Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
εἴρηται ὅτι ἐπὶ ἐνεϲτώτων [καὶ μελλόντων] τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν ὁμόφωνον γίνεται τῇ δοτικῇ τῶν πληθυντικῶν τῆϲ ἰδίαϲ μετοχῆϲ οἷον οἱ τύπτοντεϲ τῶν τυπτόντων τοῖϲ τύπτουϲι καὶ τύπτουϲιν ἐκεῖνοι. οὕτωϲ οὖν καὶ ἐν τοῖϲ .τιθεῖϲι καὶ τιθεῖϲιν ἐκεῖνοι, καὶ τοῖϲ ἱϲτᾶϲι καὶ ἱϲτᾶϲιν ἐκεῖνοι, καὶ τοῖϲ διδοῦϲι καὶ διδοῦϲιν ἐκεῖνοι, καὶ τοῖϲ ζευγνῦϲι καὶ ζευγνῦϲιν ἐκεῖνοι. ϲεϲημείωται τὸ φαϲί καὶ εἰϲίν, ὅτι τῆϲ μετοχῆϲ βαρυνομένηϲ τὸ ῥῆμα ὠξυτονήθη· ἔϲτι γὰρ ἡ μετοχὴ τῶν φάντων τοῖϲ φᾶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα φαμέν φατέ φαϲίν ὀξυτόνωϲ· καὶ πάλιν ὁ εἴϲ τοῦ ἔντοϲ τῷ ἔντι τὸν ἔντα ἀντὶ τοῦ ὑπάρχοντα, ὡϲ καὶ ἡ χρῆϲιϲ δηλοῖ οὕτωϲ ἔχουϲα «παῖδα ἔντα » ἀντὶ τοῦ παῖδα ὑπάρχοντα· καὶ λοιπὸν τὰ πληθυντικὰ οἱ ἔντεϲ τῶν ἔντων τοῖϲ εἶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα ἐϲμέν ἐϲτέ εἰϲίν ὀξυτόνωϲ.
ἰϲτέον δὲ ὅτι ταῦτα, φημὶ δὴ τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ τῶν εἰϲ μι, οἱ Ἀττικοὶ προϲόδῳ τοῦ α καὶ ϲυϲτολῇ τῆϲ παραληγούϲηϲ προφέρονται οἷον τιθεῖϲι τιθέαϲι, διδοῦϲι διδόαϲι, ζευγνῦϲι ζευγνύαϲιν ἐπὶ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ οὐδὲν τοιοῦτον ποιοῦϲι διὰ τὴν κακοφωνίαν· ἀπὸ τοῦ ἱϲτᾶϲι γὰρ εἰ ἐποίηϲαν προϲόδῳ τοῦ α ἰϲτάαϲιν, ἀλλεπαλληλία τοῦ α ηὑρίϲκετο, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο.
Ἰϲτέον δὲ ὅτι τὸ τιθέαϲι καὶ διδόαϲι καὶ ζευγνύαϲι μακρὸν ἔχουϲι τὸ α, ἐπειδὴ τὰ εἰϲ ι λήγοντα ῥήματα μακρὰ θέλει παραλήγεϲθαι οἷον τετύφαϲι. τούτων οὕτωϲ ἐχόντων, τὸ ἱεῖϲιν ὃ ϲημαίνει τὸ πέμπουϲι γίνεται ἱέαϲι προϲόδῳ τοῦ α καὶ ϲυϲτολῇ τῆϲ παραληγούϲηϲ, καὶ κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ ε καὶ α εἰϲ α μακρὸν ἱᾶϲι προπεριϲπωμένωϲ, καὶ ἐν ϲυνθέϲει ἀφιᾶϲιν.