Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲτέον δέ, ὁ μὲν Ἡρωδιανὸϲ φηϲίν, ὅτι κυρίωϲ [*](1. 8 de ἐϲμέν et ἐμέν cf. Mon. 23, 32. l. 20 cf. περὶ ῥημάτων fr. l. 30 de «παῖδα ἔντα» v. Ahrens dial. dor. p. 324, qui propter παρέντων, quod apud Alcmanem erat, hoc fortasse eidem Alemani tribuendum conicit.)

834
διαίρεϲίϲ ἐϲτιν αὕτη ἡ ἐν τῷ τιθεῖϲι τιθέαϲι καὶ διδοῦϲι διδόαϲι καὶ ζευγνῦϲι ζευγνύαϲι, καὶ πιϲτοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν. ἰδοὺ γάρ, φηϲίν, ἐν τῷ Δημοϲθένεαϲ Δημοϲθένειϲ τὸ εα εἰϲ τὴν ει δίφθογγον ϲυναιρεῖται, καὶ πάλιν ἐν τῷ ἰχθύαϲ ἰχθῦϲ τὸ υ καὶ τὸ α εἰϲ τὸ υ ϲυναιρεῖται, καὶ πάλιν ἐν τῷ βόαϲ βοῦϲ τὸ ο καὶ α εἰϲ τὴν ου δίφθογγον ϲυναιρεῖται· οὐκοῦν καὶ ἐν τῷ τιθεῖϲι τιθέαϲιν ἡ ει δίφθογγοϲ εἰϲ τὸ ε καὶ α διῃρέθη, καὶ ἐν τῷ ζευγνῦϲι καὶ ζευγνύαϲι τὸ υ εἰϲ τὸ υ καὶ α διῃρέθη, καὶ ἐν τῷ διδοῦϲι διδόαϲιν ἡ ου δίφθογγοϲ εἰϲ τὸ ο καὶ α διῃρέθη.

ἰϲτέον δὲ ὅτι ὁ Ἡρωδιανὸϲ ἄλλην ἀπολογίαν ἔχει. ἔχει δὲ οὕτωϲ· καθόλου τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ πρὸϲ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἢ ἰϲοϲυλλαβεῖν θέλει ἢ πλεονοϲυλλαβεῖν· καὶ ἰϲοϲυλλαβεῖν μέν, ὅταν ἄρχηται ἀπὸ ϲυμφώνου οἷον τύπτουϲιν ἔτυπτον, βοῶϲιν ἐβόων, δῆλον ὅτι χωρὶϲ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων, καταγράφουϲι γὰρ πενταϲυλλάβωϲ, καὶ κατέγραφον τετραϲυλλάβωϲ· πλεονοϲυλλαβεῖν δέ, ὅταν ἀπὸ φωνήεντοϲ ἄρχηται, οἷον ἄγουϲιν ἦγον, ἑρμηνεύουϲιν ἡρμήνευον· ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι εἰ μὴ ἐγένετο αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ κατὰ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ, τὸ ἐναντίον ϲυνέβαινεν, ὅπερ ἐϲτὶν ἄτοπον· ἤμελλε γὰρ ἀπὸ ϲυμφώνου ἄρχεϲθαι τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ μὴ ἰϲοϲυλλαβεῖν τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον, οἷον τιθεῖϲιν ἐτίθεϲαν, διδοῦϲιν ἐδίδοϲαν, ζευγνῦϲιν ἐζεύγνυϲαν· καὶ πάλιν ἤμελλεν ἀπὸ φωνήεντοϲ ἄρχεϲθαι τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ ἰϲοϲυλλαβεῖν τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον, οἶον ἱεῖϲι τὸ πέμπουϲιν ἵεϲαν καὶ ἀφίεϲαν ἐν ϲυνθέϲει. τούτου οὖν χάριν γίνεται αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ, ἵνα φυλαχθῇ ἡ ἀκολουθία Οἷον τιθέαϲιν ἐτίθεϲαν, διδόαϲιν ἐδίδοϲαν, ζευγνύαϲιν ἐζεύγνυϲαν, ὀλλύαϲιν ὤλλυϲαν. ἰδοὺ γὰρ εὑρίϲκεται ἀπὸ ϲυμφώνου ἀρχόμενα τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ ἰϲοϲυλλαβοῦντα τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἀπὸ φωνήεντοϲ ἀρχομένων, δῆλον ὅτι τῶν τρίτων προϲώπων τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὡϲ ἡ ἀκολουθία ἀπαιτεῖ.

