Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
τὰ εἰϲ μι ὑπέλαβον τινὲϲ Αἰολικὰ εἶναι, ἐπειδὴ πολλὰ παῤ αὐτῶν εὑρίϲκεται εἰϲ μι, τὸ γὰρ γελῶ γέλαιμι λέγουϲι καὶ τὸ δοκιμῶ δοκίμωμι ἐπειδὴ γὰρ οἱ Αἰολεῖϲ βαρυντικοί εἰϲι (τὸ γὰρ Ἀτρεύϲ Ἄτρευϲ λέγουϲι), τὰ δὲ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, εἶμι ὃ ϲημαίνει τὸ πορεύομαι, χωρίϲ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ φημί καί τοῦ ἠμί τοῦ ϲημαίνοντοϲ τὸ λέγω, ὅπερ ἀπὸ τοῦ φημί γέγονε κατὰ ἀποβολὴν τοῦ φ, τούτου χάριν οἱ Αἰολεῖϲ τὰ εἰϲ ω περιϲπώμενα μεταποιοῦϲιν εἰϲ μι, ἵνα μεταδιώξωϲι χαρακτῆρα ἀποϲτρεφόμενον τὴν ὀξεῖαν τάϲιν. ἰϲτέον δὲ ὅτι ἐλέγχεται ἀπὸ πλείϲτων μὴ ὄντα Αἰολικά· καὶ γὰρ ἀπὸ τόνου καὶ ἀπὸ κλίϲεωϲ καὶ ἀπὸ γραφῆϲ καὶ ἀπὸ πνεύματοϲ καὶ ἀπὸ ποϲότητοϲ ϲυλλαβῶν καὶ ἀπὸ τῶν πρωτοτύπων. καὶ ἀπὸ μὲν τοῦ τόνου, ὅτι πᾶϲαν λέξιν ὑπὲρ μίαν ϲυλλαβὴν παρ’ ἡμῖν ὀξύτονον βαρύνουϲι, χωρὶϲ τῶν προθέϲεων καὶ τῶν ϲυνδέϲμων οἷον Ἀχιλλεύϲ, ϲοφόϲ, Ἀχίλλευϲ, ϲόφοϲ· τὸ δὲ ἠμί καὶ τὸ φημί ὀξύνεται, δῆλον οὖν ὅτι οὐκ ἔϲτι Αἰολικά. πρόϲκειται «χωρὶϲ τῶν προθέϲεων καὶ τῶν ϲυνδέϲμων», ἐπειδὴ ἐπὶ τούτων οἱ Αἰολεῖϲ φυλάττουϲι τὴν ὀξεῖαν τάϲιν οἶον ἀνά, κατά, ἀτάρ, αὐτάρ. ἀπὸ δὲ κλίϲεωϲ δείκνυται μὴ ὄντα Αἰολικὰ τὰ εἰϲ μι, ὅτι τὰ εἰϲ μι ἐν τῷ δευτέρῳ προϲώπῳ παρ’ ἡμῖν προϲλαμβάνοντα τὸ ῑ τὸ τρίτον ποιεῖ οἷον τίθημι τίθηϲ τίθηϲι τὰ δὲ Αἰολικὰ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὰ τρίτα οἷον γέλαιμι γέλαιϲ γέλαι δῆλον οὖν ὅτι οὐκ ἔϲτιν Αἰολικά. ἀπὸ γραφῆϲ δέ, ὅτι τὰ εἰϲ μι οὐ θέλει παρ’ ἡμῖν διφθόγγῳ παραλήγεϲθαι οἶον τίθημι, δίδωμι· ϲεϲημειωμένου τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι· παρὰ δὲ τοῖϲ Αἰολεῦϲι πολλὰ εὑρίϲκεται διφθόγγῳ παραληγόμενα οἶον ἵϲταιμι, κίχραιμι, γέλαιμι διὰ τῆϲ αι διφθόγγου δῆλον οὖν ὅτι οὐκ ἐϲτιν Αἰολικά. ἀπὸ πνεύματοϲ δέ, ὅτι οἱ Αἰολεῖϲ ψιλωτικοί ἐϲτιν οἷον ὔμμεϲ, ἄμμιν· τὸ δὲ ἵημι καὶ ἵϲτημι δαϲύνεται· ἄρα οὐκ ἔϲτι τὰ εἰϲ μι Αἰολικά. ἀπὸ ποϲότητοϲ δὲ ϲυλλαβῶν, ὅτι οὐδέποτε παρ’ ἡμῖν τὰ εἰϲ μι ἁπλᾶ ὄντα ὑπερβαίνει. τὰϲ τρεῖϲ ϲυλλαβὰϲ οἶον τίθημι, δίδωμι, ὄμνυμι, χωρὶϲ τοῦ ὀρέγνυμι καὶ κορέννυμι καὶ πετάννυμι καὶ ὀμόργνυμι καὶ ὀνίνημι ὃ ϲημαίνει τὸ ὠφελῶ· παρὰ δὲ τοῖϲ Αἰολεῦϲι πολλάκιϲ εὑρίϲκεται εἰϲ μι ὑπερβαίνοντα τὰϲ τρεῖϲ ϲυλλαβὰϲ οἷον ἐλευθέρωμι, δοκίμωμι· δῆλον οὖν οὐκ ἔϲτιν Αἰολικὰ τὰ εἰϲ μι. πρόϲκειται «ἁπλᾶ ὄντα» διὰ τὸ ἀποδίδωμι καὶ ϲυνίϲτημι καὶ ἀποτίθημι· ταῦτα γὰρ ὑπερβαίνει τὰϲ τρεῖϲ ϲυλλαβὰϲ ἀλλ’ οὐκ ἔϲτιν ἁπλᾶ. ἀπὸ τῶν πρωτοτύπων δείκνυται, ὅτι οὐδέποτε παρὰ τοῖϲ Αἰολεῦϲιν ἀπὸ βαρυτόνων γίνεται τὰ εἰϲ μι, ἀλλ’ ἀπὸ τῶν περιϲπωμένων οἶον ἐλευθερῶ ἐλευθέρωμι, δοκιψιῶ δοκίμωμι, γελῶ γέλαιμι· καὶ ἡ αἰτία δήλη ἐϲτίν· ἐπειδὴ γάρ, ὡϲ προείρηται, οἱ Αἰολεῖϲ βαρυντικοί εἰϲι, τὰ δὲ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, χωρὶϲ τοῦ φημί καὶ ἠμί καὶ εἰμί τὸ ὑπάρχω, τούτου χάριν τὰ εἰϲ υ περιϲπώμενα μεταποιοῦϲιν εἰϲ μι, ἵνα μεταδιώξωϲι χαρακτῆρα