Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ διφθόγγου, ἤ ἀπὸ τρεπτῆϲ ἢ ἀπὸ ἀτρέπτου. εἰ μὲν ἀπὸ ἀτρέπτου δηλονότι εῦ αι ου οὐδεμία τροπὴ γίνεται ἐν τοῖϲ παρψχημένοιϲ. ἡ μὲν ει δίφθογγοϲ, ἐπειδὴ ἔχει γνήϲιον μέγεθοϲ, τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ ι μεγεθύνεται οἷον τυφθέντοϲ τυφθεῖϲα, δαρέντοϲ δαρεῖϲα καὶ αὐτὸ δὲ τὸ ει τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ϲ καὶ ῑ γράφεται καὶ ἐκρωνεὶται, [*](τρέπει τὸ ε εἰϲ η ἐν τοῖϲ παρψχημένοιϲ ἑρμηνεύω ηρμήνευον, ἐλαύνω ῆλαυνον· χωρὶϲ τοῦ ἐθίζω εἴθιζον τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγουγ ράφεται, ἑϲτιῶ εἰϲτίων, ἐρύω εἴρυον «ἴρυϲαν ἠνορέῃ πίϲυνοι καὶ κάρτει χειρῶνα» ( 9 ex Choer. 906, 29), ἑλκόω εἵλκυον «εἵλκυον ἀμφότεροι» (P 395 ex Choer. 907, 9), ἑρπύζω εἱρπυζον, ἐργάζομαι εἰργαζόμην (de quo Choer. 519, 22 et 906, 23 ὅπερ καὶ διφορεῖται· τινέϲ μὲν γὰρ διὰ τῆϲ ει διφθόγγου γράφουϲιν αὐτό), ἕπομαι εἰπόμην· ἔτι καὶ τὸ εἰϲτήκειν εὥρητοι ἀπὸ τοῦ ἑϲτήκω. διϲύλλαβα δὲ ὄντα τινὰ μὲν τρέπει τὸ ε εἰϲ τὸ η, εἰ περιϲπᾶται, ἐλῶ ἤλων, ἑλκῶ ἥλκουν «Λητὼ γὰρ ῆλκηϲε Διὸϲ κυδρὴν παράκοιτιν» (ex Choer χωρὶϲ τοῦ ἐῶ εἴων, ἐρῶ εἴρουν, ἐξ οὐ καὶ ὁ παρακείμενοϲ εἶρηκα τὸ δὲ ἐρῶ τὸ ἐρωτικῶϲ ἔχω διὰ τοῦ η γίνεται οἷον «ἤρων γάρ, ἤρων, ὁμολογῶ, καὶ νῦν δ’ ἐρῶ» παρὰ Μενάνδρῳ Choer. 907). τινὰ δὲ τῶν διϲυλλάβων βαρυτόνων προϲλαμβάνει τὸ ι ἔχω εἰχον, ἕλω εἰλον, ἔπω εἶπον, ἕλκω εἰλκον, ἔθω «ἔθων ίνηοϲ ἀλωὴνμ (ι 540) εἶθα καὶ Ἀττικῶϲ εἴωθα «ἀεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπω» (Θ 408), ἕω εἷκα ὅθεν εἰμαι καὶ εἱμένοϲ «εἰμννοϲ ὤμοιϲιν νεφέλην» ( 308), ἕζω εἰϲα. 1. 6 cf. II. Pr. ψ 440 ubi Ἰωνικῶϲ, Θ 161 ubi ποιητικώτερον prmam syllabam corripi praecipitur, ψ 70 ἀκήδειϲ. ἄμεινον βαρύνειν ὡϲ ἐνόειϲ τῆϲ ἀρχούϲηϲ ϲυϲταλείϲηϲ ποιητικῶϲ. ὡϲ γὰρ ῆκουϲα ἄκουϲα, οὕτωϲ καὶ ἠκήδειϲ ἀκήδειϲ. 1. 21 de ὑφήφαϲται, de quo quae protuli sunt ex Choer. 568, 31 (nam ap. Constant. Lascarin haec valde perturbata sunt), cf. Mon. 25; praeceptum de ἀλάλημαι composui ex Herod. Odyss. Pros. μ 284 et περὶ παθῶν in E. M. 56, 27, similia tradit Choer. 569, 15 de diplasiasmo perfecti cf. etiam E. M. 134, 52. 1. 20 cf. Il. Pr. Δ 3, ubi ἑήνδανε, ἑέϲϲατο, ἔωϲεν, ἐψνοχόει proteruntur.)