[*](1. 9 quod contra Choeroboscus dicit in illis accusativis non synaeresin locum habere, sed homophoniam cum nominativis et Apollonius citatur docens diphthongos non dissolvi nisi in eas vocales, ex quibus constarent , neque ει in τιθεῖϲι in εα dissolvi posse, quia ει non ex his contractum sit. Tum Choerob . 862, 22 περὶ γὰρ τῆϲ αἰτιατικῆϲ τῶν πληθυντικῶν ὦν παρέθετο ὁ Ἡρωδιανὸϲ εἰρήκαμεν, ὡϲ οὐκ ἐγένετο κατὰ ϲυναίρεϲιν, ἀλλ’ ὁμοφωνία ἐϲτὶ τῆϲ εὐθείαϲ πληθυντικῶν. Sed Herodianus etiam aliam tuendarum distractarum specierum τιθέαϲι διδόαϲι ζευ γνύαϲι rationem iniit.)
835

πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ εἰϲ μι λήγων τρέπων τὴν μι εἰϲ ν καὶ τὴν ἄρχουϲαν ἐκτείνων χρονικῶϲ ἢ ϲυλλαβικῶϲ τὸν παρατατικὸν ποιεῖ· ἵημι τὸ πέμπω ἵην, δίδωμι ἐδίδων, ὄλλυμι ὤλλυν, ὀμόργνυμι ὠμόργνυν. ἰϲτέον δὲ ὅτι, ὡϲ ὁ Ἡρωδιανὸϲ λέγει, τὸ ἐδίδων ἡ παράδοϲιϲ διὰ τῆϲ ου διφθόγγου οἶδεν οἷον ἐδίδουν, ὡϲ ἀπὸ τοῦ διδῶ διδοῖϲ ὥϲπερ χρυϲῶ χρυϲοῖϲ ἐχρύϲουν· τὸ δὲ ἐτίθην καὶ ἵην, ϲημαίνει δὲ τὸ ἔπεμπον, διὰ τῆϲ ει διφθόγγου οἷον ἐτίθειν καὶ ἵειν, ἐξ οὐ τὸ ἐτίθει καὶ ἵει, ὡϲ παρὰ τῷ ποιητῇ (Α 25) «ἀλλὰ κακῶϲ ἀφίει » · τὸ δὲ « ἦν ἐγώ » ὃ ϲημαίνει τὸ ὑπῆρχον γέγονεν οὕτωϲ· ἔϲτιν εἰμί ὃ ϲημαίνει τὸ ὑπάρχω, τούτου ὁ παρατατικὸϲ εἶν διὰ τῆϲ ει διφθόγγου τροπῇ τῆϲ μι εἰϲ ν καὶ λοιπὸν Ἀττικῶϲ ἐπεκτείνεται τὸ ε εἰϲ τὸ η ὥϲπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰϲ ην ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, καὶ καθόλου τὰ εἰϲ ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον βοῶν, γελῶν, περῶν. ἔχομεν δὲ τὴν χρῆϲιν τοῦ « ἦν ἐγώ » παρὰ Ἀριϲτοφάνει Πλούτῳ (28)

