Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἔλθωμεν δὲ καὶ μάθωμεν πῶϲ ϲυϲτέλλεται ἐν τῷ δευτέρῳ ἡ παραλήγουϲα. ίϲτέον ὅτι ὀφείλει ὁ δεύτεροϲ ἀόριϲτοϲ διχρόνῳ παραλήγεϲθαι, ὅθεν ἐπὶ τοῦ τρώγω ἔτραγον τὸ ω εἰϲ τὸ α ἐτράπη καὶ ἐπὶ τοῦ λήβω ἔλαβον τὸ η εἰϲ α τρέπεται ἐν τῷ δευτέρῳ ἀορίϲτῳ κατὰ τὴν παραλήγουϲαν, εἰϲ α δὲ ϲυϲτελλόμενον, δηλονότι βραχύ, διὰ τὸ τὸν δεύτερον ἀόριϲτον βραχείᾳ θέλειν παραλήγεϲθαι, ὡϲ εἴρηται. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· λήβω ἔλαβον, μήθω ἔμαθον, πρήθω (τὸ καίω) ἔπραθον, φηγῷ ἔφαγον, λήθω ἔλαθον, πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πλήϲϲω ἔπλαγον (ἐξ οὗ τὸ ἐπλάγην πρὸϲ διάφορον ϲημαινόμενον, ὡϲ ἐν τοῖϲ προλαβοῦϲινεἰρήκαμεν)· ἡ ευ δίφθογ γοϲ τὸ ε ἀποβάλλει καὶ τὸ δίχρονον φυλάττει ἐν τῷ δευτέρῳ ἀορίϲτῳ. φεύγω ἔφυγον, τεύχω ἔτυχον, πεύθω ἔπυθον (ἐξ οὗ τὸ ἐπυθόμην), ἐλεύθω ἤλυθον καὶ κατὰ ϲυγκοπὴν ῆλθον. ἰϲτέον δὲ ὅτι ἐκ τοῦ ἔτυχον γίνεται ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐτυχόμην τετύχοντο κατὰ ἀναδιπλαϲιαϲμὸν καὶ τροπῇ τοῦ χ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὲ εἰϲ τὸ κ, «ετετύκοντό τε δαῖτα» (Α 467). ἐὰν εὑρεθῇ δύο δίχρονα, τὸ δεύτερον ἀποβάλλεται ἐν τῷ δευτέρῳ ἀορίϲτῳ καὶ τὸ πρῶτον φυλάττεται οἷον καίω ἔκαον ἐξ οὖ τὸ ἐκάην. χαίρω ἔχαρον ἐξ οὖ τὸ ἐχάρην, μαίνω μαίνομαι ἔμανον ἐξ οὗ τὸ ἐμάνην, φαίνω ἔφανον ἐξ οὐ τὸ ἐφάνην, χαίνω ἔχανον, παύω ἔπαον ἐξ οὗ τὸ ἐπάην καὶ ἀνεπάην ἐν τῇ ϲυνηθείᾳ· ἡ ει δίφθογγοϲ ἐν τῷ δευτέρῳ ἀορίϲτῳ ἀποβάλλει τὸ ε καὶ φυλάττει τὸ ι οἷον λείπω ἔλιπον, πείθω ἔπιθον ἐξ οὗ τὸ ἀπαρέμφατον πιθεῖν ὥϲπερ λαβεῖν καὶ κατὰ ἀναδιπλαϲιαϲμὸν πεπιθεῖν, λείβω

801
ἔλιβον. δεῖ προϲθεῖναι, χωρὶϲ τῶν διϲυλλάβων τῆϲ ε ϲυζυγίαϲ· ἐπ’ ἐκείνων γὰρ τὸ ι ἀποβάλλεται κατὰ τὸν δεύτερον ἀόριϲτον, ἐπειδὴ καὶ ἐν τῷ μέλλοντι τὸ ι ἀποβάλλεται καὶ τὸ ἕ εἰϲ α τρέπεται οἷον κείρω κερῶ ἔκαρον ἐξ οὗ τὸ ἐκάρην, φθείρω φθερῶ ἔφθαρον ἐξ οὖ τὸ ἐφθάρην, ϲπείρω ϲπερῶ ἔϲπαρον ἐϲπάρην, κτείνω κτενῶ ἔκτανον. πρόϲκειται «χωρὶϲ τῶν διϲυλλάβων», ἐπειδὴ ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ τὸ ι μόνον ἀποβάλλεται, οὐκέτι δὲ τροπὴ παρηκολούθηϲε τοῦ ε εἰϲ τὸ α ἐν τῷ δευτέρῳ ἀορίϲτῳ οἶον ἐγείρω ἤγερον, ὀφείλω ὤφελον.