Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἔτι δὲ εἰ μὲν μέλλων ἄρχεται ἀπὸ φωνήεντοϲ, ἰϲοϲυλλαβεῖ αὐτῷ ὁ κοινὸϲ παρακείμενοϲ ἀγοράϲω ἠγόρακα, ὀμόϲω ὤμοκα. εἰ δὲ ἀπὸ ϲυμφώνου, περιττεύει τύψω τέτυφα, ποιήϲω πεποίηκα. ὁ ὑπερϲυντέλικοϲ ἐν τοῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομένοιϲ ἰϲοϲυλλαβεῖ καὶ ὁμοχρονεῖ τῷ παρακειμένῳ ἠγόρακα ἠγοράκειν, ἔφθαρκα ἐφθάρκειν, ἐν δὲ τοῖϲ ἀπὸ ϲυμφώνου ἀρχομένοιϲ ὑπὲρ τὰϲ τοῦ παρακειμένου ϲυλλαβὰϲ παραλαμβάνει ε τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν. μεγεθύνεται δὲ πολλάκιϲ ἐν τοῖϲ Ἀττικοῖϲ τοῖϲ ἀπὸ βραχείαϲ ἀρχομένοιϲ, ὀμώμοκα ὠμωμώκειν, ἀκήκοα ἠκηκόειν. καὶ ταῦτα μὲν ἐκ τοῦ πολυμαθοῦϲ Ἡρωδιανοῦ περὶ παρῳχημένων γενικῶϲ.
ἐπὶ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων γίνεται ϲύνθεϲιϲ κλίϲεωϲ, τουτέϲτι κατὰ χρόνον γίνεται ἡ ϲύνθεϲιϲ καὶ ὡϲ ἄν τιϲ εἴποι, πρῶτον κλίνεται καὶ οὕτω ϲυντίθεται οἷον ἀπὸ τοῦ γράφω γίνεται καταγράφω καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται κατεγεγράφειν καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω. τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεϲιϲ ἔξωθέν τί ποτε δεχομένη. τῆϲ γὰρ προθέϲεωϲ οὐδὲν ἐθέλει προτίθεϲθαι. — [*](1, 10 defensionem perfecti μέμνημαι recepi ex Choer. 552, 25, explicationem formarum κέκτημαι, πέπταμαι, πέπτωκα ex Herod. περὶ παθῶν. in E, M. 501 26 et Zonar. 1580; alias causas profert Choer. 553, 28 ἄλλωϲ τε δὲ πολλάκιϲ εὑρίϲκεται καὶ ἐν τοῖϲ μέτροιϲ ἀποτελοῦντα τὴν κοινὴν ϲυλλαβὴν κτ καὶ πτ, ὡϲ παρ’ Ὁμήρῳ οἷον(δ 127) Αἰγυπτίη, τῇ πλεῖϲτα δόμοιϲ ἔνι κτήματα κεῖται, καὶ παρὰ Ῥίνθωνι « Ἱππώνακτοϲ τὸ μέτρον· οὐδέν μοι μέλει» (cf. Hephaest. c. 1), et paullo ante: ἐπειδὴ τὰ ψιλὰ πάντων τῶν ϲυμφώνων ἀϲθενέϲτερά ἐϲτιν, ἐν τῷ πέπτωκα καὶ κέκτημαι πτ ἐϲτὶ καὶ κτ, ταῦτα δὲ ψιλά ἐϲτιν, εἰκότωϲ τῷ λόγῳ τῆϲ κοινῆϲ ἀνεδιπλαϲιάϲθη.)