Geographiae informatio

Agathemerus

Agathemerus, creator; Tennulius, Samuel (Samuel ten Nuyl), editor and translator.

Καὶ ἄλλως. Ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων δʹ καὶ α͵τνʹ. Ἀπ' Εὐφράτου εἰς Μάζακα Καππαδόκων στάδια ͵βφνʹ. Ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρορίας καὶ μεγάλης Καρίας ἕως Ἐφέσου στάδιοι ͵γτκʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδως δʹ καὶ ζσκʹ. Ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια α͵χʹ. ἐπ' Ἰσθμὸν στάδια α͵ψʹ. ἀπ' Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ. ἐπὶ Λευκάδα στάδια ψʹ. ἐπὶ Κορκύραν στάδια ψʹ. ἐπ' Ἀκροκεραύνια ὄρη στάδια α͵ξʹ. ἐπὶ Βρεντήσιον στάδια ψʹ. Ἀπὸ Βρεντησίου πεζῆ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ. Ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου κώμης ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια δ͵ρνβʹ. Εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλυγύρεως --- Διὰ τῶν πανδοκείων ἕως Γαδείρων στάδια β͵χναʹ, καὶ διάπλους ἐπὶ Γάδειρα στάδια ξʹ. ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδων ζʹ καὶ α͵φξʹ.

11
Πλά-

Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ τὴν --- Μερόην σταδίων ͵ηʹ. Ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων αʹ. Ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων η͵νϛʹ· Τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνοεῖται εἰς Βοῤῥᾶν. Οὕτως. Ἀπ' Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια δ͵φʹ. Ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι Ῥόδον στάδια υʹ. Ἐπὶ τῆλον στάδια φξʹ. Ἐπὶ Λακτῆρα τῆς Κώας στάδια τκʹ. Ἐπὶ Δρέπανον Κώας στάδια ρʹ. Ἐπ' Ἀρκίτην νῆσον στάδια σλʹ. Ἐπὶ Κορσίας ρʹ. Ἐπὶ Σαμίων Ἄμπελον στάδια λʹ. Ἐπὶ τὸ Αἰγαῖον Ἄργενον διὰ τοῦ Αἰγαίου στάδια ωʹ. Ἐπὶ τὸ Ἐρυθραῖον Κορυκαῖον στάδια σοʹ. Ἐπὶ Φλίον, ἄκρον Χίου, στάδια νʹ. Ἐπὶ Μελανέα, ἄκρον Λέσβου, στάδια υνʹ. Ἐπὶ Σίγριον Λέσβου στάδια φʹ. Εἰς

12

Εἰς Τένεδον νῆσον στάδια υνʹ. Εἰς Σίγειον στάδια ρʹ. Ἐπὶ στόμα Πόντου στάδια β͵φʹ. Ἐπὶ Κάραμβιν στάδια β͵ωʹ. Ἐπὶ στόμα Μαιώτιδος στάδια β͵φʹ. Ἐπὶ Τάναϊν στάδια β͵χοʹ.

Καὶ ἄλλως ἀπὸ Ῥόδου, εἰς Κνίδον στάδια ψʹ. Εἰς Κῶ στάδια σʹ. Εἰς Σάμον στάδια ωʹ. Εἰς Χίον στάδια ψνʹ. Εἰς Μιτυλήνην στάδια φκʹ. Εἰς Τένεδον στάδια τνʹ. Εἰς Σίγειον ρʹ. Ἐπὶ τὸ στόμα Πόντου β͵φʹ. Ἐπὶ Κάραμβιν στάδια β͵ωʹ. Εἰς στόμα Μαιώτιδος β͵φʹ. Ἐπὶ Τάναϊν ποταμὸν β͵σʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος σταδίων μυρίων η͵χηʹ.

Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ' ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρ' Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ. πλάτος σταδίων ιϛʹ. ὁ δὲ

13

καθ' Ἡρακλέους στήλας πορθμὸς στενότατός ἐστι σταδίων πʹ. Ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι, Πιτυοῦσα ἡ μείζων καὶ οἰκουμένη σταδίων τʹ τὸ μῆκος, ἡ δὲ ἐλάττων σταδ. ρʹ. Τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιάρεις καλοῦσιν (οἱ γὰρ σφενδονίται οὕτω καλοῦνται οἱ Βαλιαρεῖς) ἡ μείζων μῆκος ἔχει σταδίων α͵σʹ, πλάτος σταδίων υʹ. ἡ ἐλάττων σταδίων τʹ. Αἱ δὲ Στοιχάδες, αἱ φερώνυμοι ἑξῆς ἐπ' εὐθείας, κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων, αἱ μὲν μείζους τρεῖς, δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. Ἡ δὲ Σαρδὼ ἔχει σχῆμα ὡς πώλου ἴχνος, μεσόκοιλος, τὸ μῆκος Βσʹ. Κύρνος ἐγγὺς Σαρδοῦς, πολλῷ δὲ ἀγεννεστέρα, ἐλάττων ἢ ἥμισυ τῆς Σαρδοῦς, μῆκος ἔχει. --- Ἀφετήριον δ᾿ εἰς Σαρδῶ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας, τὸ δὲ δίαρμα σταδίων βσʹ. Τῆς Σικελίας κατὰ Τιμοσθένην περίμετρος σταδίων δψμʹ, σχῆμα τρίγωνον σκαληνοειδές. δίαρμα

14

δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμὸν, πλευρὰ νήσου ἀπὸ πελώρου εἰς Πάχυνον στάδια α͵λζʹ. ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια α͵χʹ. κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια α͵ψʹ. ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια α͵χʹ.