De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Διαφθείρει δὲ τὰ μύρα καὶ ὥρα θερμὴ καὶ τόπος καὶ ὁ ἥλιος, ἂν τεθῶσι· διὸ καὶ οἱ μυροπῶλαι ζητοῦσι τὰς οἰκίας ὑπερῴους καὶ μὴ προσηλίους ἀλλ᾿ ὅτι μάλιστα παλισκίους· ἀφαιρεῖται γὰρ τὰς ὀσμὰς ὁ ἥλιος καὶ τὸ θερμὸν καὶ ὅλως ἐξίστησι τῆς φύσεως μᾶλλον τοῦ ψυχροῦ· τὸ δὲ ψυχρὸν καὶ ὁ πάγος, εἰ καὶ ἀοσμότερον ποιεῖ διὰ τὸ συστέλλειν, ἀλλ᾿ οὐκ ἀφαιρεῖταί γε τὴν δύναμιν τελέως. ἡ πονηρὰ γὰρ φθορά, καθάπερ τῶν οἴνων καὶ τῶν ἄλλων χυλῶν, τῷ τὸ οἰκεῖον ἀφαιρεῖσθαι θερμόν.

διὸ καὶ εἰς ἀγγεῖα μολυβδᾶ ἐγχέουσι καὶ τοὺς ἀλαβάστρους ζητοῦσι τοιούτου λίθου· ψυχρὸν γὰρ καὶ πυκνὸν καὶ ὁ

364
μόλυβδος καὶ ὁ λίθος ὁ τοιοῦτος· καὶ ἄριστος τοῖς μύροις ὁ μάλιστα τοιοῦτος. ὥστε δι᾿ ἄμφω τηροῦσι, καὶ τῷ ψυχρῷ καὶ τῷ πυκνῷ, μήτε διιέντες ἔξω τὴν ὀσμὴν μήθ᾿ ὅλως ἐπιδεχόμενοι μηδέν. καὶ γὰρ ἡ ἀναπνοὴ φθείρει καὶ τὸ ἔξωθεν ἐπεισιὸν καὶ ἀλλότριον· ἐπεὶ καὶ τὰ πνεύματα φθείρει καὶ καταναλίσκει, καθάπερ ἐλέχθη, τὰς ὀσμάς, ἄλλως τε καὶ τὰς μὴ φυσικάς.

X. Κεφαλαλγῆ δὲ τῶν μὲν πολυτελῶν τὸ ἀμαράκινον καὶ τὸ νάρδινον καὶ μεγαλεῖον, τῶν δ᾿ εὐτλῶν ὅλως μὲν τὰ πλεῖστα μάλιστα δὲ τὸ δάφνινον. ἐλαφρότατα δὲ τὸ ῥόδινον καὶ ἡ κύπρος, ἃ καὶ τοῖς ἀνδράσι μάλιστα ἁρμόττειν δοκεῖ, καὶ πρὸς τούτοις τὸ κρίνον· ταῖς δὲ γυναιξὶν ἡ στακτὴ καὶ τὸ μεγαλεῖον καὶ τὸ Αἰγύπτιον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρδινον· διὰ γὰρ τὴν ἰσχὺν καὶ τὸ πάχος οὐκ εὐαπόπνοα οὐδ᾿ εὐαφαίρετα· ζητοῦσι τὰ χρόνια.

Ἐπεὶ δὲ τὰ μὲν ἀσθενῆ τὰ δ᾿ ἰσχυρά, καὶ ἰσχυρότερα τὰ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ ἄλλα τὰ προειρημένα, διὰ τοῦτο τὰ μὲν ἄνθινα μὴ τριβόμενα εὐοσμότερα, τὰ δ᾿ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ λοιπὰ τριβόμενα· τὰ μὲν γὰρ διαπνεῖταί τε καὶ ἅμα διαθερμαινόμενα διὰ τὴν τρῖψιν ἐξίσταται καὶ ἀλλοιοῦται, τὰ δὲ διὰ τὴν ἰσχὺν [*](¹ e.g. alabaster, which here at least is spoken of as a kind of stone. ² γὰρ ins. Sch.)

366
ὥσπερ ἀνοιγομένων τινῶν πόρων ἐκ τῆς τρίψεως ἐμφανεστέραν ποιεῖ τὴν ὀσμήν.