Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἄξιόν ἐϲτι ζητῆϲαι τοῦτο, εἰ ἄρα τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν εἴτε παθητικὰ εἴτε μέϲα τοῦ ἰδίου δευτέρου προϲώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖϲκλιτικὴν ἔκταϲιν τὸ προϲτακτικὸν ποιεῖ οἷον ἐτυπτόμην ἐτύπτου τύπτου καὶ ἐπὶ τοῖϲ ὁμοίοιϲ, διατί ὁ α΄ μέϲοϲ ἀόριϲτοϲ εἰϲ μην λήγων καὶ ἔχων τὸ μ κλιτικὸν οὐκ ἀποβάλλει τοῦ ἰδίου δευτέρου προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν καὶ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω, καὶ οὐ λέγομεν τὸ προϲτακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιηϲάμην ἐποιήϲω, καὶ οὐ λέγομεν τὸ προϲτακτικὸν ποιήϲω ἀλλὰ ποίηϲαι, ἐν ταὐτῷ δὲ ζητοῦμεν καὶ διὰ ποίαν αἰτίαν εἰϲ τὴν αι δίφθογγον λήγει τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου καὶ μέλλοντοϲ οἷον ποίηϲαι, λοῦϲαι, κτῆϲαι, ἄϲπαϲαι, κατάδεξαι, ἁμίλληϲαι, λόγιϲαι. καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν· ὅτι διὰ τοῦτο β΄ πρόϲωπον τοῦ μέϲου ἀορίϲτου πρώτου καὶ μέλλοντοϲ ἀποβάλλων τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν οὐ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω οὐ γίνεται τύψω, ἐπειδὴ τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν τότε ἔχει τὰ ἴδια προϲτακτικὰ ὁμοιοκατάληκτα. τοῖϲ ἰδίοιϲ δευτέροιϲ προϲώποιϲ, ἡνίκα καὶ τὸ προϲτακτικὸν τὸ ἐνεργητικὸν ἢ ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριϲτικῷ ἢ εἰϲ θι λήγει οἷον ἔτυπτον ἔτυπτεϲ ἔτυπτε τύπτε ὁμοιοκαταλήκτωϲ, ἀλλὰ καὶ ἐτυπτόμην ἐτύπτου τύπτου ὁμοιοκαταλήκτωϲ. πάλιν ἔϲτιν ἔτυπον ἔτυπεϲ τύπε ὁμοικαταλήκτωϲ καὶ ἐτυπόμην ἐτύπου τύπου καὶ τυποῦ Ἀττικῶϲ ὁμοιοκαταλήκτωϲ. πάλιν ἔϲτιν τέτυφα ὅθεν τετύφω ἐτέτυφον ἐτέτυφε καὶ τέτυφε ϲύ τὸ προϲτακτικὸν ὁμοιοκαταλήκτωϲ, ἀλλὰ καὶ ἐτετύμμην ἐτέτυψο τέτυψο ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἐδίδων ἐδίδωϲ ἐδίδω καὶ τὸ προϲτακτικὸν δίδοθι εἰϲ θι λήγει, ἀλλὰ καὶ ἐδιδόμην ἐδίδοϲο δίδοϲο ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἵϲτην ἵϲτηϲ ἵϲτη καὶ τὸ προϲτακτικὸν ἵϲταθι εἰϲ θι λήγει, καὶ ἱϲτάμην ἵϲταϲο τὸ προϲτακτικὸν ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἐπήγνυν ἐπήγνυϲ ἐπήγνυ καὶ τὸ προϲτακτικὸν πήγνυθι εἰϲ θι λήγει, ἀλλὰ καὶ ἐπηγνύμην ἐπήγνυϲο πήγνυϲο ὁμοιοκαταλήκτωϲ. εἰ οὖν τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου ἐνεργητικοῦ οὔτε ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριϲτικῷ, οὔτε εἰϲ θι λήγει, ἔτυψε γὰρ τὸ ὁριϲτικὸν καὶ τύψον τὸ προϲτακτικόν, δηλονότι εἰκότωϲ οὐ δύναται τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου ὁμοιοκαταληκτεῖν τῷ β΄ προϲώπῳ τοῦ μέϲου α΄ ἀορίϲτου ὁριϲτικοῦ. διατί δὲ εἰϲ τὴν αι δίφθογγον λήγει τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου, λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν· ἡ αι δίφθογγοϲ εὑρίϲκεται ἐν πάϲαιϲ ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι· καὶ γὰρ ἐν τοῖϲ ἀπαρεμφάτοιϲ εὑρίϲκεται οἷον τύψαι ποιῆϲαι, καὶ ἐν τοῖϲ εὐκτικοῖϲ οἷον ποιήϲαιμι ποιήϲαιϲ ποιήϲαι, καὶ ἐν τοῖϲ ὑποτακτικοῖϲ οἷον ἐὰν τύπτωμαι, καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ οἷον τύπτομαι. ἐπειδὴ οὖν ἐν πάϲαιϲ [*](1. 23 ex Herodiani sententia τέτυφα ὅθεν τετύφω ἐτέτυφον ἐτέτυφε scripsi pro τέτυφα τέτυφαϲ τέτυφε.)

