Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

περ ϲυντάξεωϲ ϲτοιχείων fr. 14.

ἄξιόν ἐϲτι ζητῆϲαι, τίνοϲ χάριν ἀπὸ πληθυντικῶν κανόνιζομεν τὰ δυϊκὰ ἐν ῥήμαϲι· δοκεῖ γὰρ τοῦτο ἀτάκτωϲ ἔχειν· οὐδεὶϲ γὰρ τὰ πρῶτα ἐκ τῶν ὑϲτέρων κανονίζει. καὶ ἔϲτιν εἰπεῖν, ὡϲ λέγει Φιλόξενοϲ, ἐπειδὴ τὰ δυικὰ ὑϲτερογενῆ ἐϲτιν ὕϲτερον γὰρ ἐπενοήθη τὰ δυικά ὅθεν οὐδὲ πᾶϲα διάλεκτοϲ κέχρηται τῷ δυϊκῷ ἀριθμῷ. οἱ γὰρ Αἰολεῖϲ παντελῶϲ δυϊκὰ οὐκ ἔχουϲιν, ὥϲπερ οἱ Ῥωμαῖοι ἄποικοι ὄντεϲ τῶν Αἰολέων ἀλλ’ οὔτε διάλεκτοϲ ἔχει τὰ δυϊκά, ἀλλ’ εἰϲ πάντα τῷ πληθυντικῷ ἀριθμῷ κέχρηται ἀντὶ τοῦ δυικοῦ ἀριθμοῦ, μὴ ἔχουϲα δυικά. εἰκότωϲ οὖν, ἐπειδὴ τελευταῖον ἐπενοήθη τὰ δυικά, ἔκ τῶν πληθυντικῶν κανονίζετοι προτερευόντων αὐτῶν.