Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

(Περὶ παρατατικοῦ).

τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐϲτιν οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι. ἐν δὲ τοῖϲ ϲυγκοπεῖϲι τρίτοιϲ ἡ ϲυγκοπὴ ἀναδέχεται τὴν λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν, ἔϲτηϲαν ἔϲταν, ϲτάντοϲ γάρ· ἔβηϲαν ἔβαν, βάντοϲ γάρ· ἐκοϲμήθηϲαν ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (ϲ 68), φανέντοϲ γάρ· ἔφυμεν ἔφυτε ἔφυϲαν ἔφυν, ἐπεὶ φύντοϲ ἔδυμεν ἔδυτε ἔδυϲαν ἔδυν, ἐπεὶ δύντοϲ. περὶ δὲ τοῦ «τῆϲ δ’ ἦν τρεῖϲ κεφαλαί» (Hesiod. Theog. 321) ἐν τοῖϲ περὶ ῥήματοϲ ἐροῦμεν.