Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
πᾶν πρῶτον πρόϲωπον εἰϲ ν λῆγον μετὰ φυϲικῆϲ μακρᾶϲ μὴ ἔχον τὸ μ κλιτικὸν τροπῇ τοῦ ν εἰϲ ϲ ποιεῖ τὸ δεύτερον πρόϲωπον οἷον ἐτύπην ἐτύπηϲ, ἐτύφθην ἐτύφθηϲ, ἐδάμην ἐδάμηϲ· τὸ γὰρ μ οὐκ ἔϲτι κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτὸ δαμνῶ γάρ ἐϲτιν ὁ ἐνεϲτώϲ καὶ ἔχει τὸ μ· οὕτωϲ οὖν καὶ ἐτίθην ἐτίθηϲ τροπῇ τοῦ ν εἰϲ ϲ καὶ ἵϲτην ἵϲτηϲ καὶ ἐδίδων ἐδίδωϲ καὶ ἐζεύγνυν ἐζεύγνυϲ καὶ ἦν ἀντὶ τοῦ ὑπῆρχον ἦϲ καὶ κατ’ ἐπέκταϲιν τῆϲ θα ϲυλλαβῆϲ ἧϲθα, ὥϲπερ ἔφην ἔφηϲ ἔφηϲθα· τοιοῦτόν ἐϲτι καὶ τὸ οῖϲθα, τὸ γὰρ οἶδα οἴδημι φαϲὶν οἱ Αἰολεῖϲ, εἶτα τούτου τὸ δεύτερον οἴδηϲ καὶ κατ’ ἐπέκταϲιν τῆϲ θα ϲυλλαβῆϲ οἴδηϲθα καὶ κατὰ ϲυγκοπὴν οἶϲθα.