Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Εἰ δὲ ἀπὸ ϲυμφώνου ἄρχεται τὸ ῥῆμα, ὁ παρατατικὸϲ καὶ ἀόριϲτοϲ πρῶτοϲ καὶ δεύτεροϲ προϲλαμβάνουϲιν ἑ, γράφω ἔγραφον ἔγραψα. οἱ δὲ Ἀττικοὶ αὔξηϲιν ἐπὶ αὐξήϲεωϲ ποιοῦντεϲ ἠδυνάμην ἀντὶ ἐδυνάμην καὶ ἠβουλόμην ἀντὶ ἐβουλόμην καὶ ἤμελλον ἀντὶ ἔμελλον λέγουϲιν.
Ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ μακρᾶϲ φύϲει ὡϲ ἐπὶ τῶν ἀπὸ φωνήεντοϲ ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ ἠγόραζον ἠγόρακα, ὠνόμανοπολῶ ὦνόμακα. ὅτε δὲ ἄρχεται ἀπὸ μακρᾶϲ θέϲει ὡϲ ἐπί τῶν ἀπὸ δύο ϲυμφώνων ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ οἷον ἔφθειρονἔφθαρκα, ἔϲπειρον ἔϲπαρκα. ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ βραχείαϲ ἢ κοινῆϲ, ὡϲ ἐπὶ τῶν ἀπὸ ϲυμφώνου ἀρχομένων, ἀναδιπλαϲιάζεται ὁ παρακείμενοϲ διὰ τοῦ αὐτοῦ πρώτου ϲυμφώνου τοῦ ἐνεϲτῶτοϲ μετὰ τοῦ ε, ἔτυπτον τέτυφα, ἔλεγον λέλεχα, ἔγραφον γέγραφα, ἔπλυνον πέπλυκα. χωρὶϲ τῶν ἀρχομένων ἀπὸ γν γνωρίζω ἐγνώριζονἐγνώρικα — τὸ ἐγλυμμένοι καὶ ἐβλαϲτηκότεϲ παρ’Εὐπόλιδι παράλογά ἐϲτιν καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ ρ, ῥαπίζω ἐρράπικα. διπλοῦν δὲ τὸ ρ ἐν τούτοιϲ παρὰ τοῖϲ ῤήτορϲι. παρὰ ποιηταῖϲ δὲ πολλάκιϲ διὰ τὸ μέτρον ἐκβάλλεται τὸ ἓν ἐν τοῖϲ παρῳχημένοιϲ «ἄλλοϲ δ’ ἄλλῳ ἔρεζε θεῷ» (Β 400) καὶ «μνήϲομαι ὥϲ μ’ ἀϲύφηλον ἐν Ἀργείοιϲιν ἔρεξεν» (I 648). τὸ δὲ «ῥερυπωμένα» (ζ 59) ἀντὶ ἐρρυπωμένα, ῥεραπιϲμένῳ νώτῳ» παρὰ Ἀνακρέοντι καὶ «ῥερῖφθαι ἔποϲ» παρὰ Πινδάρῳ κατὰ τὴν ποιητικὴν ἐξουϲίαν οὕτω γέγονε — καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ διπλῶν ψ ζῶ ἔζηκα, ψάλλω ἔψαλκα, ξηραίνω ἐξήραγκα. τὰ δὲ ἀπὸ δαϲέων θ φ χ ἀρχόμενα [*](I. 7 Choer. 522, 7. l. 40 ef. Herod. περὶ παθῶν in E. M. 308, 30.)
ἔτι δὲ εἰ μὲν μέλλων ἄρχεται ἀπὸ φωνήεντοϲ, ἰϲοϲυλλαβεῖ αὐτῷ ὁ κοινὸϲ παρακείμενοϲ ἀγοράϲω ἠγόρακα, ὀμόϲω ὤμοκα. εἰ δὲ ἀπὸ ϲυμφώνου, περιττεύει τύψω τέτυφα, ποιήϲω πεποίηκα. ὁ ὑπερϲυντέλικοϲ ἐν τοῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομένοιϲ ἰϲοϲυλλαβεῖ καὶ ὁμοχρονεῖ τῷ παρακειμένῳ ἠγόρακα ἠγοράκειν, ἔφθαρκα ἐφθάρκειν, ἐν δὲ τοῖϲ ἀπὸ ϲυμφώνου ἀρχομένοιϲ ὑπὲρ τὰϲ τοῦ παρακειμένου ϲυλλαβὰϲ παραλαμβάνει ε τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν. μεγεθύνεται δὲ πολλάκιϲ ἐν τοῖϲ Ἀττικοῖϲ τοῖϲ ἀπὸ βραχείαϲ ἀρχομένοιϲ, ὀμώμοκα ὠμωμώκειν, ἀκήκοα ἠκηκόειν. καὶ ταῦτα μὲν ἐκ τοῦ πολυμαθοῦϲ Ἡρωδιανοῦ περὶ παρῳχημένων γενικῶϲ.