Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Atque etiam de quantitate vocalis in paenultima tractasse eum arbitror sic fere nt Choer. 623, 13: ἰϲτέον ὅτι δεύτεροϲ ἀόριϲτοϲ εἴτε ἀπὸ βαρυτόνων θεμάτων εἴτε ἀπὸ περιϲπωμένων βραχείᾳ θέλει παραλήγεϲθαι, οἶον λείπω ἔλιπον, τρώγω ἔτραγον, λήβω ἔλαβον, κτυπῶ ἔκτυπον, μυκῶ ἔμυκον τὰ γὰρ φυλάττοντα τὴν παραλήγουϲαν μακρὰν ἐν τῷ δευτέρῳ ἀορίϲτῳ εὐαρίθμητα· ἔϲτι δὲ ταῦτα· χραιϲμῶ ἔχραιϲμον, ὀλιϲθῶ ὤλιϲθον, βλαϲτῶ ἔβλαϲτον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον, καὶ κατὰ ὑπερβιβαϲμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰϲ ο καὶ πλεοναϲμῷ τοῦ β ἤμβροτον. ἔϲτι καὶ τὸ δουπῶ ἔδουπον μακρᾃ παραληγόμενον, καὶ τὸ τέρπω ἔταρπον, πλήϲϲω ἔπληγον καὶ ἔπλαγον πρὸϲ διάφορον ϲημαινόμενον ὁ γὰρ πλήϲϲων ἢ ὁ πληϲϲόμενοϲ ἢ ϲωματικῶϲ πλήϲϲεται ἢ ψυχικῶϲ, καὶ εἰ μὲν ϲωματικῶϲ, ἔπληγον, διὰ τοῦ η, ἐξ οὗ καὶ τὸ ἐπλήγην, εἰ δὲ ψυχικῶϲ, ἔπλαγον, διὰ τοῦ α, ἐξ οὖ τὸ ἐπλάγην καὶ κατεπλάγην. ἀμέλει ὁ ποιητήϲ, πειδὴ ἐπὶ τῆϲ ψυχικῆϲ διαθέϲεωϲ κατεπλήγη εἶπε διὰ τοῦ η διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προϲέθηκε τὸ φίλον ἦτορ,

  • κατεπλήγη φίλον ἦτορ (Γ 31),
  • ἵνα μὴ διὰ τῆϲ γραφῆϲ τοῦ η νομιϲθῇ ἐπὶ τῆϲ ϲωματικῆϲ διαθέϲεωϲ κεῖϲθαι. τὸ αὐτὸ δὲ λέγουϲι καὶ ἐπὶ τοῦ πονῶ πονήϲω καὶ πονέϲω, ὁ γὰρ πονῶν ἢ ϲωματικῶϲ [*](I. 27 in his, quae ab Herodiano abhorrere aut dubia videbantur, omisi. De quantitate autem egisse Herodianum patet ex Choer. p. 755, ubi abnormem accentum imperativorum ἐλθέ εἰπέ εὑρέ eo excusat, quod indicativus horum productam paennltimam habeat reliquis aoristis secundis brevi syllaba praefinitis.)
