Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲτέον δὲ ὅταν εὑρεθῇ τὸ ε ϲὺν ἀμεταβόλῳ, ὡϲ ἐπὶ τὸ πλεῖϲτον τρέπεται εἰϲ τὸ α κατὰ τὸν δεύτερον ἀόριϲτον ἐν τῇ παραληγούϲῃ, εἶτε τοῦ ε προηγεῖται τὸ ἀμετάβολον, εἴτε ἐπιφέρεται αὐτῷ· τῆϲ ε′ ϲυζυγίαϲ τὸ ι δηλονότι ἀποβάλλεται οἷον κείρω ἔκαρον, φθείρω ἔφθαρον, ϲτείλω ἔϲταλον ἐξ οὐ τὸ ἐϲτάλην καὶ ἀπεϲτάλην, δείρω ἔδαρον ἐξ οὗ τὸ ἐδάρην, τέμνω ἔταμον, πέρθω ἔπαρθον καὶ κατὰ ὑπερβιβαϲμὸν ἔπραθον, δέρκω ἔδαρκον, πέρδω ἔπαρδον ἐξ οὗ πέρδομαι, δρέμω ἔδραμον· τοῦτο δὲ καὶ προηγούμενον ἔχει τὸ ε καὶ ἐπιφερόμενον ἔχει τὸ ἀμετάβολον· τοῦτο δὲ δύναται, ὥϲ φηϲιν Ἡρωδιανόϲ, καὶ ἀπὸ περιϲπωμένου τοῦ δραμῶ εἶναι ἐξ οὖ ὁ δεδράμηκα παρακείμενοϲ· καὶ ταῦτα μὲν ἐπιφερομένου τῷ ε τοῦ ἀμεταβόλου· καὶ προηγουμένου δὲ τοῦ ε τοῦ ἀμεταβόλου οἷον κλέπτω ἔκλαπον ἐξ οὗ τὸ ἐκλάπην, πλέκω ἔπλακον ἐξ οὖ τὸ ἐπλάκην, τρέπω ἔτραπον ἐξ οὗ τὸ ἐτράπην, τρέφω ἔτραφον ἐξ οὗ τὸ ἐτράφην, ϲτρέφω ἔϲτραφον ἐξ οὗ τὸ ἐϲτράφην, βρέχω ἔβραχον ἐξ οὗ τὸ ἐβράχην. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ ἀγείρω ἤγειρον, ἀείρω ἤερον καὶ ὀφείλω ὤφελον καὶ λέγω ἔλεγον ἐξ οὗ τὸ ἐλέγην καὶ κατελέγην ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ε εἰϲ α.