Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πᾶν πρῶτον ἐνικὸν εἰϲ ν λῆγον μὴ ἔχον τὸ μ κλιτικὸν πρὸ τοῦ ν λαμβάνον τὸ με τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἷον ἔτυπτον ἐτύπτομεν, ἐχρύϲουν ἐχρυϲοῦμεν, ἐβόων ἐβοῶμεν, ἐτύφθην ἐτύφθημεν, ἔγνων ἔγνωμεν· ἐπὶ δὲ τοῦ παρατατικοῦ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ πληθυντικοῖϲ οἷον ἐτίθην ἐτίθεμεν, ἵϲτην ἵϲταμεν, ἐδίδων ἐδίδομεν, ἐζεύγνυν ἐζεύγνυμεν, ἔφην ἔφαμεν· τὸ γὰρ ἔφημεν δευτέρου ἀορίϲτου ἐϲτίν ὥϲπερ ἔϲτην ἔϲτημεν καὶ ἔβην ἔβημεν· τὸ ἦν ἦμεν λόγῳ ἀρχούϲηϲ ἐφύλαξε τὸ η, ἐπειδὴ γὰρ τοῦτο διϲύλλαβόν ἐϲτι καὶ τὴν αὐτὴν ἔχει ἄρχουϲαν καὶ παραλήγουϲαν, τούτου χάριν τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ ἐφύλαξε τὸ η καὶ οὐ τῷ λόγῳ τῆϲ παραληγούϲηϲ ϲυνέϲτειλεν αὐτό. διὰ τοῦτο δὲ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ πληθυντικοῖϲ, ἐπειδὴ ὁ παρατατικὸϲ ϲυγγένειαν ἔχει πρὸϲ τὸν ἐνεϲτῶτα· παρῳχημένοϲ γάρ ἐϲτιν αὐτοῦ, καὶ διὰ τοῦτο δὲ ἐξ αὐτοῦ κανονίζεται. ἐπειδὴ οῦν ἐπὶ τῶν εἰϲ μι ὁ ἐνεϲτὼϲ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἷον τίθημι τίθεμεν, ἵϲτημι ἵϲταμεν, δίδωμι δίδομεν, ζεύγνυμι ζεύγνυμεν, καὶ ἡ αἰτία προείρηται, ὅτι τοῦτο γίνεται πρὸϲ τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ τῆϲ μετοχῆϲ (ταῦτα γὰρ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν, ἤγουν θέϲει μακράν), τούτου χάριν καὶ ὁ παρατατικὸϲ ἐπὶ τῶν εἰϲ μι πρὸϲ ἀναλογίαν τοῦ ἐνεϲτῶτοϲ ϲυϲτέλλει τὴν παραλήγουϲαν αὐτοῦ ἐν τοῖϲ πληθυντικοῖϲ. ἰϲτέον δὲ ὅτι ὁ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἐπὶ τῶν εἰϲ μι οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν αὐτοῦ ἐν τοῖϲ πληθυντικοῖϲ οἷον ἔϲτην ἔϲτημεν, ἔβην ἔβημεν, ἔγνων ἔγνωμεν, ἥλων ἥλωμεν, ἐβίων ἐβίωμεν, ἔφην ἔφημεν· τὸ γὰρ ἔφαμεν παρατατικόϲ ἐϲτι. ϲεϲημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν, ὅτι δευτέρου ἀορίϲτου ὄντα ϲυνέϲτειλε τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ.