Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲτέον ὅτι ἀναλογίαν ἔχει ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ β ἢ ἢ φ ἐκφέρεται οἷον Ἄραψ Ἄραβοϲ, Κύκλωψ Κύκλωποϲ, Κίνυψ Κίνυφοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), τούτου χάριν καὶ ὅτε ὁ ἐνεϲτὼϲ διὰ τοῦ β ἢ π φ ἢ πτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ψ ἐκφέρεται οἷον λείβω λείψω, γράφω γράψω, τέρπω τέρψω· καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ξ ἐκφέρεται τότε ἡ γενικὴ διά τοῦ ἢ κ ἢ χ ἢ κτ ἐκφέρεται οἷον Φοίνιξ Φοίνικοϲ, τέττιξ τέττιγοϲ, ὄνυξ ὄνυχοϲ, ἄναξ ἄνακτοϲ, τούτου χάριν καὶ ὅτε ὁ ἐνεϲτὼϲ ἢ διὰ τοῦ ἤ κ ἤ ἤ κτ, τότε ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, πέκω (an πέκτω?) πέξω· καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ϲ ἐκφέρεται καὶ περιττοϲυλλάβωϲ κλίνεται, τότε ἡ γενικὴ διὰ τὸῦ Θ ἤ διὰ καθαροῦ τοῦ οϲ ἐκφέρεται οἷον Πάριϲ Πάριδοϲ, ὄρνιϲ ὄρνιθοϲ, Λάχηϲ Λάχητοϲ, βότρυϲ βότρυοϲ· τούτου οὖν χάριν ὅτε ὁ ἐνεϲτὼϲ διὰ τὸῦ δ ἢ Θ ἤ τ ἤ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ϲ ἐκφέρεται οἷον ᾄδω ἄϲω, πείθω πείϲω, ἀνύτω ἀνύϲω, ἀκούω ἀκούϲω. καὶ πάλιν ἐπειδὴ ἡ εὐθεῖα δι’ ἀμεταβόλου ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται οἶον Ἕκτωρ Ἕκτοροϲ, Νέϲτωρ Νέϲτοροϲ, Πλάτων Πλάτωνοϲ, Θέων Θέωνοϲ (τὸ γὰρ ἦπαρ ἥπατοϲ καὶ δέλεαρ δελέατοϲ ἑτερόκλιτα λέγουϲιν εἶναι, ὡϲ ἀπὸ τῆϲ εἰϲ αϲ καταλήξεωϲ, ὁμοίωϲ δὲ καὶ ἡ ὕδατοϲ γενικὴ ὡϲ ἀπὸ τοῦ ὕδαϲ ἐϲτί) τούτου χάριν καὶ ὅτε ὁ ἐνεϲτὼϲ δι’ ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται οἶον κείρω κερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, νέμω νεμῶ.