Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὁ δὲ Ἡρωδιανὸϲ ἀλλοίωϲ ϲχηματίζει αὐτὸ ὅτι ἀπὸ τοῦ περιπατοῖμι τροπῇ τῆϲ μι εἰϲ ην καὶ ἐκ τούτου τὸ [*](1. 15 pro Apollonii sententia: λαχοίη κατὰ πλεοναϲμὸν τοῦ η καὶ προϲθήκῃ τοῦ ϲ τὸ β΄ λαχοίηϲ καὶ τροπῇ τοῦ εἰϲ τὸ ν λαχοίην ὥϲπερ ἐτύφθη ἐτύφθη. ἐτύφθην Herodianeam posui.)

822
β΄ πρόϲωπον περιπατοίηϲ τροπῇ τοῦ ν εἰϲ ϲ καὶ τὸ γ΄ περιπατοίη ἀποβολῇ τοῦ ϲ, ὥϲπερ ἐτύφθην ἐτύφθηϲ ἐτύφθη, ἐδάρην ἐδάρηϲ ἐδάρη. τούτων οὕτωϲ ἐχόντων δεῖ γινώϲκειν ὅτι τὸ τρέφοιν, ὡϲ παρ᾿  Εὐριπίδῃ (fr. 152 Dind.)
  • ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλαϲ
  • γέγονε τοῦτον τὸν τρόπον ἔϲτι τρεφοίην ὡϲ περιπατοίην καὶ λοιπὸν ἀπὸ τοῦ τρεφοίην κατὰ ϲυγκοπὴν τοῦ η γέγονε τρέφοιν.

    πάντα τὰ εὐκτικὰ εἴτε εἰϲ μι λήγει εἴτε εἰϲ μην εἴτε εἰϲ ην καθαρὸν διφθόγγῳ θέλει παραλήγεϲθαι τῇ μετὰ τοῦ οἷον τύπτοιμι πεποιήμην τυπτοίμην τυψαίμην τυφθηϲοίμην τυφθείηϲ νυγοίην γνοίην δοίην. καὶ φυλάττει τὴν δίφθογγον καὶ ἐν τοῖϲ ἑνικοῖϲ καὶ ἐν τοῖϲ δυικοῖϲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ. δεῖ δὲ προϲθεῖναι, χωρὶϲ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι ταῦτα γὰρ οὐ παραλήγεται τῇ διφθόγγῳ· ζευγνύην γὰρ καὶ ὀμνύην χωρὶϲ τοῦ ῑ.

    Formas ὀμνύην, ζευγνύην, πηγνύην ῑ destitutas eodem modo quo ab Apollonio, de quo cf. Skrsecxka Apollon. Lehre vom Verbum I 6, ab Herodiano explicatas arbitror: Choer. 774, 13: καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ζευγνύην καὶ τὸ πηγνύην καὶ τὸ ὀμνύην προϲθέϲει τοῦ μ παθητικὰ γίνεται οἶον ζευγνύμην, πηγνύμην, ὀμνύμην. εἰ εἶχον τὸ ῖ κατὰ τὴν παραλήγουϲαν, ἤμελλον ἀποβάλλειν αὐτὸ ἐν τοῖϲ παθητικοῖϲ, ἐπειδὴ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον οὐχ εὑρίϲκεται ἐπιφερόμενον οἷον ἅρπυια, μυῖα, υἱόϲ ὃ οὖν εἶχον ἀποβάλλειν ἐν τοῖϲ παθητικοῖϲ, προαπέβαλον ἐν τοῖϲ ἐνεργητικοῖϲ. τούτου οὖν χάριν τὰ εὐκτικὰ ἐπὶ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι οὐ παραλήγεται διφθόγγῳ.

    ἰϲτέον ὅτι τὰ εἰϲ μὲν εὐκτικά, εἰ μὲν διφθόγγῳ παραλήγεται, ἀποβολῇ τοῦ μ τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἶον τύπτοιμεν τύπτοιεν, λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύφοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυϲοῖμεν χρυϲοῖεν. εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται, τροπῇ τῆϲ μεν εἰϲ ϲαν τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἶον τυφθείημεν τυφθείηϲαν, δαρείημεν δαρείηϲαν, νυγείημεν νυγείηϲαν. ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν δοίηϲαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι παραλήγεται· ἡνίκα δὲ γένηται κατὰ ϲυγκοπὴν τοῦ η

  • δοῖμεν δ᾿  Ἀτρείδαο θυγατρῶν εἷδοϲ ἀρίϲτην (N 378),
  • τότε τὸ γ΄ τῶν πληθυντικῶν δοῖεν γίνεται κατὰ ἀποβολὴν τοῦ μ, ἐπειδὴ διφθόγγῳ παραλήγεται οἶον
  • ὑμῖν μὲν θεοὶ δοῖεν (A 18).