ τὰ ἕλη καὶ τὰ πεδία, ἐπειδὰν ὁ ποταμὸς ἀπέλθῃ, ῥίζαν δὲ ἔχει σκληρὰν καὶ συνεστραμμένην, καὶ ἐξ αὐτῆς φύεται τὰ σαρία καλούμενα· ταῦτα δὲ μῆκος μὲν ὡς δύο πήχεις, πάχος δὲ ἡλίκον ὁ δάκτυλος ὁ μέγας τῆς χειρός· τρίγωνον δὲ καὶ τοῦτο, καθάπερ ὁ πάπυρος, καὶ κόμην ἔχον παραπλήσιον. μασώμενοι δὲ ἐκβάλλουσι καὶ τοῦτο τὸ μάσημα, τῇ ῥίζῃ δὲ οἱ σιδηρουργοὶ χρῶνται· τὸν γὰρ ἄνθρακα ποιεῖ χρηστὸν διὰ τὸ σκληρὸν εἶναι τὸ ξύλον.

Τὸ δὲ μνασίον ποιῶδές ἐστιν, ὥστ’ οὐδεμίαν παρέχεται χρείαν πλὴν τὴν εἰς τροφήν.

350

Καὶ τὰ μὲν γλυκύτητι διαφέροντα ταῦτά ἐστι. φύεται δὲ καὶ ἕτερον ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις ὃ οὐ συνάπτει τῇ γῇ, τὴν μὲν φύσιν ὅμοιον τοῖς κρίνοις, πολυφυλλότερον δὲ καὶ παρ’ ἄλληλσ τὰ φύλλα καθάπερ ἐν διστοιχίᾳ· χρῶμα δὲ χλωρὸν ἔχει σφόδρα. χρῶνται δὲ οἱ ἰατροὶ πρός τε τὰ γυναικεῖα αὐτῷ καὶ πρὸς τὰ κατάγματα.

Ταῦτα δὲ γίνεται ἐν τῷ ποταμῷ εἰ μὴ ὁ ῥοῦς ἐξέφερεν· συμβαίνει δὲ ὥστε καὶ ἀποφέρεσθαι· ἕτερα δ’ ἀπ’ αὐτῶν πλείω.

‘Ο δὲ κύαμος φύεται μὲν ἐν τοῖς ἕλεσι καὶ λίμναις, καυλὸς δὲ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος εἰς τέτταρας πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος δὲ καλάμῳ μαλακῷ ἀγονάτῳ. διαφύσεις δὲ ἔνδοθεν ἔχει δι ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις· ἐπὶ τούτῳ δὲ ἡ κωδύα, παρομοία σφηκίῳ περιφερεῖ, καὶ ἐν ἑκάστῳ τῶν κυττάρων κύαμος μικρὸν ὑπεραίρων αὐτῆς, πλῆθος δὲ οἱ πλεῖστοι τριάκοντα. τὸ δὲ ἄνθος διπλάσιον ἢ μήκωνος, χρῶμα δὲ ὅμοιον ῥόδῳ κατακορές· ἐπάνω δὲ τοῦ ὕδατος ἡ κωδύα. πσραφ ύεται δὲ φύλλα μεγάλα παρ’ ἕκαστον τῶν κυάμων, ὦν ἴσα τὰ μεγέθη πετάσῳ Θετταλικῇ τὸν αὐτὸν ἔχοντα καυλὸν τῷ τῶν κυάμων. συντρίψαντι δ’ ἕκαστον τῶν κυάμων φανερόν ἐστι τὸ πικρὸν συνεστραμμένον, ἐξ [*](¹ Ottelia alismoeides. See Index App (18).) [*](² ταῦτα . . . πλείω conj. W. after Sch.; I have also trans- posed the two sentences, after Sch. The whole passage in [] (which is omitted by G) is apparently either an interpolation or defective. σημαίνει δὲ ὥσπερ καὶ ἀποφέρεσθαι· ἕτερα δὲ ἀπ’ αὐτῶν τὰ πλεῖα· ταῦτα δὲ γίνεται ἐν τῷ ποταμῷ· εἰ μὴ ὁ ῥοῦς ἐζέφερεν Aid.; so also U, but αὐτῶν πλείω.)

352
οὗ γίνεται ὁ πῖλος.

τὰ μὲν οὖν περὶ τὸν καρπὸν τοιαῦτα. ἡ δὲ ῥίζα παχυτέρα τοῦ καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίως ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ’ αὐτὴν καὶ ὠμὴν καὶ ἑφθὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἔλη τούτῳ σίτῳ χρῶνται. φύεται μὲν οὖν ὁ πολὺς αὐτόματος· οὐ μὴν ἀλλὰ καὶ καταβάλλουσιν ἐν πηλῷ ἀχυρώσαντες εὖ μάλα πρὸς τὸ κατενεχθῆναί τε καὶ μεῖναι καὶ μὴ διαφθαρῆναι· καὶ οὕτω κατασκευάζουσι τοὺς κυαμῶνας· ἂν δ’ ἅπαξ ἀντιλάβηται, μένει διὰ τέλους. ἰσχυρὰ γὰρ ἡ ῥίζα καὶ οὐ πόρρω τῆς τῶν καλάμων πλὴν ἐπακανθίζουσα· δι’ ὃ καὶ ὁ κροκόδειλος φεύγει μὴ προσκόψῃ τῷ ὀφθαλμῷ τῷ μὴ ὀξὺ καθορᾷν· γίνεται δὲ οὗτος καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ’ οὐκ ἐκπέττουσιν αἱ χῶραι· καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει· καὶ αὐτοῦ πέττεται τελέως καὶ τελεοκαρπεῖ.

Ὁ δὲ λωτὸς καλούμενος φύεται μὲν ὁ πλεῖστος ἐν τοῖς πεδίοις, ὅταν ἡ χώρα κατακλυσθῇ. τούτου δὲ ἡ μὲν τοῦ καυλοῦ φύσις ὁμοία τῇ τοῦ κυάμου, καὶ οἱ πέτασοι δὲ ὡσαύτως, πλὴν ἐλάττους καὶ λεπτότεροι. ἐπιφύεται δὲ ὁμοίως ὁ καρπὸς τῷ τοῦ κυάμου. τὸ ἄνθος αὐτοῦ λευκὸν ἐμφερὲς τῇ στενότητι τῶν φύλλων τοῖς τοῦ κρίνου, πολλὰ δὲ καὶ πυκνὰ ἐπ’ ἀλλήλοις φύεται. ταῦτα δὲ ὅταν μὲν ὁ ἥλιος δύῃ συμμύει καὶ συγκαλύπτει τὴν κωδύαν, ἄμα δὲ τῇ ἀνατολῇ διοίγεται [*](¹ ὁ πῖλος UMV: ἡ πῖλος Ald.H.; ?=germen Sch.) [*](² cf. Diosc. 2. 107.) [*](3 καὶ καταβ. conj. W.: καταβ. Aid.; καταβ. δ’ UMV.) [*](4 Plin. 13. 107 and 108.)

354
καὶ ὑπὲρ τοῦ ὕδατος γίνεται. τοῦτο δὲ ποιεῖ μέχρι ἂν ἡ κωδύα ἐκτελεωθῇ καὶ τὰ ἄνθη περιρρυῇ.

τῆς δὲ κωδύας τὸ μέγεθος ἡλίκον μήκωνος τῆς μεγίστης, καὶ διέζωσται ταῖς κατατομαῖς τὸν αὐτόν τρόπον τῇ μήκωνι· πλὴν πυκνοτερος ἐν ταύταις ὁ καρπός. ἔστι δὲ παρόμοιος τῷ κέγχρῳ. ἐν δὲ τῷ Εὐφράτῃ τὴν κωδύαν φασὶ καὶ τὰ ἄνθη δύνειν καὶ ὑποκαταβαίνειν τῆς ὀψίας μέχρι μεσῶν νυκτῶν καὶ τῷ βάθει πόρρω· οὐδὲ γὰρ καθιέντα τὴν χεῖρα λαβεῖν εἶναι. μετὰ δὲ ταῦτα ὅταν ὄρθρος ᾖ πάλιν ἐπανιέναι καὶ πρὸς ἡμέραν ἔτι μᾶλλον, ἅμα τῷ ἡλίῳ φανερὸν ὑπὲρ τοῦ ὕδατος καὶ ἀνοίγειν τῇ ἄνθος, ἀνοιχθέντος δὲ ἔτι ἀναβαίνειν· συχνόν δὲ τὸ ὑπεραῖρον εἶναι τό ὕδωρ.