Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἰϲτέον δὲ ὅτι ὁ Ἡρωδιανὸϲ ἄλλην ἀπολογίαν ἔχει. ἔχει δὲ οὕτωϲ· καθόλου τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ πρὸϲ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἢ ἰϲοϲυλλαβεῖν θέλει ἢ πλεονοϲυλλαβεῖν· καὶ ἰϲοϲυλλαβεῖν μέν, ὅταν ἄρχηται ἀπὸ ϲυμφώνου οἷον τύπτουϲιν ἔτυπτον, βοῶϲιν ἐβόων, δῆλον ὅτι χωρὶϲ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων, καταγράφουϲι γὰρ πενταϲυλλάβωϲ, καὶ κατέγραφον τετραϲυλλάβωϲ· πλεονοϲυλλαβεῖν δέ, ὅταν ἀπὸ φωνήεντοϲ ἄρχηται, οἷον ἄγουϲιν ἦγον, ἑρμηνεύουϲιν ἡρμήνευον· ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι εἰ μὴ ἐγένετο αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ κατὰ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ, τὸ ἐναντίον ϲυνέβαινεν, ὅπερ ἐϲτὶν ἄτοπον· ἤμελλε γὰρ ἀπὸ ϲυμφώνου ἄρχεϲθαι τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ μὴ ἰϲοϲυλλαβεῖν τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον, οἷον τιθεῖϲιν ἐτίθεϲαν, διδοῦϲιν ἐδίδοϲαν, ζευγνῦϲιν ἐζεύγνυϲαν· καὶ πάλιν ἤμελλεν ἀπὸ φωνήεντοϲ ἄρχεϲθαι τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ ἰϲοϲυλλαβεῖν τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον, οἶον ἱεῖϲι τὸ πέμπουϲιν ἵεϲαν καὶ ἀφίεϲαν ἐν ϲυνθέϲει. τούτου οὖν χάριν γίνεται αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ, ἵνα φυλαχθῇ ἡ ἀκολουθία Οἷον τιθέαϲιν ἐτίθεϲαν, διδόαϲιν ἐδίδοϲαν, ζευγνύαϲιν ἐζεύγνυϲαν, ὀλλύαϲιν ὤλλυϲαν. ἰδοὺ γὰρ εὑρίϲκεται ἀπὸ ϲυμφώνου ἀρχόμενα τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ ἰϲοϲυλλαβοῦντα τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἀπὸ φωνήεντοϲ ἀρχομένων, δῆλον ὅτι τῶν τρίτων προϲώπων τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὡϲ ἡ ἀκολουθία ἀπαιτεῖ.
[*](1. 9 quod contra Choeroboscus dicit in illis accusativis non synaeresin locum habere, sed homophoniam cum nominativis et Apollonius citatur docens diphthongos non dissolvi nisi in eas vocales, ex quibus constarent , neque ει in τιθεῖϲι in εα dissolvi posse, quia ει non ex his contractum sit. Tum Choerob . 862, 22 περὶ γὰρ τῆϲ αἰτιατικῆϲ τῶν πληθυντικῶν ὦν παρέθετο ὁ Ἡρωδιανὸϲ εἰρήκαμεν, ὡϲ οὐκ ἐγένετο κατὰ ϲυναίρεϲιν, ἀλλ’ ὁμοφωνία ἐϲτὶ τῆϲ εὐθείαϲ πληθυντικῶν. Sed Herodianus etiam aliam tuendarum distractarum specierum τιθέαϲι διδόαϲι ζευ γνύαϲι rationem iniit.)