821
ταῖϲ ἐγκλίϲεϲιν εὑρίϲκεται ἡ αι δίφθογγοϲ, εἰκότωϲ καὶ τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου εἰϲ τὴν αι δίφθογγον λήγει οἷον ποίηϲαι κατάδεξαι ἄϲπαϲαι, ἵνα εὑρεθῇ καὶ ἐν τοῖϲ προϲτακτικοῖϲ ἡ αι δίφθογγοϲ.

(Περὶ εὐκτικῶν).

íϲτέον ὅτι πολλὴν ὁμοιότητα ἔχει τὰ εὐκτικὰ πρὸϲ τὴν δοτικήν ὥϲπερ γὰρ τὸ ῑ χαρακτηριϲτικόν ἐϲτι τῆϲ δοτικῆϲ οἷον τῷ καλῷ, τῷ Αἴαντι, τὸν αὐτὸν τρόπον τὸ ῑ χαρακτηριϲτικόν ἐϲτι τῶν εὐκτικῶν οἶον τύπτοιμι τυπτοίμην τυφθείην. ἀλλ᾿ ἐν μὲν τῇ δοτικῇ κατὰ τὸ τέλοϲ εὑρίϲκεται τὸ ῑ οἷον τῷ ϲοφῷ, ἐν δὲ τοῖϲ εὐκτικοῖϲ κατὰ τὴν παραλήγουϲαν οἶον τύπτοιμι τυπτοίμην τυφθείην. ἄλλωϲ τε δὲ ἐν μὲν τῇ δοτικῇ οὐ πάντωϲ εὑρίϲκεται τὸ ῑ ἐν διφθόγγῳ οἶον Αἴαντι, βότρυϊ, ἐν δὲ τοῖϲ εὐκτικοῖϲ πάντωϲ ἐν διφθόγγῳ εὑρίϲκεται τὸ ῑ οἷον τύπτοιμι τυφθείη. πληϲιάζει δὲ καὶ κατ’ ἄλλο τὰ εὐκτικὰ τῇ δοτικῇ· ὥϲπερ γὰρ ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲιν οἱ Αἰολεῖϲ τὸ ῑ οἶον Ὁμήρω, ἀνθρώπω, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκιϲ ἀποβάλλουϲι τὸ ῑ. ἔϲτι γὰρ λάχοιμι, λάχοιϲ, λάχοι· τοῦτο γίνεται Ἀττικῶϲ λαχοίην λαχοίηϲ λαχοίη, ὥϲπερ ἐτύφθην ἐτύφθηϲ ἐτύφθη, καὶ ἀποβάλλουϲιν οἱ Αἰολεῖϲ τὸ ῑ καὶ λέγουϲι λαχόηϲ.

