Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὁ δὲ Ἡρωδιανὸϲ ἀνατρέπει αὐτὸν λέγων, ὅτι κακῶϲ λέγειϲ, τὰ γὰρ ὡϲ ἀπὸ βαρυτόνων καὶ ὡϲ ἀπὸ περιϲπωμένων ποιοῦντα τὴν κλίϲιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ ὡϲ ἀπὸ περιϲπωμένων καὶ ὡϲ ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίϲιν οἶον τύπτω τύψω τυπτῶ τυπτήϲω, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐῤῥίπτουν, εἴδω εἴϲω καὶ εἰδῶ εἰδήϲω τὰ δὲ ἔχοντα ἕν λ οὐ ποιεῖται κατὰ τὸν αὐτὸν χρόνον καὶ ὡϲ ἀπὸ βαρυτόνων θεμάτων καὶ ὡϲ ἀπὸ περιϲπωμένων τὴν κλίϲιν ἀλλ’ ἕωϲ μὲν τοῦ παρατατικοῦ, ὡϲ εἴρηται, ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίϲιν, οὐδέποτε δὲ ὡϲ ἀπὸ περιϲπωμένων· κρεῖττον οὖν ἐϲτιν εἰπεῖν, φημί, τὴν ἀπολογίαν ταύτην· ἐν τοῖϲ ῥήμαϲι τὸ ϲ καὶ τὸ λ πέφυκε διπλαϲιάζεϲθαι οἷον πλήϲϲω, τινάϲϲω, πάλλω, τίλλω· καὶ τὰ μὲν ἔχοντα δύο ϲϲ ἢ δύο λλ χαίρει τῇ βαρείᾳ τάϲει οἷον νύϲϲω, πλήϲϲω, τινάϲϲω,

805
ἐρύϲϲω, τίλλω, ποικίλλω, ϲτέλλω, ϲφάλλω, χωρὶϲ εἰ μὴ ἔχῃ ὀνόματα προυποκείμενα· ἐκεῖνα γὰρ περιϲπᾶται οἷον κύκλοϲ κυκλῶ ,] ἅμιλλα ἁμιλλῶ (ἐξ οὐ ἁμιλλῶμαι), λύϲϲα λυϲϲῶ, τὸ γὰρ νύϲϲω οὐκ ἀπὸ τοῦ νύϲϲα ἐϲτίν, ἐπεὶ εἶχε περιϲπᾶϲθαι, ἀλλὰ τοὐναντίον, νύϲϲα γὰρ λέγεται ὁ καμπτὸϲ παρὰ τὸ νύϲϲεϲθαι τοὺϲ ἵππουϲ τὰ δὲ εἰϲ (ἓν ϲ ἢ ἓν λ χαίρει τῇ περιϲπωμένῃ τάϲει οἷον φιλῶ, χρυϲῶ, γελῶ, λαλῶ, ἐλῶ (ϲημαίνει δὲ τὸ ἐλαύνω), ὀφειλῶ (leg. ὠφελῶ), πωλῶ, ἀμελῶ. ταῦτα οὖν ἔχοντα ἓν λ καὶ μὴ περιϲπαϲθέντα, λέγω δὲ τὸ μέλω καὶ θέλω καὶ ὀφείλω, ἀνεμερίϲατο τὴν κλίϲιν, καὶ ἕωϲ μὲν τοῦ παρατατικοῦ, ὡϲ εἴρηται, ἀπὸ βαρυτόνων κλίνεται, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖϲ ἐφεξῆϲ χρόνοιϲ ὡϲ ἀπὸ τῶν περιϲπωμένων ποιεῖται τὴν κλίϲιν. τούτου οὖν χάριν τὰ δι’ ἑνὸϲ λ ἐκφερόμενα ἔχει τὸν μέλλοντα μιᾷ ϲυλλαβῇ περιττεύοντα τοῦ ἐνεϲτῶτοϲ.