Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τὸ «ὄψεϲθε Τρῶεϲ καὶ Τρῳάδεϲ» (Ω 704) ἐνεϲτῶτα εἶναί φηϲιν Ἡρωδιανὸϲ ἀπὸ τοῦ ὄψομαι γενόμενον μέλλοντοϲ· οὐ γὰρ μαντεύεται αὐτοῖϲ, φηϲίν, ἀλλ᾿  ἀντὶ τοῦ ἴδετε καὶ πάλιν «ἀλλ᾿  ὄψεϲθ᾿  ἵνα τώγε καθεύδετον» (θ 313).

τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν εἶτε παθητικὰ εἴτε μέϲα τοῦ ἰδίου β΄ προϲώπου ἀποβάλλοντα τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκταϲιν τὸ προϲτακτικὸν ποιεῖ, τοῦ αὐτοῦ δηλονότι τόνου φυλαττομένου οἶον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐγραφόμην ἐγράφου γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυϲούμην ἐχρυϲοῦ χρυϲοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίηϲο πεποίηϲο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου. ταῦτα δέ, φημὶ τὰ προϲτακτικὰ τοῦ β΄ μέϲου ἀορίϲτου, οἱ Ἀθηναῖοι περιϲπῶϲιν οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυθοῦ. ὑπεξαιρείϲθω δὲ ὁ πρῶτοϲ μέϲοϲ ἀόριϲτοϲ. ἐκεῖνοϲ γὰρ εἰϲ μην λήγει καὶ [*](1. 20 cf. E. M. 619, 1: οἴϲετε ῥῆμα προϲτακτικὸν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ. ἔϲτι γὰρ οἴϲω μέλλων καὶ μετάγεται εἰϲ ἐνεϲτῶτα. τοῦτο μεταγόμενον μέλλοντα οὐκ ἔχει. τὰ γὰρ ποιητικὰ ἀπὸ μελλοντοϲ εἰϲ ἐνεϲτῶτα μεταγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται· τούτου τὸ προϲτακτικὸν οἶϲε οἰϲέτω καὶ οἴϲετε ἀντὶ τοῦ ἄγετε. ἰϲτέον ὅτι τοῦ φέρω μέλλων οὐκ ἔϲτι. τοῦ δὲ οἴϲω ἐνεϲτὼϲ οὐκ ἔϲτι πλὴν ἔθοϲ τῷ ποιητῇ μετάγειν ἀπὸ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα. οὕτωϲ ἔχει καὶ τὸ ἄξετε ἀντὶ τοῦ φέρετε. v. praeterea E. M. 472, 15.)

819
ἔχει τὸ μ κλιτικόν, καὶ ὅμωϲ οὐκ ἀποβάλλει τοῦ ἰδίου β΄ προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν καὶ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω. οὐ λέγομεν τὸ προϲτακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιηϲάμην ἐποιήϲω, οὐ λέγομεν τὸ προϲτακτικὸν ποιήϲω ποίηϲα, καὶ πάλιν ἐλουϲάμην ἐλούϲω, οὐ λέγομεν τὸ προϲτακτικὸν λούϲω ἀλλὰ λοῦϲαι. πρόϲκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην. τοῦτο γὰρ εἰϲ μην λήγει καὶ ὅμωϲ εἰϲ θι ἔχει τὸ προϲτακτικὸν οἶον δάμηθι, καὶ οὐκ ἀπὸ τοῦ ἰδίου β΄ προϲώπου ποιεῖ αὐτὸ κατὰ ἀποβολὴν τῆϲ κατ᾿  ἀρχὴν κλιτικῆϲ ἐκτάϲεωϲ ἐδάμηϲ γάρ ἐϲτι τὸ β΄ πρόϲωπον καὶ οὐ γίνεται τὸ β΄ πρόϲωπον δάμηϲ ἀλλ᾿  οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἔπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτό. δάμνω γάρ ἐϲτιν ὁ ἐνεϲτὼϲ καὶ ἔχει τὸ μ.

