Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πᾶν πρῶτον πρόϲωπον εἰϲ ν λῆγον μετὰ φυϲικῆϲ μακρᾶϲ μὴ ἔχον τὸ μ κλιτικὸν τροπῇ τοῦ ν εἰϲ ϲ ποιεῖ τὸ δεύτερον πρόϲωπον οἷον ἐτύπην ἐτύπηϲ, ἐτύφθην ἐτύφθηϲ, ἐδάμην ἐδάμηϲ· τὸ γὰρ μ οὐκ ἔϲτι κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτὸ δαμνῶ γάρ ἐϲτιν ὁ ἐνεϲτώϲ καὶ ἔχει τὸ μ· οὕτωϲ οὖν καὶ ἐτίθην ἐτίθηϲ τροπῇ τοῦ ν εἰϲ ϲ καὶ ἵϲτην ἵϲτηϲ καὶ ἐδίδων ἐδίδωϲ καὶ ἐζεύγνυν ἐζεύγνυϲ καὶ ἦν ἀντὶ τοῦ ὑπῆρχον ἦϲ καὶ κατ’ ἐπέκταϲιν τῆϲ θα ϲυλλαβῆϲ ἧϲθα, ὥϲπερ ἔφην ἔφηϲ ἔφηϲθα· τοιοῦτόν ἐϲτι καὶ τὸ οῖϲθα, τὸ γὰρ οἶδα οἴδημι φαϲὶν οἱ Αἰολεῖϲ, εἶτα τούτου τὸ δεύτερον οἴδηϲ καὶ κατ’ ἐπέκταϲιν τῆϲ θα ϲυλλαβῆϲ οἴδηϲθα καὶ κατὰ ϲυγκοπὴν οἶϲθα.

πᾶν πρῶτον ἐνικὸν εἰϲ ν λῆγον μὴ ἔχον τὸ μ κλιτικὸν πρὸ τοῦ ν λαμβάνον τὸ με τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἷον ἔτυπτον ἐτύπτομεν, ἐχρύϲουν ἐχρυϲοῦμεν, ἐβόων ἐβοῶμεν, ἐτύφθην ἐτύφθημεν, ἔγνων ἔγνωμεν· ἐπὶ δὲ τοῦ παρατατικοῦ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ πληθυντικοῖϲ οἷον ἐτίθην ἐτίθεμεν, ἵϲτην ἵϲταμεν, ἐδίδων ἐδίδομεν, ἐζεύγνυν ἐζεύγνυμεν, ἔφην ἔφαμεν· τὸ γὰρ ἔφημεν δευτέρου ἀορίϲτου ἐϲτίν ὥϲπερ ἔϲτην ἔϲτημεν καὶ ἔβην ἔβημεν· τὸ ἦν ἦμεν λόγῳ ἀρχούϲηϲ ἐφύλαξε τὸ η, ἐπειδὴ γὰρ τοῦτο διϲύλλαβόν ἐϲτι καὶ τὴν αὐτὴν ἔχει ἄρχουϲαν καὶ παραλήγουϲαν, τούτου χάριν τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ ἐφύλαξε τὸ η καὶ οὐ τῷ λόγῳ τῆϲ παραληγούϲηϲ ϲυνέϲτειλεν αὐτό. διὰ τοῦτο δὲ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ πληθυντικοῖϲ, ἐπειδὴ ὁ παρατατικὸϲ ϲυγγένειαν ἔχει πρὸϲ τὸν ἐνεϲτῶτα· παρῳχημένοϲ γάρ ἐϲτιν αὐτοῦ, καὶ διὰ τοῦτο δὲ ἐξ αὐτοῦ κανονίζεται. ἐπειδὴ οῦν ἐπὶ τῶν εἰϲ μι ὁ ἐνεϲτὼϲ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἷον τίθημι τίθεμεν, ἵϲτημι ἵϲταμεν, δίδωμι δίδομεν, ζεύγνυμι ζεύγνυμεν, καὶ ἡ αἰτία προείρηται, ὅτι τοῦτο γίνεται πρὸϲ τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ τῆϲ μετοχῆϲ (ταῦτα γὰρ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν, ἤγουν θέϲει μακράν), τούτου χάριν καὶ ὁ παρατατικὸϲ ἐπὶ τῶν εἰϲ μι πρὸϲ ἀναλογίαν τοῦ ἐνεϲτῶτοϲ ϲυϲτέλλει τὴν παραλήγουϲαν αὐτοῦ ἐν τοῖϲ πληθυντικοῖϲ. ἰϲτέον δὲ ὅτι ὁ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἐπὶ τῶν εἰϲ μι οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν αὐτοῦ ἐν τοῖϲ πληθυντικοῖϲ οἷον ἔϲτην ἔϲτημεν, ἔβην ἔβημεν, ἔγνων ἔγνωμεν, ἥλων ἥλωμεν, ἐβίων ἐβίωμεν, ἔφην ἔφημεν· τὸ γὰρ ἔφαμεν παρατατικόϲ ἐϲτι. ϲεϲημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν, ὅτι δευτέρου ἀορίϲτου ὄντα ϲυνέϲτειλε τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ.

