Geographiae informatio

Agathemerus

Agathemerus, creator; Tennulius, Samuel (Samuel ten Nuyl), editor and translator.

Αἴγινα νῆσος προμήκης στάδια ρξʹ ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ. Ἡ Κείος ρκʹ. Τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία. Ἐκ δεξιῶν δὲ αἱ Σποράδες. ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται, παρατίνει δὲ Βοιωτίδα, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί πόσον καὶ τῇ Ἀττικῇ. Ἔστι γὰρ μακρὰ, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων α͵ψʹ.

Ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ· περίμετρος δὲ αὐτῆς σταδίων δ͵ρʹ. μῆκος β͵τʹ. κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος Βύρση τὸ σχῆμα ὁμοῖα, περίπλους στάδια γυκʹ, μῆ

17

μῆκος δὲ α͵τʹ. Ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα Βορέου σταδίων ͵Γωʹ. Ῥόδου περίμετρος στάδια α͵τʹ. Κῶ περίμετρος στάδια φνʹ. Σάμος στάδια χλʹ. Ἰκαρία δέ ἐπὶ μακρὰ τραχεῖα μῆκος σταδίων τʹ. Χίου περίμετρος στάδια χξʹ· Λέσβου περίμετρος α͵ρʹ.