πᾶν β΄ πρόϲωπον πληθυντικὸν ὁριϲτικὸν εἴτε ἐνεργητικὸν εἴτε παθητικὸν εἴτε μέϲον τροπῇ τοῦ ε εἰϲ ω προϲτακτικὸν τρίτον ἑνικὸν γίνεται ἐνεργητικὸν ἢ παθητικὸν ἢ μέϲον, δηλονότι καὶ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ ἀποβαλλομένηϲ χωρίϲ τοῦ παρακειμένου· καὶ ἐπὶ τῶν ἐνεργητικῶν ἁρμόζει ὁ αὐτὸϲ λόγοϲ οἶον ἐτύπτετε τυπτέτω, ἐγράφετε γραφέτω, ἐποιεῖτε ποιείτω, ἐβοᾶτε βοάτω, ἐχρυϲοῦτε ἐχρυϲούτω, ἐτύψατε τυψάτω, ποιήϲατε ἐποιηϲάτω, ἐλάβετε λαβέτω, ἐτύπετε τυπέτω, ἐνύγετε νυγέτω. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ τοῦ μέϲου, τετύφατε γὰρ καὶ τετύπατε τὸ ὁριϲτικὸν διὰ τοῦ ᾱ, τὸ δὲ προϲτακτικὸν τετυφέτω καὶ τετυπέτω διὰ τοῦ ε ἀπὸ γὰρ τοῦ τέτυφε ϲύ καὶ τέτυπε ϲύ γέγονε ταῦτα προϲθέϲει τῆϲ τω.

o δύο ἀόριϲτοι οἱ παθητικοί, φημὶ δὲ ὁ α΄ καὶ ὁ β΄, κατὰ τὸ γ΄ ἑαυτῶν πρόϲωπον προϲλαμβάνοντεϲ τὴν θι ϲυλλαβήν, ἀλλὰ καὶ τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβάλλοντεϲ, τὸ προϲτακτικὸν ποιοῦϲιν ἑαυτῶν τε καὶ τῶν μελλόντων· ὁ α΄ ἀόριϲτοϲ τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ α΄ καὶ ὁ β΄ ἀόριϲτοϲ τοῦ β΄ ἀορίϲτου καὶ μέλλοντοϲ οἶον ἐτύφθη τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ τύφθητι, ἐλέχθη λέχθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ λέχθητι, ἐνύγη νύγηθι, ἐϲτάλθη ϲτάλθητι, ἐδάρη δάρηθι εἰϲ θι δὲ ταῦτα ἔχει τὸ προϲτακτικόν, ἐπειδὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ ἔχει τὴν μετοχὴν οἷον τυφθείϲ τυφθέντοϲ, δαρείϲ δαρέντοϲ τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰε ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ οἶον ἱϲτάϲ ἱϲτάντοϲ ἵϲταθι, διδούϲ διδόντοϲ δίδοθι, ζευγνύϲ ζευνύντοϲ ζεύγνυθι, πηγνύϲ πηγνύντοϲ πήγνυθι, ϲτάϲ ϲτάντοϲ ϲτῆθι, βάϲ βάντοϲ βῆθι, γνούϲ γνόντοϲ γνῶθι, οὕτωϲ οὖν καὶ τυπείϲ τυπέντοϲ τύπηθι, τυφθείϲ τυφθέντοϲ τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων τύφθητι κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ. δε΄ δὲ γινώϲκειν, ὅτι τότε τρέπεται τὸ θ εἰϲ τ ἐν τοῖϲ εἰϲ θι προϲτακτικοῖϲ ἡνίκα προηγεῖται ἕτερον θ οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, νύχθηθι νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ, οὐ τρέπεται τὸ θ εἰϲ τ οἷον φάθι ἀντὶ τοῦ εἰπέ, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Ἱππεῦϲι (23) «αὐτὸ φάθια». ϲεϲημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ποιε τὸ προϲτακτικόν, τὸ δόϲ, θέϲ, ἕϲ, ϲημαίνει δὲ τὸ πέμψον, ἐξ οὖ ἐν ϲυνθέϲει τὸ ἄφεϲ καὶ πρόεϲ καὶ πάρεϲ καὶ μέθεϲ ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον δούϲ δόντοϲ, θείϲ θέντοϲ, εἵϲ ἕντοϲ, ἐξ οὖ καὶ τὸ ἀφείϲ ἀφέντοϲ, οὐκ ἐγένετο εἰϲ θι ἐν τοῖϲ προϲτακτικοῖϲ, δόϲ γὰρ καὶ θέϲ καὶ ἕϲ τὰ προϲτακτικά. πρόϲκειται ἐν τῷ κανόνι, «μετ᾿  ὀξείαϲ τάϲεωϲ οἶον τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ», διὰ τὸ τύψαϲ τύψαντοϲ· αὕτη γὰρ εἰϲ ϲ λήγει, καὶ ἐπειδὴ οὐκ ἔϲτιν ὀξυνομένη, οὐ ποιεῖ τὸ προϲτακτικὸν εἰϲ θι, τύψον γὰρ τὸ προϲτακτικόν.

[*](1. 30 sqq. omisi ubique post τὴν μετοχὴν μετ’ ὀξείαϲ τάϲεωϲ verba διὰ τοῦ κλινομένην, quae a Ϲhoerobosco ex Apollonii sententia perfecto exitum ε tribuentis apposita sunt.)
820