  • ἐγὼ θεοϲεβὴϲ καὶ δίκαιοϲ ὢν ἀνὴρ
  • κακῶϲ ἔπραττον καὶ πένηϲ ἦν,
  • καὶ παρὰ Μενάνδρῳ ἐν τῷ Γεωργῷ (Com. ed. Mein. IV 98)
  • ἦν δὲ οὐ πονηρόϲ, οὐδ’ ἐδόκουν,
  • ἀντὶ τοῦ ὑπῆρχον. τοῦτο δὲ τὸ ἦν κατὰ διάλυϲιν Ἰωνικὴν τοῦ η εἰϲ ε καὶ α γίνεται ἔα ὥϲπερ Ξέρξην Ξέρξεα, ὡϲ παρὰ τῷ ποιητῇ (ξ 222) «τοῖοϲ ἔ ’ ἐν πολέμῳ» καὶ πάλιν (Ε 887 ) «ἤ κεν ζὼϲ ἀμενηνὸϲ ἔα ». τὸ δὲ ν ἀπεβλήθη τοῦ ἦν ἐν τῷ ἔα, ἐπειδὴ τὸ α ἀποβλητικόν ἐϲτι τοῦ ν οἷον Ξέρξην Ξέρξεα, ἐτετύφειν ἐτετύφεα τὸ γὰρ μοῦϲα μοῦϲαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίϲεωϲ ἔχει τὸ ν καὶ οὐ κατὰ πάθοϲ ἐϲτὶν ὥϲπερ ταῦτα. καὶ λοιπὸν ἀπὸ τοῦ ἔα κατὰ κρᾶϲιν ποιοῦνται οἱ Ἀττικοὶ τοῦ ἑ καὶ α εἰϲ η ὥϲπερ τείχεα τείχη καὶ λέγουϲιν ἦ, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Ὄρνιϲιν (97)
  • ἄνθρωποϲ,
  • ἦ γὰρ, ὦ ξένοι,
  • ἀντὶ τοῦ ὑπῆρχον. ταῦτα περὶ τοῦ ἦν ἐγώ· τὸ δὲ «ἦν ἐκεῖνοϲ » οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι ἀλλ’ ἀπὸ τῶν εἰϲ ω· ὅϲον γὰρ κατὰ ἀναλογίαν τοῦ ἦν πρώτου προϲώπου καὶ τοῦ ἦϲ δευτέρου ὤφειλε τὸ τρίτον κατὰ ἀποβολὴν τοῦ ϲ εἶναι ἦ, ὥϲπερ ἐτύφθηϲ ἐτύφθη. ἀλλ’ ἔτι τὸ « ἦν ἐκεῖνοϲ », ὥϲπερ εἴρηται, ἀπὸ τῶν εἰϲ ω γέγονεν οὕτωϲ· ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω, τούτου ὁ μέϲοϲ παρακείμενοϲ ἦα, ὡϲ παρὰ τῷ ποιητῇ (ξ 212) [*](1. 5 praeceptum de ἐδίδουν transiit in E. M. 316, 20 cf. etiam An. Paris. III 312, 10 ἰϲτέον ὅτι τοῦ τίθημι καὶ ἵημι καὶ δίδωμι οἱ παρῳχημένοι μᾶλλον ἀπὸ τῶν εἰϲ ω εἰϲὶν ἐν χρήϲει ἤπερ ἀπὸ τῶν εἰϲ μι οἷον «ὥϲ εἰπὼν ἐν χερϲὶ τίθει» (γ 51) καὶ «ἐδίδουν αὐτῷ ῥαπίϲματα» (Ev. Joh.19, 3) l. 24 de ἦα et ἔα Ιonicis)
    836
    «ἦα φυγοπτόλεμοϲ », ὁ δεύτεροϲ ἀόριϲτοϲ ἦον ἦεϲ ἦε τὸ δὲ ε γίνεται πολλάκιϲ ἐφελκυϲτικὸν τοῦ ν οἷον ἔλαβε ἔλαβεν· οὕτωϲ οὖν ἦε καὶ ἦεν μετὰ τοῦ ν, ὡϲ παρὰ τῷ ποιητῇ (θ 232)
  • ἦεν ἐπηετανόν.
  • ἐπεὶ οὐ κομιδὴ κατὰ νῆαϲ
  • καὶ λοιπὸν κρᾶϲιϲ παρακολουθεῖ τοῦ η καὶ τοῦ ε εἰϲ τὸ η καὶ γίνεται ἦν τὸ γὰρ ἦον δευτέρου ἀορίϲτου ἐϲτίν, ὡϲ δηλοῖ ἡ μετοχὴ ἐὼν οὖϲα ὀξύτονοϲ αἱ γὰρ εἰϲ ω ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίϲτου εἰϲὶν οἷον ἔτυπον τυπών, ἔλαβον λαβών.