Δεῖ δὲ γινώϲκειν ὅτι τὰ εὐκτικὰ ἢ εἰϲ μι λήγει ἢ εἰϲ μην ἢ εἰϲ ην καθαρὸν οἷον τύπτοιμι τυπτοίμην τυφθείην. καὶ τὰ μὲν εἰϲ μι ἐνεργητικά ἐϲτιν ἢ μέϲα, οὐδέποτε δὲ παθητικά· ἐνεργητικὰ μὲν οἷον τύπτοιμι, βοῶμι, χρυϲοῖμι, τετύφοιμι, μέϲα δὲ οἷον τετύποιμι, δεδούποιμι, πεποίθοιμι. τὰ δὲ εἰϲ μην παθητικά ἐϲτιν ἢ μέϲα, οὐδέποτε δὲ ἐνεργητικά· παθητικὰ μὲν οἷον τυπτοίμην, λεγοίμην, χρυϲοίμην, μέϲα δὲ οἷον τυψαίμην λαβοίμην. τὰ δὲ εἰϲ ην καθαρὸν ἢ παθητικά ἐϲτιν ἢ ἐνεργητικά, οὐδέποτε δὲ μέϲα· ἐνεργητικὰ μὲν οἷον τιθείην, ἱϲταίην, γνοίην, δοίην, παθητικὰ δὲ οἷον τυφθείην, δαρείην, νυγείην. καὶ ἰϲτέον ὅτι ὅϲα μὲν ἔχει εἰϲ μενοϲ τὴν μετοχὴν, εἰϲ μην ἔχει τὸ εὐκτικὸν οἷον τυπτόμενοϲ τυπτοίμην, τυφθηϲόμενοϲ τυφθηϲοίμην, τυψάμενοϲ τυψαίμην· ὅϲα δὲ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην, εἰϲ ην καθαρὸν ἔχει τὸ εὐκτικὸν οἶον τυφθείϲ τυφθέντοϲ τυφθείην, δαρείϲ δαρέντοϲ δαρείην, ἱϲτάϲ ἱϲτάντοϲ ἱϲταίην, δούϲ δόντοϲ δοίην, γνούϲ γνόντοϲ γνοίην. τὰ δὲ μηδὲν τούτων ἔχοντα τουτέϲτι μήτε εἰϲ μενοϲ ἔχοντα τὴν μετοχὴν μήτε εἰϲ μετ’ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην εἰϲ μι ἔχει τὸ εὐκτικὸν οἶον τύπτων τύπτοντοϲ τύπτοιμι, βοῶν βοῶντοϲ βοῶμι, τετυφώϲ τετυφότοϲ τετύφοιμι. τοῦτο γὰρ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, ἵνα ποιήϲωμεν εἰϲ ην τὸ εὐκτικόν. δε δὲ γινώϲκειν ὅτι πολλάκιϲ εὑρίϲκομεν εἰϲ ην καθαρὸν εὐκτικὰ μὴ οὔϲηϲ τῆϲ μετοχῆϲ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένηϲ, περιπατοίην, περιπατῶν γὰρ περιπατοῦντόϲ ἐϲτιν ἡ μετοχὴ διὰ τοῦ ντ κλινομένη, μὴ οὔϲηϲ τῆϲ μετοχῆϲ, ἤγουν τῆϲ εὐθείαϲ, εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ. τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιοϲ ϲχηματίζει οὕτωϲ, λέγων, ὅτι ἔϲτι περιπατοῖμι περιπατοῖϲ περιπατοῖ καὶ Ἀττικῶϲ γίνεται περιπατοίη κατὰ πλεοναϲμὸν τοῦ η· καὶ ἐπειδὴ πᾶν τρίτον πρόϲωπον εἰϲ η καταλῆγον προϲθέϲει τοῦ ϲ ποιεῖ τὸ β΄ καὶ τροπῇ τοῦ ϲ εἰϲ ποιεῖ τὸ α΄ οἷον ἐτύφθη ἐτύφθηϲ ἐτύφθην, ἐδάρη ἐδάρηϲ ἐδάρην, ἐνύγη ἐνύγηϲ ἐνύγην, τούτου χάριν ἐγένετο τὸ β πρόϲωπον προϲθέϲει τοῦ ϲ περιπατοίηϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ τὸ ν περιπατοίην τὸ πρῶτον.