Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἐπὶ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων γίνεται ϲύνθεϲιϲ κλίϲεωϲ, τουτέϲτι κατὰ χρόνον γίνεται ἡ ϲύνθεϲιϲ καὶ ὡϲ ἄν τιϲ εἴποι, πρῶτον κλίνεται καὶ οὕτω ϲυντίθεται οἷον ἀπὸ τοῦ γράφω γίνεται καταγράφω καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται κατεγεγράφειν καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω. τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεϲιϲ ἔξωθέν τί ποτε δεχομένη. τῆϲ γὰρ προθέϲεωϲ οὐδὲν ἐθέλει προτίθεϲθαι. — [*](1, 10 defensionem perfecti μέμνημαι recepi ex Choer. 552, 25, explicationem formarum κέκτημαι, πέπταμαι, πέπτωκα ex Herod. περὶ παθῶν. in E, M. 501 26 et Zonar. 1580; alias causas profert Choer. 553, 28 ἄλλωϲ τε δὲ πολλάκιϲ εὑρίϲκεται καὶ ἐν τοῖϲ μέτροιϲ ἀποτελοῦντα τὴν κοινὴν ϲυλλαβὴν κτ καὶ πτ, ὡϲ παρ’ Ὁμήρῳ οἷον(δ 127) Αἰγυπτίη, τῇ πλεῖϲτα δόμοιϲ ἔνι κτήματα κεῖται, καὶ παρὰ Ῥίνθωνι « Ἱππώνακτοϲ τὸ μέτρον· οὐδέν μοι μέλει» (cf. Hephaest. c. 1), et paullo ante: ἐπειδὴ τὰ ψιλὰ πάντων τῶν ϲυμφώνων ἀϲθενέϲτερά ἐϲτιν, ἐν τῷ πέπτωκα καὶ κέκτημαι πτ ἐϲτὶ καὶ κτ, ταῦτα δὲ ψιλά ἐϲτιν, εἰκότωϲ τῷ λόγῳ τῆϲ κοινῆϲ ἀνεδιπλαϲιάϲθη.)

791
ταῦτα μὲν ὁ Ἀπολλώνιόϲ φηϲι. πρὸϲ τοῦτον δὲ ἀντιλέγει ὁ Ἥρωδιανὸϲ λέγων, ὅτι πρῶτον μὲν οὐκ ἔϲτιν ἡ κατά πρόθεϲιϲ ἐν τῷ κατέγραφον, ἀλλὰ μέροϲ ἐϲτὶ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ. ὥϲπερ γὰρ ἐν τῷ εὐγενήϲ οὐκ ἔϲτι τὸ ευ ἐπίρρημα, ἀλλὰ μέροϲ ἐγένετο τοῦ ὀνόματοϲ, εἰ καὶ ἀπὸ ἐπιρρήματοϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεϲίϲ ἐϲτιν ἡ κατά, ἀλλὰ μέροϲ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, ἀλλωϲ τε ἰδοὺ τὸ ϲυνήγοροϲ ἀπὸ προθέϲεωϲ ἄρχεται, καὶ ὅμωϲ λέγεται εὐϲυνήγοροϲ, καὶ πάλιν ϲύμβουλοϲ εὐϲύμβουλοϲ, ἐπανοίκτηϲ θυρεπανοίκτηϲ· οὐκ ὤφειλεν οὖν οὐδὲ ταῦτα ἀπὸ προθέϲεωϲ ἀρχόμενα δέξαϲθαι ἔξωθέν τί ποτε. ταῦτα μὲν οὖν ὁ Ἡρωδιανόϲ.

(Περὶ ἐνεϲτῶτοϲ).

Τᾶν δεύτερον εἰϲ ϲ λῆγον ἀποβολῇ τοῦ ϲ ποιε τὸ τρίτον πρόϲωπον οἶον τύπτειϲ τύπτει, λέγειϲ λέγει, ἐτύφθηϲ ἐτύφθη, ποιεῖϲ ποιεῖ, βοᾶϲ βοᾷ, χρυϲοῖϲ χρυϲοῖ, ἔλεγεϲ ἔλεγε, ἔτυπτεϲ ἔτυπτε, ἔλαβεϲ ἔλαβε, ἔμαθεϲ ἔμαθε χωρίϲ τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου καὶ τῶν ἀπὸ τῶν εἰϲ μι. καὶ «χωρὶϲ μὲν τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ϲ ἀποβάλλεται, ἀλλὰ καὶ τροπὴ παρακολουθεῖ τοῦ α εἰϲ ε οἷον τέτυφαϲ τέτυφε, πεποίηκαϲ πεποίηκε, ἔτυψαϲ ἔτυψε. «χωρὶϲ δὲ τῶν ἀπὸ τῶν εἰϲ μι» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεϲτῶτα οὐχ ὅτι τὸ ϲ οὐκ ἀποβάλλεται, ἀλλὰ καὶ τὸ ι προϲέρχεται οἷον τίθημι τίθηϲ τίθηϲι, ἵϲτημι ἵϲτηϲ ἵϲτηϲι, δίδωμι δίδωϲδίδωϲι, ζεύγνυμι ζεύγνυϲ ζεύγνυϲι.