Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἴ τιϲ εἶποι, διὰ τί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ α φαμὲν καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, λέγομεν ὅτι οὐ δύναται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ α ἐϲτὶ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰϲ μεν πληθυντικὰ τροπῇ τοῦ μεν εἰϲ τε τὸ δεύτερον ποιεῖ καὶ φυλάττει τὴν παραλήγουϲαν, ὅϲα ἔχει τὴν μετοχὴν εἰϲ ϲ οἷον ἐτίθεμεν ἐτίθετε, τιθείϲ γάρ, ἐδίδομεν ἐδίδοτε, διδούϲ γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείϲ γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώϲ γάρ, ἐτύψαμεν ἐτύψατε, τύψαϲ γάρ. λέγει δὲ ὁ Ἡρωδιανόϲ, ὅτι εὑρίϲκεται χρῆϲιϲ τῆϲ διὰ τοῦ ε γραφῆϲ, ὡϲ παρὰ Ἀριϲτοφάνει ἐν Ὄρνιϲι

  • ὑμεῖϲ δὲ πρεϲβεύεϲθε καὶ κεχήνετε
  • ἀντὶ τοῦ κεχήνατε.

    [*](παρατατικῷ μόνῳ τὸ α ἔχει πρὸ τοῦ ϲκ οἶον βόαϲκε γέλαϲκε· ἐν δὲ τῷ β΄ ἀορί- ϲτῳ ἐὰν ὅλωϲ γίνηται τὸ ε ἔχει πρὸ τοῦ ϲ καὶ κ, μυκῶ μυκᾶϲ ἔμυκον μύκεϲκε· τὰ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν εἰϲ μι καὶ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ δευτέρῳ ἀορίϲτῳ διὰ τοῦ α ἐκφέρεται πρὸ τοῦ ϲ καὶ κ οἶον ἵϲτημι ἵϲτηϲ ἵϲτη ἱϲταϲκε ἔϲτην ϲτάϲκε. τὰ δὲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ τῶν εἰϲ μι διὰ τοῦ ο ἐκφέρεται πρὸ τοῦ ϲκ οἷον ἐχρύϲουν ἐχρύϲοϲκε, ἐδίδων ἐδίδοϲκε τὰ δὲ τῆϲ τετάρ- τηϲ ϲυζυγίαϲ εἰϲ μι ϲυϲτέλλει τὸ δίχρονον μόνον πρὸ τοῦ ϲκ οἶον ζεύγνυμι ἐζεύ- γνυν ἐζεύγνυϲ ἐζεύγνυϲκε, ἔδυν ἔδυϲ ἔδυϲκε ὁ δὲ πρῶτοϲ ἀόριϲτοϲ ἐπὶ τῶν βαρυ- τόνων καὶ ἐπὶ τῶν περιϲπωμένων καὶ ἐπὶ τῶν εἰϲ μι τὸ α ἔχει πρὸ τοῦ ϲκ οἶον τύψα- ϲκε γράψαϲκε βοήϲαϲκε φήϲαϲκε πτήϲαϲκε (sic), καὶ τοῦτο εἰκότωϲ· τὸ γὰρ κεχρεω- ϲτημένον τῷ τρίτῳ προϲώπῳ ἀνεδέξατο ἐνταῦθα τὸ γὰρ τρίτον πρόϲωπον τοῦ πρώτου ἀορίϲτου διὰ τοῦ α ὤφειλεν εἶναι οἶον ἔτυψα ἔτυψαϲ καὶ ἔτυψα ἐκεῖνο, κατὰ ἀποβολὴν τοῦ ϲ, ἀλλ’ ἐπειδὴ οὐκ ἠδύνατο τὸ τρίτον πρόϲωπον ὁμοφωνεῖν κατά