Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἔαϲκε κατὰ ϲυϲτολήν. οὕτωϲ καὶ πάντεϲ· τὰ γὰρ διὰ τοῦ ϲκε παρηγμένα Ἰακῶϲ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν «ὧδε δέ τιϲ εἴπεϲκε» (271) καὶ «τὴν αὐτὸϲ φορέεϲκε» (0 646).

[*](1. 12 cur autem ἦν, non ἔν factum sit, Choeroboscus 536, 8 Herodiano, ut ex comparatione Il. Pros. patet, duce exposuit ἔϲτι ἦμεν ἦτε ἦϲαν καὶ γίνεται παρὰ τοῖϲ ποιηταῖϲ ἦν τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν καὶ ἰδοὺ ἐλλείπει μιᾷ ϲυλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ· οὐδὲ (pro οὗ καὶ) γέγονε πρὸϲ τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ τῆϲ μετοχῆϲ ἔϲτι γὰρ εἴϲ ἔντοϲ ἡ μετοχὴ καὶ ὀφείλει τὸ τρίτον τῶν πληθυντικῶν γενέϲθαι ἔν διὰ τοῦ ε, εἴϲ ἔντοϲ γὰρ ἡ μετοχή, ἀλλ’ ἐπειδὴ μονοϲύλλαβόϲ ἐϲτιν ἡ λέξιϲ καὶ τὴν αὐτὴν ἔχει ἄρχουϲαν καὶ. λήγουϲαν καὶ παραλήγουϲαν, τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ ἐφυλάχθη τὸ η καὶ οὐκ ἐγένετο τῷ λόγῳ τῆϲ παραληγούϲηϲ διὰ τοῦ ε. ἔϲτι καὶ ἄλλη τοιαύτη ἀπολογία, ἣν λέγει ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ αὐτοῦ μονοβίβλῳ (cf. supra).)[*](Etiam, quae Choeroboscus 536, 31 de formis ἐπληροῦϲαν et ἐϲχάζοϲαν profert, ex Herodiano petita esse videntur: πάλιν δὲ ἐκ τοῦ ἐναντίου εὑρίϲκομεν παρψχημένων τινῶν τρίτα πρόϲωπα πληθυντικὰ ἰϲοϲυλλαβοῦντα τοῖϲ ἰδίοιϲ πρώτοιϲ πληθυντικοῖϲ, τῆϲ μετοχῆϲ αὐτῶν μὴ οὔϲηϲ εἰϲ ϲ  μετ’ ὀξείαϲ τάϲεωϲ, οἷόν ἐϲτιν ὁ πληρῶν τοῦ πληροῦντοϲ ἡ μετοχή, καὶ δέον ἐϲτὶν εἰπεῖν τὰ πληθυντικὰ ἐπληροῦμεν ἐπληροῦτε καὶ τὸ τρίτον ἐπλήρουν, ἐνδέον μίᾳ ϲυλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ καὶ λῆγον εἰϲ τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ τῆϲ μετοχῆϲ, καὶ ὅμωϲ εὕρηται παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἑκάβῃ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν ἰϲοϲὐλλαβον τῷ ἰδίῳ πρώτῳ προϲώπῳ πληθυντικῷ οἶον ἐπληροῦϲαν, ἔνθα φηϲὶν (574) οἱ δ’ ἐπληροῦϲαν πυρὰν κορμοὺϲ φέροντεϲ πευκίνουϲ. καὶ πάλιν ἐϲτὶν ὁ ϲχάζων τοῦ ϲχάζοντοϲ ἡ μετοχή, καὶ πάλιν δέον εἶναι τὰ πληθυντικὰ ἐϲχάζομεν ἐϲχάζετε ἔϲχαζον, καὶ ὅμωϲ εὑρίϲκεται παρὰ Λυκόφρονι τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν ἰϲοϲύλλαβον τῷ ἰδίῳ πρώτῳ προϲώπῳ πληθυντικῷ ἐϲχάζοϲαν, ἔνθα φηϲὶν (21) καὶ ἀπὸ γῆϲ ἐϲχάζοϲαν ἀντὶ τοῦ ἀπέλυον· ταῦτα δὲ Καλχηδονίων ἰδιώματόϲ ἐϲτιν (Καρχηδονέων ἰδιώματα Μ; leg. cum Cobet. apud Gaisf. E. M. p. 8 Χαλκιδέων; cf. e. g. Sturz, d. dial. alexandr. p. 59).)[*](1. 15 explicatum de ϲκε paragoge praeceptum habemus ap. Choerob. p. 632 quod transiit in Ep. Cr. I 309, 12 (E. M. 624, 28), ex quibus quaedam menda. sustuli: τὰ Ἰωνικῶϲ γινόμενα διὰ τοῦ ϲκ κατὰ τὸ τρίτον πρόϲωπον ἀπὸ μὲν βαρυ- τόνων ὄντα ἔχει φωνῆεν πρὸ τοῦ ϲ καὶ κ τὸ ε οἶον τύπτεϲκε λάβεϲκε λέγεϲκε, ὑπεϲταλμένου τοῦ πρώτου ἀορίϲτου. καὶ τὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ τὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν εἰϲ μι ὁμοίωϲ τὸ ε ἔχει πρὸ τοῦ ϲ καὶ. κ οἶον ποίεϲκε, τίθεϲκεν, τὰ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἐν τῷ)
793

(Περὶ παρακειμένου).