Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

(Περὶ ἐνεϲτῶτοϲ).

Τᾶν δεύτερον εἰϲ ϲ λῆγον ἀποβολῇ τοῦ ϲ ποιε τὸ τρίτον πρόϲωπον οἶον τύπτειϲ τύπτει, λέγειϲ λέγει, ἐτύφθηϲ ἐτύφθη, ποιεῖϲ ποιεῖ, βοᾶϲ βοᾷ, χρυϲοῖϲ χρυϲοῖ, ἔλεγεϲ ἔλεγε, ἔτυπτεϲ ἔτυπτε, ἔλαβεϲ ἔλαβε, ἔμαθεϲ ἔμαθε χωρίϲ τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου καὶ τῶν ἀπὸ τῶν εἰϲ μι. καὶ «χωρὶϲ μὲν τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ϲ ἀποβάλλεται, ἀλλὰ καὶ τροπὴ παρακολουθεῖ τοῦ α εἰϲ ε οἷον τέτυφαϲ τέτυφε, πεποίηκαϲ πεποίηκε, ἔτυψαϲ ἔτυψε. «χωρὶϲ δὲ τῶν ἀπὸ τῶν εἰϲ μι» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεϲτῶτα οὐχ ὅτι τὸ ϲ οὐκ ἀποβάλλεται, ἀλλὰ καὶ τὸ ι προϲέρχεται οἷον τίθημι τίθηϲ τίθηϲι, ἵϲτημι ἵϲτηϲ ἵϲτηϲι, δίδωμι δίδωϲδίδωϲι, ζεύγνυμι ζεύγνυϲ ζεύγνυϲι.