Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι παραγωγά ἐϲτι. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ δίδωμι ἐπὶ τοῦ παρέχω τρίτηϲ ἐϲτὶ ϲυζυγίαϲ τῶν εἰϲ μι ἐπὶ γὰρ τοῦ δεϲμεύω πρώτηϲ ἐϲτὶ ϲυζυγίαϲ οἶον διδῶ διδεῖϲ δίδημι, ἀντὶ τοῦ δεϲμεύω, ὅθεν δήϲω ὁ μέλλων, ὡϲ θήϲω, καὶ ἔδηϲα ἀόριϲτοϲ, καὶ δέδεκα ὁ ἐνεργητικὸϲ παρακείμενοϲ, καὶ δέδεμαι ὁ παθητικὸϲ καὶ ἐδέθην ὁ πρῶτοϲ ἀόριϲτοϲ. ἰϲτέον ὅτι τῆϲ τρίτηϲ ἐϲτὶ ϲυζυγίαϲ οὐδαμοῦ ὁ ἐνεϲτώϲ, πλὴν τοῦ δίδωμι. πρόϲκειται «ἐνεϲτῶτοϲ» διὰ τὸ ἐβίων καὶ ἥλων δευτέρου ἀορίϲτου ταῦτα τρίτηϲ ϲυζυγίαϲ ἐϲτὶ τῶν εἰϲ μι, ὡϲ ἀπὸ τοῦ βίωμι καὶ ἅλωμι, ἀλλ᾿ οἱ ἐνεϲτῶτεϲ οὗτοι, φημὶ δὴ ὁ βίωμι καὶ ἅλωμι, οὐχ εὑρίϲκονται ἐν χρήϲει ὡϲαύτωϲ δὲ καὶ τοῦ ἔγνων δευτέρου ἀορίϲτου οὐχ εὕρηται ἐν χρήϲει ὁ ἐνεϲτὼϲ ὁ γνῶμι. ἡ δὲ τετάρτη ϲυζυγία τῶν εἰϲ μι μὴ ἔχουϲα τετάρτην ϲυζυγίαν τῶν περιϲπομένων, ἐξ ἧϲ ὤφειλε παραχθῆναι, ἀπὸ τῆϲ ἕκτηϲ τῶν βαρυτόνων παράγεται, οἶον ἀπὸ τοῦ πηγνύω πήγνυμι· καὶ εὐλόγωϲ ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἡ τετάρτη ϲυζυγία τῶν εἰϲ μι, ἐπειδὴ καὶ αἰ τρεῖϲ ϲυζυγίαι τῶν περιϲπωμένων ὅϲον κατὰ τὴν ἐντέλειαν τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων εἰϲί. τὸ γὰρ τιθῶ ἀπὸ τοῦ τιθέω ἐϲτὶ καὶ τὸ ϲτῶ ἀπὸ τοῦ ἱϲτάω καὶ τὸ διδῶ ἀπὸ τοῦ διδόω· τὸ δὲ τιθέω καὶ ἱϲτάω καὶ διδόω ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐϲτί. παράγεται δὲ ἐκ τῶν τριῶν ϲυζυγιῶν τῶν περιϲπωμένων τὰ εἰϲ μι καὶ τούτου χάριν καὶ ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἡ τετάρτη ϲυζυγία τῶν εἰϲ μι· ἐπειδὴ γὰρ τὰ εἰϲ μι οὐ θέλει ϲυμφώνῳ παραλήγεϲθαι οἶον τίθημι, πλὴν τοῦ ἐϲμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω, ὅπερ οὐδὲ εὑρίϲκεται ἐν χρήϲει, ἀλλ’ ὑπόμνηϲιν αὐτοῦ ἔχομεν τὸ ἐϲϲί. ἐπειδὴ οὖν ἡ μὲν ἕκτη ϲυζυγία τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, αἱ δὲ ἄλλαι ϲυζυγίαι τῶν βαρυτόνων διὰ ϲυμφώνων, εἰκότωϲ ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων παράγεται τὰ εἰϲ μι οἶον ὀλλύω, ὄλλυμι καὶ οὐκ ἀπὸ τῶν λοιπῶν ϲυζυγιῶν τῶν βαρυτόνων, οἷον ἀπὸ τοῦ λέγω καὶ φέρω τροπῇ τοῦ ω εἰϲ μι λέγμι καὶ φέρμι· ἤμελλε γὰρ ϲυμφώνῳ παραλήγεϲθαι, ὅπερ ἐϲτὶν ἀδύνατον. Εἰ δέ τιϲ εἴποι, διὰ τ γὰρ μὴ ὡϲ ἐκ τοῦ τιθῶ καὶ διδῶ καὶ ἱϲτῶ γέγονε τίθημι καὶ δίδωμι καὶ ἵϲτημι, οὕτωϲ καὶ ἀπὸ τοῦ λέγω λέγημι, φέρω φέρημι, οὕτω γὰρ ἐὰν γένηται, οὐκέτι εὑρίϲκηται ϲυμφώνῳ παραληγόμενα; λέγομεν, ὅτι οὐ δύναται οὕτω γενέϲθαι, ἐπειδὴ τὰ εἰϲ μι, ἐὰν μὲν ἀπὸ βαρυτόνων παραχθῇ, ἰϲοϲυλλαβεῖν θέλει τοῖϲ ἰδίοιϲ πρωτοτύποιϲ οἷον ζευγνύω ζεύγνυμι· εἰ δὲ ἀπὸ περιϲπωμένων, μιᾷ ϲυλλαβῇ περιττεύει τῶν ἰδίων πρωτοτύπων οἶον τιθῶ τίθημι, ἱϲτῶ ἵϲτημι· ἐὰν οὖν ταῦτα γένηται λέγημι καὶ φέρημι, μέλλει περιττοϲυλλαβεῖν τῶν ἰδίων πρωτοτύπων τοῦ λέγω καὶ φέρω, ἀπὸ βαρυτόνων παραχθέντα.