789
τούτου χάριν ἄτρεπτόϲ ἐϲτιν — εἰκάζω εἴκαζον καὶ ᾔκαζον παρὰ τοῖϲ Ἀθηναίοιϲ. ὁμοίωϲ καὶ ἡ ου δίφθογγοϲ οὐ τρέπεται ὡϲ ἔχουϲα γνήϲιον μέγεθοϲ. τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεται οἶον τύπτοντοϲ τύπτουϲα, λέγοντοϲ λέγοιϲα καὶ αὐτὸ δὲ τὸ ου, τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ο καὶ υ γράφετα καὶ ἐκφωνεῖται, καὶ διὰ τοῦτο καὶ αὐτὸ ἄτρεπτον μένει οὐρῶ οὔρουν —

ἡ ευ δίφθογγοϲ ὡϲ μὴ ἔχουϲα γνήϲιον μέγεθοϲ (τὸ γὰρ υ οὐκ ἔϲτι γνήϲιον μέγεθοϲ τοῦ ε, ἀλλὰ τοῦ ο) ὀφείλει τρέπειν τὸ ἑ εἰϲ η, ὡϲ καὶ παρὰ Ἀττικοῖϲ. ηὐφράνθη γὰρ λέγουϲι καὶ ηὐχόμην. ἀλλ’ ἐπεκράτηϲε κατὰ κοινὴν διάλεκτον ἡ ευ δίφθογγοϲ μὴ τρέπεϲθαι οἷον εὔχομαι εὐχόμην, εὐφραίνομαι εὐφραινόμην, εὐχαριϲτῶ εὐχαρίϲτουν καὶ ἴϲωϲ χάριν εὐφωνίαϲ, ὡϲ λέγει ὁ Ἡρωδιανόϲ.

Εἰ δὲ ἄρχεται ἀπὸ τρεπτοῦ δηλονότι αι αυ οι, γίνεται ἡ αὐτὴ τροπὴ τῶν μεταβολικῶν φωνηέντων. εἰ μὲν ἀπὸ τῆϲ αι, τρέπεται τὸ α εἰϲ η καὶ τὸ ι προϲχόμην, αἰϲχύνομαι ᾐϲχυνόμην, αἰτῶ ᾔτουν εἰ δὲ ἁπὸ τῆϲ αυ, τρέπεται τὸ α εἰϲ η οἶον αὐλῶ ηὔλουν, αὔξω ηὔξουν, αὐχῶ ηὔχουν, αὐτομολῶ ηὐτομόλουν. εἰ δὲ ἀπὸ τῆϲ οι, τρέπεται τὸ 5 εἰϲ ω καὶ τὸ ι προϲγράφεται οἷον οἴχομαι ᾠχόμην, οἰκῶ ὤκουν, οἰκοδομῶ ᾠκοδόμουν, οἰκονομῶ ᾠκονόμουν πλὴν τῶν ϲεϲημειωμένων ἀτρέπτων, οἰῶμαι οἰώθην «οἰώθη δ’ Ὀδυϲϲεύϲ» (Λ 401), «Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπιϲ αἰνή»(Ζ 1), οἰμῶ οἴμηϲα «οἴμηϲεν δὲ ἀλείϲ» (Χ 308). οἰνῶ οἴνουν «μήπω οἰνωθέντεϲ» (π 292) καὶ οἰνίζω οἴνιζον «ἐκ τ’ ὄρα οἰνίζοντο» (Η 472), οἰϲτρῶ οἴϲτρηϲα, οἰωνίζομαι οἰωνιζόμην, οἰωνοϲκοπῶοἰωνοϲκόπουν, οἰωνοπολῶ οἰωνοπόλουν, οἰακίζω οἰάκιζον, οἰακονομῶ οἰακονομούμην, οἰακοϲτροφῶ οἰακοϲτρόφουν. τινὲϲ δὲ προϲτιθέαϲι καὶ τὸ οἰδαίνω οἴδαινον καὶ τὸ οἰκουρῶ οἰκού ῥοῦν καὶ τὸ οἰμώζω οἴμωζον, ᾠκούρουν καὶ ὠμώζουν παρὰ Ϲοφοκλεῖ ἐν Τραχινίαιϲ (928) «ἰδὼν δ’ ὁ παῖϲ ᾤμωξε» καὶ παρὰ τῷ ποιητῇ (ν 198) « ᾤμωξέν τ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ».