Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

τὸ δ’ ὅλον μέγεθος ἀμφοτέρων ὡς πυγωνιαῖον ἢ μικρὸν ὑπεραῖρον, μεῖζον δὲ ὡς ἀπλῶς εἰπεῖν τὸ τῆς ἐλάτης. χρήσιμον δὲ ἡ δρῦς εἰς βαφὴν ἐρίων ταῖς γυναιξίν. ἐπὶ μὲν τῶν ἀκρεμόνων προσηρτημένα τῶν ὀστρακοδέρμων ζώων ἔνια· καὶ κάτω δὲ πρὸς αὐτῷ τῷ καυλῷ περιπεφυκότων τινῶν γ’ ὅλῳ, ἐν τούτοις δεδυκότες ὀνίννοι τε καὶ ἄλλ’ ἄττα καὶ τὸ ὅμοιον πολύποδι.

Ταῦτα μὲν οὖν πρόσγεια καὶ ῥάδια θεωρηθῆναι· φασὶ δέ τινες καὶ ἄλλην δρῦν εἶναι ποντίαν ἣ καὶ καρπὶν φέρει, καὶ ἡ βάλανος αὐτῆς χρησίμη· τοὺς δὲ σκινθοὺς καὶ κολυμβητὰς λέγειν ὅτι καὶ ἕτεραι μεγάλαι τινὲς τοῖς μεγέθεσιν εἴησαν.

Ἡ δὲ ἄμπελος ἀμφοτέρωσε γίνεται· καὶ γὰρ πρὸς τῇ γῇ καὶ ποντία· μείζω δ’ ἔχει καὶ τὰ φύλλα καὶ τὰ κλήματα καὶ τὸν καρπὸν ἡ ποντία.

‘Η δὲ συκῆ ἄφυλλος μὲν τῷ δὲ μεγέθει οὐ μεγάλη, χρῶμα δὲ τοῦ φλοιοῦ φοινικοῦν.

[*](¹ αὐτῖς Ald.H.; αὐτῷ conj. W.)[*](² I have inserted μονόκαυλα.)
336

Ὁ δὲ φοῖνίξ ἐστι μὲν πόντιον βραχυστέλεχες δὲ σφόδρα, καὶ σχεδὸν εὐθεῖαι αἱ ἐκφύσεις τῶν ῥάβδων· καὶ κάτωθεν οὐ κύκλῳ αὖται, καθάπερ τῶν ῥάβδων αἱ ἀκρεμόνες, ἀλλ’ ὡσὰν ἐν πλάτει κατὰ μίαν συνεχεῖς, ὀλιγαχοῦ δὲ καὶ ἀπαλλάττουσαι. τῶν δὲ ῥάβδων ἡ τῶν ἀποφύσεων τούτων ὁμοια τρόπον τινὰ ἡ φύσις τοῖς τῶν ἀκανθῶν φύλλοις τῶν ἀκανικῶν, οἶον σόγκοις καὶ τοῖς τοιούτοις, πλὴν ὀρθαὶ καὶ οὐχ, ὥσπερ ἐκεῖνα, περικεκλασμένοι καὶ τὸ φύλλον ἔχουσαι διαβεβρωμένον ὑπὸ τῆς ἅλμης· ἐπεὶ τό γε δι’ ὅλου ἥκειν τὸν μέσον γε καυλὸν καὶ ἡ ἄλλη ὄψις παραπλησία. τὸ δὲ χρῶμα καὶ τούτων καὶ τῶν καυλῶν καὶ ὅλου τοῦ φυτοῦ ἐξέρυθρόν τε σφόδρα καὶ φοινικοῦν.

Καὶ τὰ μὲν ἐν τῇδε τῇ θαλάττῃ τοσαῦτά ἐστιν. ἡ γὰρ σπογγιὰ και αἱ ἀπλυσίαι καλούμεναι καὶ εἴ τι τοιοῦτον ἑτέραν ἔχει φύσιν.

VII. Ἐν δὲ τῇ ἔξω τῇ περὶ Ἡρακλέους στήλας τό τε πράσον, ὥσπερ εἴρηται, φύεται καὶ τὰ ἀπολιθούμενα ταῦτα, οἷον θῦμα καὶ τὰ δαφνοειδῆ καὶ τὰ ἄλλα. τῆς δὲ ἐρυθρᾶς καλουμένης ἐν τῇ Ἀραβίᾳ μικρὸν ἐπάνω Κόπτου ἐν μὲν τῇ γῇ [*](¹ κάτωθεν. . , ἀπαλλάττουσαι probably beyond certain re- storation : I have added καὶ before κάτωθεν (from G), altered κυκλωθὲν to κύκλῳ, put a stop before καὶ κάτωθεν, and restored ἀπαλλάττουσαι (Ald.H.). 2 cf. 6. 4. S: 7. 8. 3.) [*](3 περικεκλασμένα, i.e. towards the ground. cf. Diosc. 3. 68 and 69, where Plin. (27. 13) renders (φύλλα) ὐποwπερικλᾶται ad terram infracta.)

338
δένδρον οὐδὲν φύεται πλὴν τῆς ἀκάνθης τῆς διψαδος καλουμένησ· σπανία δὲ καὶ αὕτη διὰ τὰ καύματα καὶ τὴν ἀνυδρίαν· οὐχ ὕει γὰρ ἀλλ’ ἢ δι’ ἐτῶν τεττάρων ἡ πέντε καὶ τότε λάβρως καὶ ἐπ’ ὀλίγον χρόνον.