θέλει δὲ τὰ εἰϲ μι φύϲει μακρᾷ παραλήγεϲθαι. καὶ παραλήγονται ἡ μὲν α΄ καὶ β΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η οἷον τιθῶ τιθεῖϲ τίθημι, ἱϲτῶ ἱϲτᾷϲ ἵϲτημι, ἀλλ’ ἐν τῇ ϲυϲτολῇ διαφέρουϲιν· ἡ μὲν γὰρ πρώτη ϲυζυγία τῶν εἰϲ μι διὰ τοῦ ε ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον τίθεμεν, ἀφίεμεν· ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ ϲυνεϲταλμένου, ἵϲταμεν, κίχραμεν· ἠ δὲ γ΄ παραλήγεται τῷ ω οἶον δίδωμι, ὅπερ ϲυϲτελλόμενον διὰ τοῦ ο ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον δίδομεν ἡ δὲ δ’ διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἷον ζευγνύω ζεύγνυμι, ὄλλυμι· ϲυϲτελλομένη δὲ τὸ δίχρονον μόνον ϲυϲτέλλει οἶον ζεύγνυμεν, πήγνυμεν, διὰ ϲυνεϲταλμένου τοῦ υ. εὐλόγωϲ δὲ ἡ μὲν α΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η παραλήγεται [*](1. 25 posui ἐϲμί pro εἰμί, cui Gaisf. substituere vult ἐμμί. l. 45 οὐ post ὅπερ eieci.)
ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ τί τὰ εἰϲ μι ἀεὶ φύει μακρᾷ παραλήγεται οἶον τίθημι. λέγει δὲ ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν ἐπειδὴ ἡ τελευταία ϲυλλαβὴ τὸν μακρὸν χρόνον ἔτρεψεν εἰϲ βραχύν (τροπῇ γὰρ τοῦ ω εἰϲ μι γίνεται) τούτου χάριν ὑπερβιβαϲμὸν ἀνεδέξατο τοῦ χρόνου, καὶ ἐποίηϲαν τὴν παραλήγουϲαν φύϲει μακράν, ἵνα τὸν μακρὸν χρόνον τὸν κεχρεωϲτημένον τῇ ληγούϲῃ ἀναδέξηται ἡ παραλήγουϲα.
ἰϲτέον δὲ ὅτι οὐ θέλει τὰ εἰϲ μι ὁριϲτικὰ διφθόγγῳ παραλήγεϲθαι οἶον τίθημι, ὄλλυμι, ὅθεν ϲεϲημείωται τὸ εἰμί τὸ ϲημαῖνον τὸ ὑπάρχω καὶ τὸ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι διφθόγγῳ παραληγόμενα. πρόϲκειται «ὸριϲτικὰ» διὰ τὰ εὐκτικὰ οἶον τύπτοιμι, λέγοιμι. καὶ περὶ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω ἀπολογούμεθα οὕτωϲ ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω· τοῦτο τροπῇ τοῦ ω εἰϲ μι γέγονεν ἐμί, ὥϲπερ ζευγνύω ζεύγνυμι, καὶ ἐπειδὴ τὰ εἰϲ μι φύϲει μακρᾷ παραλήγεϲθαι θέλει οἶον τίθημι, ἠναγκάζετο δὲ τοῦτο φύϲει μακρᾷ παραλήγεϲθαι, καὶ λοιπὸν ἠναγκάζετο ἢ τρέψαι τὸ ε εἰϲ η ἢ παραλαβεῖν τὸ ῖ, καὶ μᾶλλον ὤφειλε τρέψαι τὸ ε εἰϲ η ἤπερ προϲλαμβάνειν τὸ ῑ, ἐπειδή, ὡϲ εἴρηται, τὰ εἰϲ μι ὁριϲτικὰ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἶον τίθημι, ἵϲτημι· ἀλλ᾿ ἐπειδὴ αἱ παραγωγοὶ λέξειϲ θέλουϲι φυλάττειν λείψανόν τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου οἶον τιθῶ τίθημι, ἄρδω ἀρδεύω, τούτου χάριν, ἵνα καὶ αὐτὴ ἡ λέξιϲ ἡ ἐμί φυλάξῃ λείψανόν τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου, προϲέλαβε τὸ ῑ καὶ γέγονεν εἰμί διά τῆϲ ει διφθόγγου, καὶ ἐφύλαξε τὸ ε τοῦ πρωτοτύπου, φημὶ δὲ τοῦ ἔω· εἰ γὰρ ἔτρεψε τὸ ε εἰϲ η, οὐκ ἐφυλάττετο τῆϲ φωνῆϲ τὸ πρωτότυπον. τὸ δὲ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι διὰ τοῦτο τῇ διφθόγγῳ παραλήγεται, ἐπειδὴ ἀπὸ τοῦ εἴω ἐϲτίν· ἔϲτι γὰρ εἴω διὰ τῆϲ ει διφθόγγου, ὃ ϲημαίνει τὸ πορεύομαι· ἐκ τούτου οὖν τοῦ εἴω γέγονε τὸ εἶμι, τροπῇ τοῦ ω εἰϲ μι, ὥϲπερ τὸ ζευγνύω ζεύγνυμι, καὶ λοιπὸν ἐκ τοῦ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον.