πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ εἰϲ μι λήγων τρέπων τὴν μι εἰϲ ν καὶ τὴν ἄρχουϲαν ἐκτείνων χρονικῶϲ ἢ ϲυλλαβικῶϲ τὸν παρατατικὸν ποιεῖ· ἵημι τὸ πέμπω ἵην, δίδωμι ἐδίδων, ὄλλυμι ὤλλυν, ὀμόργνυμι ὠμόργνυν. ἰϲτέον δὲ ὅτι, ὡϲ ὁ Ἡρωδιανὸϲ λέγει, τὸ ἐδίδων ἡ παράδοϲιϲ διὰ τῆϲ ου διφθόγγου οἶδεν οἷον ἐδίδουν, ὡϲ ἀπὸ τοῦ διδῶ διδοῖϲ ὥϲπερ χρυϲῶ χρυϲοῖϲ ἐχρύϲουν· τὸ δὲ ἐτίθην καὶ ἵην, ϲημαίνει δὲ τὸ ἔπεμπον, διὰ τῆϲ ει διφθόγγου οἷον ἐτίθειν καὶ ἵειν, ἐξ οὐ τὸ ἐτίθει καὶ ἵει, ὡϲ παρὰ τῷ ποιητῇ (Α 25) «ἀλλὰ κακῶϲ ἀφίει » · τὸ δὲ « ἦν ἐγώ » ὃ ϲημαίνει τὸ ὑπῆρχον γέγονεν οὕτωϲ· ἔϲτιν εἰμί ὃ ϲημαίνει τὸ ὑπάρχω, τούτου ὁ παρατατικὸϲ εἶν διὰ τῆϲ ει διφθόγγου τροπῇ τῆϲ μι εἰϲ ν καὶ λοιπὸν Ἀττικῶϲ ἐπεκτείνεται τὸ ε εἰϲ τὸ η ὥϲπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰϲ ην ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, καὶ καθόλου τὰ εἰϲ ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον βοῶν, γελῶν, περῶν. ἔχομεν δὲ τὴν χρῆϲιν τοῦ « ἦν ἐγώ » παρὰ Ἀριϲτοφάνει Πλούτῳ (28)
ἐγὼ θεοϲεβὴϲ καὶ δίκαιοϲ ὢν ἀνὴρκακῶϲ ἔπραττον καὶ πένηϲ ἦν, καὶ παρὰ Μενάνδρῳ ἐν τῷ Γεωργῷ (Com. ed. Mein. IV 98)
ἦν δὲ οὐ πονηρόϲ, οὐδ’ ἐδόκουν, ἀντὶ τοῦ ὑπῆρχον. τοῦτο δὲ τὸ ἦν κατὰ διάλυϲιν Ἰωνικὴν τοῦ η εἰϲ ε καὶ α γίνεται ἔα ὥϲπερ Ξέρξην Ξέρξεα, ὡϲ παρὰ τῷ ποιητῇ (ξ 222) «τοῖοϲ ἔ ’ ἐν πολέμῳ» καὶ πάλιν (Ε 887 ) «ἤ κεν ζὼϲ ἀμενηνὸϲ ἔα ». τὸ δὲ ν ἀπεβλήθη τοῦ ἦν ἐν τῷ ἔα, ἐπειδὴ τὸ α ἀποβλητικόν ἐϲτι τοῦ ν οἷον Ξέρξην Ξέρξεα, ἐτετύφειν ἐτετύφεα τὸ γὰρ μοῦϲα μοῦϲαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίϲεωϲ ἔχει τὸ ν καὶ οὐ κατὰ πάθοϲ ἐϲτὶν ὥϲπερ ταῦτα. καὶ λοιπὸν ἀπὸ τοῦ ἔα κατὰ κρᾶϲιν ποιοῦνται οἱ Ἀττικοὶ τοῦ ἑ καὶ α εἰϲ η ὥϲπερ τείχεα τείχη καὶ λέγουϲιν ἦ, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Ὄρνιϲιν (97)
ἄνθρωποϲ,ἦ γὰρ, ὦ ξένοι, ἀντὶ τοῦ ὑπῆρχον. ταῦτα περὶ τοῦ ἦν ἐγώ· τὸ δὲ «ἦν ἐκεῖνοϲ » οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι ἀλλ’ ἀπὸ τῶν εἰϲ ω· ὅϲον γὰρ κατὰ ἀναλογίαν τοῦ ἦν πρώτου προϲώπου καὶ τοῦ ἦϲ δευτέρου ὤφειλε τὸ τρίτον κατὰ ἀποβολὴν τοῦ ϲ εἶναι ἦ, ὥϲπερ ἐτύφθηϲ ἐτύφθη. ἀλλ’ ἔτι τὸ « ἦν ἐκεῖνοϲ », ὥϲπερ εἴρηται, ἀπὸ τῶν εἰϲ ω γέγονεν οὕτωϲ· ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω, τούτου ὁ μέϲοϲ παρακείμενοϲ ἦα, ὡϲ παρὰ τῷ ποιητῇ (ξ 212)
[*](1. 5 praeceptum de ἐδίδουν transiit in E. M. 316, 20 cf. etiam An. Paris. III 312, 10 ἰϲτέον ὅτι τοῦ τίθημι καὶ ἵημι καὶ δίδωμι οἱ παρῳχημένοι μᾶλλον ἀπὸ τῶν εἰϲ ω εἰϲὶν ἐν χρήϲει ἤπερ ἀπὸ τῶν εἰϲ μι οἷον «ὥϲ εἰπὼν ἐν χερϲὶ τίθει» (γ 51) καὶ «ἐδίδουν αὐτῷ ῥαπίϲματα» (Ev. Joh.19, 3) l. 24 de ἦα et ἔα Ιonicis) 836
«ἦα φυγοπτόλεμοϲ », ὁ δεύτεροϲ ἀόριϲτοϲ ἦον ἦεϲ ἦε τὸ δὲ ε γίνεται πολλάκιϲ ἐφελκυϲτικὸν τοῦ ν οἷον ἔλαβε ἔλαβεν· οὕτωϲ οὖν ἦε καὶ ἦεν μετὰ τοῦ ν, ὡϲ παρὰ τῷ ποιητῇ (θ 232)
ἦεν ἐπηετανόν.ἐπεὶ οὐ κομιδὴ κατὰ νῆαϲ καὶ λοιπὸν κρᾶϲιϲ παρακολουθεῖ τοῦ η καὶ τοῦ ε εἰϲ τὸ η καὶ γίνεται ἦν τὸ γὰρ ἦον δευτέρου ἀορίϲτου ἐϲτίν, ὡϲ δηλοῖ ἡ μετοχὴ ἐὼν οὖϲα ὀξύτονοϲ αἱ γὰρ εἰϲ ω ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίϲτου εἰϲὶν οἷον ἔτυπον τυπών, ἔλαβον λαβών.