Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
δεῖ δὲ γινώϲκειν, ὅτι ὁ Ἀπολλώνιοϲ τὸ εἶμι διὰ μακροῦ τοῦ ῑ γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ ϲυνεϲταλμένου τοῦ ῑ εἶναι οἷον ἴτον ἴτον ἴμεν τε καὶ ἐν ϲυνθέϲει ἔξιτον [*](1. 34 παραγωγοί pro παράλογοι posui.)
ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν οἶον τίθημι, εἶμι ὃ ϲημαίνει τὸ πορεύομαι, χωρίϲ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ ϲημαίνοντοϲ τὸ λέγω. ἔϲτι δὲ ἀπολογήϲαϲθαι περὶ τοῦ εἰμί καὶ φημί, ὅτι διά τοῦτο ταῦτα ὀξύνεται, ἐπειδὴ ἐγκλιτικά ἐϲτι οἶον ἄνθρωπόϲ εἰμι, αἰδεῖϲθαί φηϲι· τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ᾿ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ θέλει ἔχειν τὸν τόνον οἶον ἐϲτί, τινῶν, πῶϲ, τέ. πρόϲκειται «αὐτὰ καθ’ ἑαυτὰ ὄντα», ἐπειδὴ ἐν τῇ ϲυντάξει ἀναπέμπει τὸν ἴδιον τόνον ἢ τῇ προηγουμένῃ λέξει οἷον ἄνθρωπόϲἐϲτιν, ὑπέρ τινων, καί πωϲ, Ἀρκεϲίλαόϲ τε, ἢ τῇ προηγουμένῃ ϲυλλαβῇ οἷον ἤκουϲαν ἥμων, δέδωκεν ἥμιν· οὕτωϲ οὖν καὶ τὸ εἰμί καὶ τὸ φημί ἐγκλιτικὰ ὄντα οἶον ἄνθρωπόϲ εἰμι, ἐγώ φημι, εἰκότωϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἔχει τὸν τόνον αὐτὰ καθ᾿ ἑαυτὰ ὄντα ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν τόνον εὐλόγωϲ ὀξύνεται καὶ οὐ περιϲπᾶται, ἐπειδὴ βραχυκαταληκτεῖ· περιϲπωμένη οὔτε ἐπάνω βραχείαϲ τίθεται, οὕτε ἐπάνω θέϲει μακρᾶϲ· τὸ δὲ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι οὐκ ἔϲτιν ἐγκλιτικόν, ὡϲ δηλοῖ ὁ τόνοϲ· βαρύνεται γάρ.
Ἰϲτέον, ὅτι τὰ εἰϲ μ οὐ θέλει ϲυμφώνῳ παραλήγεϲθαι οἶον τίθημι, ἵϲτημι, ὅθεν ἡμάρτηται ϲυμφώνῳ παραληγόμενον τὸ ἐϲμί, ϲημαίνει δὲ τὸ ὑπάρχω· τούτου χάριν, ὡϲ ἀνωτέρω εἴρηται, τὰ παραγόμενα εἰϲ μι ἀπὸ βαρυτόνων ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ παράγεται οἶον ζευγνύω ζεύγνυμι, καὶ οὐκ ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων εἰ γὰρ ἐγένετο ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων, ἔμελλε παραλήγεϲθαι ϲυμφώνῳ, ἅτε δὴ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων διὰ ϲυμφώνου ἐκφερομένων, ὅπερ ἐϲτίν ἀδύνατον. ἰϲτέον δὲ ὅτι οὐ μόνον κατὰ τοῦτο ἡμάρτηται τὸ ἐϲμί, ἀλλά καὶ ὅτι θέϲει μακρᾷ παραλήγεται, τῶν εἰϲ μι, ὥϲπερ εἴρηται, φύϲει μακρᾷ παραλήγεϲθαι θελόντων οἶον τίθημι, δίδωμι, ζεύγνυμι· τοῦτο δὲ τὸ ἐϲμί οὔτε ἔϲτιν ἐν χρήϲει, ἀλλ’ ἐν ὑπομνήϲει. ἔχομεν ἐξ αὐτοῦ τὸ ἐϲϲί καὶ τὸ ἐϲτί.
Ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀναδιπλαϲιαζόμενα κατὰ τὸν ἐνεϲτῶτα τούτῳ τῷ τρόπῳ ἀναδιπλαϲιάζεται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φωνήεντοϲ ἄρχεται, διὰ τοῦ [*](1. 2 cf. Orthogr. fr. 27. l. 22 τινῶν ex cod. Βarocc. inserui, l. 24 ὑπέρ τινων scripsi pro ὑπὲρ ἦν, caeterum in καὶ πῶϲ, ἤκουϲαν ήμῶν, δέδωκεν ἡμῖν accentum mutavi et I, 28 οὐ ante περιϲπᾶται inserui.)