Ἐν δὲ τῇ θαλάττῃ φύεται. καλοῦσι δ’ αὐτὰ δαφνην καὶ ἐλάαν. ἔστι δὲ ἡ μὲν δάφνη ὁμοία τῇ ἀρίᾳ ἡ δὲ ἐλάα τῇ ἐλάᾳ τῷ φύλλῳ· καρπὸν δὲ ἔχει ἡ ἐλάα παραπλήσιον ταῖς ἐλάαις· ἀφίησι δὲ καὶ δάκρυον, ἐξ οὖ οἱ ἰατροὶ φάρμακον ἔναιμον συντιθέασιν ὃ γίνεται σφόδρα ἀγαθόν. ὅταν δὲ ὕδατα πλείω γένηται. μύκητεσ φύονται πρὸς τῇ θαλάττῃ κατά τινα τόπον, οὖτοι δὲ ἀπολιθοῦνται ὑπὸ τοῦ ἡλίου. ἡ δὲ θάλαττα θηριώδης· πλείστους δὲ ἔχει τοὺς καρχαρίας, ὥστε μὴ εἶναι κολυμβῆσαι.

Ἐν δὲ τῷ κόλπω τῷ καλουμένῳ Ἡρώων. ἐφ’ ὃν καταβαίνουσιν οἱ ἐξ Λἰγύπτου, φύεται μὲν δάφνη τε καὶ ἐλάα καὶ θύμον, οὐ μὴν χλωρά γε ἀλλὰ λιθοειδῆ τὰ ὑπερέχοντα τῆς θαλάττης, ὅμοια δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς βλαστοῖς τοῖς χλωροῖς. ἐν δὲ τῷ θύμῳ καὶ τὸ τοῦ ἄνθους χρῶμα διαδηλον ὡσὰν μήπω τελέως ἐξηνθηκός. μήκη δὲ τῶν δενδρυφίων ὅσον εἰς τρεῖς πήχεις.

Οί δέ, ὅτε ἀνάπλους ἦν τῶν ἐξ Ἰνδῶν ὰποστα λέντων ὑπὸ Ἀλεξάνδρουυ, τὰ ἐν τῇ θαλάττῃ φυόμενα. μέχρι οὗ μὲν ἂν ᾖ ἐν τῷ ὑγρῷ, χρῶμά φασιν ἔχειν ὅμοιον τοῖς φυκίοις, ὁπόταν δ’ ἐξενεχθέντα [*](¹ cf. Strabo 16. 1. 147. ² See Index.) [*](2 The name of a tree seems to have dropped out : I have inserted τῇ ἐλάᾳ:. cf. ταῖς ἐλάοις below. Bretzl suggests ἰδέᾳ for ὰ??ίᾳ.)

340
τεθῇ πρὸς τὸν ἥλιον, ἐν ὀλίγῳ χρόνῳ ἐξομοιοῦσθαι τῷ ἁλί. φύεσθαι δὲ καὶ σχοίνους λιθίνους παρ’ αὐτὴν τὴν θάλατταν, οὓς οὐδεὶς ἂν διαγνοίη τῇ ὄψει πρὸς τοὺς ἀληθινούς. θαυμασιώτερον δέ τι τούτου λέγουσι· φύεσθαι γὰρ δενδρύφι’ ἄττα τὸ μὲν χρῶμα ἔχοντα ὅμοιον κέρατι βοὸς τοῖς δὲ ὄζοις τραχέα καὶ ἀπ’ ἄκρου πυρρά· ταῦτα δὲ θραύεσθαι μὲν εἰ συγκλῴη τις· ἐκ δὲ τούτων πυρὶ ἐμβαλλόμενα, καθάπερ τὸν σίδηρον, διάπυρα γινόμενα πάλιν ὅταν ἀποψύχοιτο κσθίστασθαι καὶ τὴν αὐτὴν χρόαν λαμβάνειν.

Ἐν δὲ ταῖς νήσοις ταῖς ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομέναις δένδρα μεγάλα πεφυκέναι ἡλίκαι πλάτανοι καὶ αἴγειροι αἱ μέγισται· συμβαίνειν δέ, ὅθ’ ἡ πλημμυρὶς ἐπέλθοι, τὰ μὲν ἄλλα κατακρύπτεσθαι ὅλα, τῶν δὲ μεγίστων ὑπερέχειν τοὺς κλάδους, ἐξ ὦν τὰ πρυμνησία ἀνάπτειν, εἶθ' ὅτε πάλιν ἄμπωτις γίνοιτο ἐκ τῶν ῥιζῶν. ἔχειν δὲ τὸ δένδρον φύλλον μὲν ὅμοιον τῇ δάφνῃ, ἄνθος δὲ τοῖς ἴοις καὶ τῷ χρώματι καὶ τῇ ὀσμῇ, καρπὸν δὲ ἡλίκον ἐλάα καὶ τοῦτον εὐώδη σφόδρα· καὶ τὰ μὲν φύλλα οὐκ ἀποβάλλειν, τὸ δὲ ἄνθος καὶ τὸν καρπὸν ἄμα τῷ φθινοπώρῳ γίνεσθαι, τοῦ δὲ ἔαρος ἀπορρεῖν.