De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

ὃ καὶ ἐπ᾿ αὐτῶν τῶν ῥιζῶν καὶ ὅλως τῶν στερεῶν συμβαίνει, καθάπερ ἐλέχθη. κατὰ δὲ τῶν ἀνθῶν ἐναντίως, ὥστε ἠκολούθηκεν ἑκάτερα τῇ ἀρχῇ. τὰ δ᾿ ἐκ τῆς σμύρνης εὐλογώτατα δι᾿ ἄμφω· καὶ γὰρ μίγνυται μᾶλλον καὶ ἡθερμότης ἡ τῆς τρίψεως οὐκ ἀλλοτρία, μαλακή τις οὖσα· καὶ γὰρ ἡ σμύρνα ζητεῖ τινα πύρωσιν. ἀπλῶς δὲ πᾶν τὸ πολύοδμον ἄντ᾿ εὐῶδες ἄντε κακῶδες ἄντε δριμὺ ἄντ᾿ ὀξὺ ἄντ᾿ ὁποιονοῦν τυγχάνῃ, κινούμενον ἐμφανέστερον· τότε γὰρ ὥσπερ ἐνεργείᾳ ἀναμίγνυται μᾶλλον τῷ ἀέρι.

Τῶν δὲ μύρων τὸ Αἰγύπτιον καὶ ἡ στακτὴ καὶ εἴ τι ἄλλο πολύοδμον καὶ μιγνύμενα τῷ οἴνῳ τῷ εὐώδει ἡδίω· παραιρεῖται γὰρ ἡ βαρύτης αὐτῶν· ἐπεὶ καὶ ἡ σμύρνη αὐτὴ πρὸς τὴν ἀναθυμίασιν βρεχθεῖσα ἐν τῷ γλυκεῖ, καθάπερ ἐν τοῖς πρότερον ἐλέχθη.

Πρὸς δὲ τὰς δυνάμεις σκοπουμένοις δόξειεν ἂν ἄτοπον εἶναι τὸ συμβαῖνον ἐπὶ τοῦ ῥοδίνου· κουφότατον γὰρ ὂν καὶ ἀσθενέστατον ἀφανίζει τὰς τῶν ἄλλων ὀσμὰς ὅταν προμυρισθῶσι· διὸ καὶ οἱ μυροπῶλαι τοὺς ἐπιδιστάζοντας καὶ μὴ ὠνουμένους παρ᾿ αὐτῶν ἐπιμυρίζουσι τούτῳ πρὸς τὸ μὴ αἰσθάνεσθαι τὰ παρὰ τῶν ἄλλων. αἴτιον δ᾿ ὅτι λεπτότατον ὂν καὶ προσφιλὲς τῇ αἰσθήσει διὰ τὴν κουφότητα μάλιστα διικνεῖται καὶ συμπληροῖ [*](¹ ἡ ins. W. ² ἡ ins. W.) [*](² The words ἄντε δριμὺ are omitted in both W.’ s editions, but represented in his Latin version.)

368
τοὺς πόρους, ὥσθ᾿ ἡ αἴσθησις κατειλημμένη καὶ πλήρης οὖσα κρίνειν ἀδυνατεῖ.

δύο γάρ εἰσι τρόποι, τάχα δὲ τρεῖς, οἱ κωλύοντες τὴν κρίσιν. εἷς μὲν ὁ νῦν εἰρημένος· ἄλλος δ᾿ ὁ ἀπὸ τῶν ἰσχυρῶν ὥσπερ μεθύσκων τὴν αἴσθησιν καὶ καρηβαρᾶν ποιῶν· τρίτος δ᾿ ὅταν προκαταληφθῇ τῷ βελτίονι· τὸ γὰρ ἐπεισάγειν τὸ χεῖρον οὐ ῥᾴδιον· οὐ δέχεται γὰρ ἡ αἴσθησις, ὥσπερ οὐδ᾿ ἐπὶ τῶν χυλῶν καὶ ὅλως τῶν κατὰ τὴν τροφήν.

Κατισχναίνειν δὲ δοκεῖ τὸ ῥόδον καὶ τὴν σύνθετον ὀσμήν· ὅταν γὰρ ἀκμάζῃ τὸ ἄνθος, ῥοδίζουσι τὰς συνθέσεις, ἀνοιγόμεναι δ᾿ ἐξόζουσι τούτου μόνου καὶ μάλιστα. παύεται δὲ ταχὺ καὶ λήγει διὰ τὴν ἀσθένειαν καὶ λεπτότητα, δι᾿ ἣν καὶ ἐξόζει τῶν ἄλλων· λεπτὴ γὰρ οὖσα ἡ ἀναπνοὴ καὶ ἠθροισμένη τῇ κατακλείσει προτερεῖ τε τῶν λοιπῶν καὶ διαδίδοται πανταχοῦ. διὰ ταὐτὸ δὲ τοῦτο καὶ ἀπολήγει ταχὺ καὶ κατακρατεῖται πάλιν· ἀσθενεῖ γὰρ τὸ λεπτὸν καὶ μαλακόν.