τὸν αὐτὸν ἀριθμὸν καὶ τὴν αὐτὴν διάλεκτον, καὶ τροπὴ παρηκολούθηϲε τοῦ α εἰϲ ε καὶ γέγονεν ἔτυψεν ἐκεῖνοϲ ἐνταῦθα δὲ ἐπειδὴ προϲερχομένου τοῦ ϲκ οὐκέτι γίνεται ὁμοφωνία τοῦ τρίτου προϲώπου πρὸϲ τὸ πρῶτον πρόϲωπον, προϲ- ἤλθε τὸ κεχρεωϲτημένον α οἶον τύψαϲκε ποιήϲαϲκε. ταῦτα δὲ οἱ Ἴωνεϲ· οἱ δὲ ποιηταὶ κατὰ μίμηϲιν τῶν Ἰώνων πολλάκιϲ καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόϲ- ωπον ποιοῦϲι διὰ τοῦ ϲκ οἶον τύπτεϲκον· χαίρεϲκον γὰρ ἔγωγε καὶ τύπτεϲκεϲ καὶ χαίρεϲκεϲ. λέγει δὲ ὁ Ἄβρων ὅτι εἴ τι προϲλαμβάνει ταῦτα κατὰ τὸ τέλοϲ, ἀποβάλλει κατὰ τὴν ἀρχὴν· καὶ γὰρ τὸ ἔτυπτε ποιοῦϲιν οἱ Ἴωνεϲ τύπτεϲκεν, ἀποβάλλοντεϲ ἐκ τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ καὶ προϲτιθέντεϲ κατὰ τὸ τέλοϲ· διά τοῦτο δὲ τὸ ἔτυ- πτεν ἐν τῷ τύπτεϲκεν ἀποβάλλει τὸ ε τὸ τῆϲ ἀρχούϲηϲ, ἐπειδὴ τὰ ποιητικὰ Ἰωνικὰ ταἰϲ ἰδίαιϲ μετοχαῖϲ θέλει ϲυνάρχεϲθαι οἶον ἔτυπτε τύπτε τύπτε δ’ ἐπιϲτροφάδην (Φ 20) πρὸϲ τὴν τύπτων μετοχὴν, ἦγον ἄγεν ἄγε δέ ἑ μοῖρα βαρεῖα (Ν 602?) πρὸϲ τὴν ἄγων μετοχὴν, ἥψατο ἅψατο ἅψατο δ’ ἡμιόνων (Ψ 666) πρὸϲ τὴν ἁψάμενοϲ μετοχήν, ἤκουϲα ἄκουϲα πρὸϲ τὴν ἀκούϲαϲ μετοχὴν πολλάκι γὰρ ϲέο πατρὸϲ ἐνί μεγάροιϲιν ὄκουϲα (Α 996). Simile adnotamentum recurrit in Ep. Cr. I 376, 14, ubi additur augmentum non semper omitti allatis «ἐμιϲγέϲκοντο πάροιθεν» (υ 7) «ἣ οἱ παρέκεϲκετ’ ἀμοι- βάϲ» (ξ 521) καίτοι ἐν ἑτέροιϲ τοῦτο χωρὶϲ τοῦ ε λέγει κέϲκετ’ ἐνὶ μεγάροιϲιν (φ 41). μήποτε δὲ ἡ πρόθεϲιϲ ὁλόκληρόϲ ἐϲτι καὶ ὀφείλει διὰ τοῦ α (pro β′) ἐκφέρεϲθαι παρακέϲκετο. ἔχομεν δὲ καὶ παρὰ τὸ ἐῶ ἐᾶϲ ἐᾷ εἴων εἴαϲ εἴα εἴαϲκε «ἀλλ’ οὐκ εἴαϲκε» (Υ 408). μήποτε δὲ καὶ τοῦτο κατὰ πάθοϲ γέγονε τοῦ ι πλεονάϲαντοϲ.)[*](l. 12 Buttmannus ΙΙ 324 Ὄρνιϲι vitiosum esse animadvertit, quum locus ex Acharn. 133 depromptus sit, sed potest Herodianus memoria lapsus esse; idem adnotavit κεχήνετε potius pro imperativo quam pro indicativo habendum esse.)
    794

    (Περὶ μέϲου παρακειμένου).