Geographiae informatio

Agathemerus

Agathemerus, creator; Tennulius, Samuel (Samuel ten Nuyl), editor and translator.

Κέρκινα νῆσος μῆκος ἔχει στάδια οʹ. πλάτος δ' ὅπου στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θήνης, ἡ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. Τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινῖτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ. πλάτος δὲ στάδια κεʹ.

Ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγιτίδος ὁ διάπλους στάδια χʹ, ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. Ἡ δὲ Μήνιγξ μῆκος σταδίων χʹ, πλάτος σταδίων ρπʹ. Μεγάλαι δ' εἰσὶν περὶ αὐτὴν παλίῤῥοιαι.

Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδ. υʹ. Εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν ἐπισημέστεραι Ἴσση, καὶ ἡ Μέ λαινα

15

λαινα Κορκύρα, καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.

Πελοπονήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια η͵χκζʹ. χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια δ͵. Μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγαίου στάδια α͵υʹ. Ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις μεγάλοις τεμνομένη. Συνάγεται μὲν εἰς τὸν Κορίνθιον Ἰσθμὸν πλάτος σταδίων μʹ. Ἀπὸ τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ ἐπὶ τὸ Σκύλλαιον ἄκρον ἐξ εὐωνύμων ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά. Εἶτα ὁ Ἑρμιονικὸς κόλπος. Ἑξῆς δὲ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου, ὅ πολὺ προπέπτωκεν εἰς πέλαγος. Ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὃς περιορίζει ἐξ εὐωνύμων τὸν Μεσσενιακὸν κόλπον, οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα. Εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς, καθ' ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον ὃ χελωνάτας. τελευταῖον δὲ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀ καρ

16

καρνανίᾳ. μεθ' ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος ζʹ σταδίων, συγκλειόμενος στόματι κατὰ Τορίασον ἄκρον, ὅ ἐστι τῆς Πελοποννήσου, τὸ δ' Ἀντίῤῥιον Λοκρίδος. Ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια Γ͵.