De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Διὰ τί δὲ τὸ ἴρινον εὔοσμον μὲν οὐ ποιεῖ δὲ τὴν ὁρμήν; ἢ διότι στυπτικὸν καὶ συνάγει τοὺς πόρους, ὥστε συγκλείσει κωλύειν τὴν δίοδον; ἀλλὰ καὶ κοιλίας λυτικὴ διά τε τὴν θερμότητα καὶ διὰ τὸ ἀποστύφειν τοὺς ἐπὶ τὴν κύστιν πόρους· ἀποκλειομένων γὰρ τούτων εἰς τὴν κοιλίαν ἡ συρροή. τὸ δὲ ὅλον φαρμακῶδες καὶ [*](¹ cf. C.P. 6. 14. 8 and 11.)

360
τὸ ἴρινον καὶ ἄλλα τῶν μύρων. ἡ δ᾿ αἰτία πάντων ὡς καθόλου εἰπεῖν ἐν ταῖς δυνάμεσι ταῖς εἰρημέναις, ὅτι στυπτικὰ καὶ θερμαντικά· τὰ ἀρώματα γὰρ τὰ τοιαῦτα φαρμακώδη. ταῦτα μὲν οὖν ἔξω τῆς τέχνης.

IX. Κρᾶσις δὲ καὶ μῖξις οὐκ ἔστιν ὡρισμένη τῶν ἀρωμάτων, ὥστ᾿ ἐκ τῶν αὐτῶν ἀεὶ χρηστὰ καὶ ὅμοια γίνεσθαι, ἀλλοῖα δὲ συμβαίνει διὰ τὴν ἀνωμαλίαν τῶν δυνάμεων τῶν ἐν τοῖς ἀρώμασι. τῆς δ᾿ ἀνωμαλίας αἰτίαι πλείους. μία μέν, ἥπερ καὶ τοῖς ἄλλοις καρποῖς, ἡ τοῦ ἔτους κατάστασις· αὕτη γὰρ πολυχουστέρας ὁτὲ δ᾿ ἀσθενεστέρας τὰς δυνάμεις ποιεῖ. ἑτέρα δὲ ἐν τῇ συλλογῇ, τὸ προτερῆσαι τῆς ἀκμῆς ἡ ὑστερῆσαι· καὶ γὰρ τοῦτο οὐ μικρὸν διαφέρει. τρίτη δ᾿ ἡ μετὰ τὴν συλλογήν, ὅσα χρόνου δεῖται πρὸς τὴν ἀκμήν, ὥσπερ ἐλέχθη· καὶ γὰρ ἐνταῦθά ἐστι τὸ προτερεῖν καὶ ὑστερεῖν.

Τούτων δὲ τὸ μὲν τῶν ἐτῶν οὐκ ἐφ᾿ ἡμῖν, πλὴν εἰς τὸ εἰδέναι τὰ ποῖα σφοδροτέρας καὶ ἀσθενεστέρας ἔχει τὰς δυνάμεις· τὰ δὲ κατὰ τὰς ἀκμὰς τῆς τε συλλογῆς καὶ μετὰ τὴν συλλογὴν ἐφ᾿ ἡμῖν ἐστί, τῷ εἰδότι μᾶλλον τὸ ἐπιτυγχάνειν.

Ἡ μὲν οὖν γένεσις καὶ σύνθεσις τῶν μύρων ἐκ τούτων.

362

Πολυχρονιώτστον δ᾿ ἐστὶ τό τ᾿ Αἰγύπτιον καὶ τὸ ἴρινον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρδινον, πάντων δὲ μάλιστα ἡ στακτή, διαμένει γὰρ ὁποσονοῦν χρόνον. μυροπώλης δέ τις ἔφη παρ᾿ αὐτῷ μεμενηκέναι Αἰγύπτιον μὲν ὀκτὼ ἔτη, ἴρινον δὲ εἴκοσι, καὶ ἔτι διαμένειν βέλτιον ὂν τῶν ἀκμαζόντων. ἡ μὲν οὖν χρονιότης ἐν τούτοις.

Τὰ δ᾿ ἄνθινα πάντα ἀσθενῆ. συμβαίνει δὲ τοῖς ἀνθίνοις ἀκμάζειν μὲν ὡς ἐπὶ τὸ πᾶν μετὰ δίμηνον, μεταβάλλειν δ᾿ ἐπὶ τὸ χεῖρον ἐνιαυτοῦ προελθόντος καὶ περικαταλαβούσης τῆς ὥρας ἐν ᾗ τὴν ἀκμὴν λαμβάνει τὸ ἄνθος. ἀνὰ λόγον δὲ τῇ ἀσθενείᾳ καὶ τὸ εὐπέπαντα εἶναι καὶ ὅλως εὐδιάπνευστα· τὰ δ᾿ ἐκ τῶν ῥιζῶν καὶ τῶν λοιπῶν χρονιώτερα· πλείων γὰρ ἡ ὀσμὴ καὶ ἰσχυροτέρα καὶ σωματωδεστέρα.