    800
    πονεῖ ἢ ψυχικῶϲ· καὶ εἰ μὲν ϲωματικῶϲ, πονέϲω διὰ τοῦ ε εἰ δὲ ψυχικῶϲ πονήϲω διὰ τοῦ η. διὰ τοῦτο ϲημειούμεθα παρὰ Ἀριϲτοφάνει (Pac. 820)
  • ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ ϲκέλη,
  • ἐπειδὴ ϲωματικῶϲ λεχθὲν διὰ τοῦ η προϲηνέχθη. ἔϲτι καὶ τὸ δέρθω ἔδαρθον μακρᾷ παραληγόμενον, ὅπερ γίνεται κατὰ ὑπερβιβαϲμὸν ἔδραθον, ϲημαίνει δὲ τὸ ἐκοιμήθην ἐϲτι δὲ καὶ τὸ ἔπεφνον· ἔϲτι καὶ τὸ ἅδε τὸ ϲημαῖνον τὸ ἤρεϲε. γέγονε δὲ τοῦτον τὸν τρόπον ἔϲτιν ἥδω ἐξ οὐ τὸ ἥδομαι, τούτου ὁ δεύτεροϲ. ἀόριϲτοϲ λόγῳ μὲν ποραληγούϲηϲ γίνεται ἅδον διὰ τοῦ α, ἐξ οὗ τὸ
  • ἄδε δ᾿  Ἕκτορι μῦθοϲ ἀπήμων (Μ 80),
  • ὥϲπερ λήβω ἔλαβον, μήθω ἔμαθον, θήκω ἔδακον λόγῳ δὲ ἀρχούϲηϲ γίνεται ἦδον διὰ τοῦ η, καί ἦδε καὶ κατὰ διάλυϲιν τοῦ η εἰϲ ε καὶ α γίνεται ἕαδα, ὥϲπερ ἥλω ἑάλω ἔϲτι καὶ τὸ δέρκω ἔδαρκον, ὅπερ γίνεται κατὰ ὑπερβιβαϲμὸν ἔδρακον· ἔϲτι καὶ τὸ πέρθω ἔπαρθον, ὅπερ γίγνεται κατὰ ὑπερβιβαϲμὸν ἔπραθον· ἔϲτι καὶ τὸ κακέμφατον τὸ ἔπαρδον μακρῷ παραληγόμενον, ὅτι ἀπὸ τοῦ πέρδω, ἐξ οὐ τὸ πέρδομαι, ἔπαρδον καὶ ἀπέπαρδον· τὸ ἦλθον καὶ εὗρον λόγῳ ἀρχούϲηϲ ἔχουϲι τὴν μακράν· ἐπειδὴ γὰρ ταῦτα διϲύλλαβά ἐϲτι καὶ τὴν αὐτὴν ἔχει ἄρχουϲαν καὶ παραλήγουϲαν, τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ ἔϲχε τὴν μακρὰν καὶ οὐ τῷ λόγῳ τῆϲ παραληγούϲηϲ. γέγονε δὲ τὸ ἦλθον τοῦτον τὸν τρόπον· ὥϲπερ ἀπὸ τοῦ φεύγω γέγονεν ἔφυγον καὶ ἀπὸ τοῦ τεύχω ἔτυχον, οὕτω καὶ ἀπὸ τοῦ ἐλεύθω γέγονε ἢλυθον καὶ κατὰ ϲυγκοπὴν ἦλθον. ὡϲαύτωϲ δὲ καὶ τὸ εἶπον, ὡϲ ἀπὸ τοῦ ἔπω γενόμενον, λόγῳ ἀρχούϲηϲ ἔϲχε τὴν μακράν· τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ ι μεγεθύνεται οἷον ἔχω εἶχον, ἕλκω εἶλκον, ἢ τρέπεται εἰϲ η οἷον ἑρμηνεύω ἡρμήνευον, ἐλαύνω ἤλαυνον οὐ δυνάμεθα δὲ λέγειν, ὅτι ἐν τῷ εἰπον δευτέρῳ ἀορίϲτῳ λόγῳ παραληγούϲηϲ προϲῆλθε τὸ ι, ἐπειδὴ ὡϲ εἰρήκαμεν, ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύτεροϲ ἀόριϲτοϲ, βραχείᾳ θέλει παραλήγεϲθαι οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον. ἰϲτέον δὲ ὅτι εἰδον γενόμενον ἀπὸ τοῦ εἴδω λόγῳ ἀρχούϲηϲ διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον
  • εἰδον γὰρ ϲκοπιὴν ἐϲ παιπαλόεϲϲαν ἀνελθών (κ 194)
  • λόγῳ δὲ παραληγούϲηϲ διὰ τοῦ ι γράφεται οἷον
  • οὐκ ἴδον οὐ πυθόμην (ψ 40).