ἐπὶ τῶν εἰϲ μι ἐκ τοῦ μέλλοντοϲ κανονίζεται ἡ ἄρχουϲα τοῦ παρακειμένου. ἔϲτιν οὖν θήϲω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενοϲ διὰ τοῦ η ὥϲπερ ποιήϲω πεποίηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον [*](imperfeeti formis cf. Il. Pros.Ε 887 τὸ ἔα Ἰωνικόν ἐϲτιν ἐκ τοῦ ἦν γεγονόϲ. διὸ ϲυϲταλτέον τὸ α ὁμοίωϲ τῷ «τοῖοϲ ἔα ἐν πολέμῳ» (ξ 222) ὃ καὶ διὰ τοῦ η λέγεται «οὐκ ἀποφώλιοϲ ἦα οὐδὲ φυγοπτόλεμοϲ» (ξ 213). l. 33 supra Choer. 670, 14 ═  περὶ ῥημ fragm. 31, not. δάμνω scriptum cst l. 19 cf. περὶ ῥημάτων fr. 6.)

837
γέγονε τέθεικα διὰ τῆϲ ει διφθόγγου ὥϲπερ ἥρωεϲ, εἴρωεϲ· οὕτωϲ δὲ καὶ ἐπεκράτηϲε γράφεϲθαι· ὁ μέντοι τέθειμαι παρακείμενοϲ παθητικὸϲ οὐ κατὰ Βοιωτοὺϲ ἔχει τὴν ει δίφθογγον, ὥϲπερ ὁ τέθεικα ἐνεργητικὸϲ παρακείμενοϲ· οὐδὲ γὰρ ἔχει ἐν τῇ παραληγούϲῃ τὸ η, ἵνα τραπῇ Βοιωτικῶϲ τὸ η εἰϲ τὴν ει δίφθογγον, ὥϲπερ ἐπὶ τοῦ τέθεικα, ἀλλ’ ἀπὸ τοῦ τέθεμαι ἀναλόγωϲ κατὰ πλεοναϲμὸν τοῦ ι γέγονε τέθειμαι. τούτων οὕτωϲ ἐχόντων, ἀπὸ τοῦ ἵϲτημι ϲτήϲω ὤφειλεν εἶναι ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἕϲτηκα διὰ τοῦ η, ἐπειδὴ καὶ ὁ μέλλων τὸ η ἔχει οἷον ϲτήϲω ὥϲπερ ποιήϲω πεποίηκα· οὐ λέγομεν δὲ οὕτωϲ ἀλλὰ ἕϲτακα διὰ τοῦ α. ἔϲτι δὲ εἰπεῖν τὴν ἀπολογίαν ταύτην ἔϲτιν ἑϲτήκω ὁ ἐνεϲτώϲ, ὅϲτιϲ φωνὴν μὲν ἔχει ἐνεργητικὴν, πάθοϲ δὲ ϲημαίνει (οὐδὲν γὰρ ϲημαίνει τὸ ἑϲτήκω ἄλλο Ι ἀλλά τὸ ἵϲταμαι ἐγώ), ἐξ οὗ ὁ μέλλων ἑϲτήξω καὶ τὸ ἀπαρέμφατονἑϲτήξειν, ὡϲ παρὰ Καλλιμάχῳ (Η. Ap. 15)
  • ἑϲτήξειν δὲ τὸ τεῖχοϲ ἐπ’ ἀρχαίοιϲι θεμέθλοιϲ.
  • τούτου τοῦ ἑϲτήκω ὁ μέϲοϲ παρακείμενοϲ ἕϲτηκά ἐϲτι, διὰ μὲν ϲυμφώνου τοῦ ἐνεϲτῶτοϲ ἀναλόγωϲ ἐκφερόμενοϲ (τοῦτο γὰρ ἴδιον τῶν μέϲων παρακειμένων), ἡμαρτημένοϲ δὲ κατὰ τὴν ἄρχουϲαν, καθὸ οὐκ ἐμεγεθύνθη χρονικῶϲ τὸ γὰρ ε διχῶϲ πέφυκε μεγεθύνεϲθαι· ἢ γὰρ διὰ τῆϲ προϲθήκηϲ τοῦ ι οἷον ἔχω εἶχον, ἕλκω (ἷλκον, διὰ τοῦ τρέπεϲθαι εἰϲ η οἷον ἐλεῶ ἠλέουν. ἵνα οὖν μὴ ϲυνεμπέϲῃ τῷ ἕϲτηκα μέϲῳ παρακειμένῳ, τῷ ὄντι ἀπὸ τοῦ ἑϲτήκω ἐνεϲτῶτοϲ, ὁ ἕϲτηκα ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ὁ ὢν ἀπὸ τοῦ ἵϲτημι ἐνεϲτῶτοϲ τούτου χάριν πρὸϲ ἀντιδιαϲτολὴν ἐκείνου διὰ τοῦ α ἐξενέχθη κατὰ τὴν παραλήγουϲαν.