Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἡ τετάρτη ϲυζυγία τῶν βαρυτόνων διφορεῖται κατὰ τὸν μέλλοντα· πῇ γὰρ διὰ τοῦ ϲ ἐκφέρεται οἷον ϲυρίζω ϲυρίϲω, ἐλπίζω ἐλπίϲω, φράζω φράϲω· πῇ δὲ διὰ τοῦ ξ οἷον πλήϲϲω πλήξω, ϲφάζω ϲφάξω. καὶ λέγει ὁ Ἡρωδιανόϲ, ὅτι εἰκότωϲ ἀτακτεῖ ὁ μέλλων τῆϲ τετάρτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, καὶ πῇ μὲν διὰ τοῦδε ϲυμφώνου ἐκφέρεται, πῇ δὲ διὰ τοῦδε, ἐπειδὴ καὶ ὁ ἐνεϲτὼϲ ἀτακτεῖ. ποία δὲ ϲυγγένεια ἐπὶ τῶν β΄ ϲϲ πρὸϲ τὸ ξ; οὐ γάρ ἐϲτι τὰ β΄ ϲϲ διπλοῦν ϲύμφωνον, ὡϲ πρὸϲ τὸ ξ, διπλᾶ γάρ ἐϲτι τρία, ζ ξ ψ.