Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἐπὶ τῶν Ἀττικῶν τῶν γινομένων κατὰ ϲυναλοιφὴν ἐν τῇ γενικῇ τοῦ καὶ ω εἰϲ τὸ ω οἷον τοῦ Ἐρετριέωϲ τοῦ Ἐρετριῶϲ, τοῦ Ϲτειριέωϲ τοῦ Ϲτειριῶϲ, οἱ Ἀθηναῖοι τὰϲ αἰτιατικὰϲ ϲυναλείφοντεϲ εἰϲ α μόνον ποιοῦϲιν αὐτὰϲ οἷον τὸν Ἐρετριέα τὸν Ἐρετριᾶ, τὸν Ϲτειριέα τὸν Ϲτειριᾶ, καὶ οὐκέτι εἰϲ η, καίτοι κανόνοϲ λέγοντοϲ, ὅτι τὸ ε καὶ α εἰϲ η καὶ μακρὸν α κιρνᾶται. ἡνίκα μὲν γὰρ προηγεῖται τοῦ ἕ ϲύμφωνον, τότε τὸ ἕ καὶ α εἰϲ η μόνωϲ κίρναται οἶον εὐϲεβέα εὐϲεβῆ, εὐγενέα εὐγενῆ, τείχεα τείχη, βέλεα βέλη· ἡνίκα δὲ προηγεῖται φωνῆεν τοῦ ἑ, τότε τὸ ε καὶ α εἰϲ η καὶ εἰϲ α μακρὸν κίρναται οἷον εὐφυέα εὐφυᾶ καὶ εὐφυῆ, ἀφυέα ἀφυᾶ καὶ ἀφυῆ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ. ἐπὶ οὖν τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειριᾶ εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ, οὐκέτι δὲ καὶ εἰϲ η, καίτοι φωνήεντοϲ προηγουμένου τοῦ ε. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· διὰ τοῦτο ἐπὶ τοῦ Ἐρετριέα Πειραιέα Ϲτειριέα, Ἐρετριᾶ καὶ Ϲτειριᾶ καὶ Πειραιᾶ, οὐκ ἐγένετο εἰϲ η ἡ κρᾶϲιϲ, ἀλλ’ εἰϲ α μόνον, ἐπειδὴ τούτων ἡ κλητικὴ εἰϲ φωνῆεν λήγει οἶον ὦ Ἐρετριεῦ καὶ ὦ Πειραιεῦ καὶ ὤ Ϲτειριεῦ. οὐδέποτε δὲ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ὀφείλει ἡ αἰτιακὴ εἰϲ η καταλήγειν οὔτε παρ’ ἡμῖν οὕτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον ὤ Χρύϲη τὸν Χρύϲην, ὤ τοξότα τὸν τοξότην, ὦ Δημοϲθένη Ἀττικῶϲ καὶ τὸν Δημοϲθένην Ἀττικῶϲ μετὰ τοῦ ν. «παρ’ ἡμῖν ἢ παρὰ τοῖϲ Ἀθηναίοιϲ » πρόϲκειται, ἐπειδὴ παρὰ τοῖϲ Δωριεῦϲιν εὑρίϲκεται ἡ κλητικὴ εἰϲ φωνῆεν λήγουϲα, τῆϲ αἰτιατικῆϲ εἰϲ η καταληγούϲηϲ οἷον ὦ Τυδεῦ καὶ τὸν Τυδῆ, ὡϲ παρὰ τῷ ποιητῇ (Δ 384)

  • ἐνθ’ αὐτ’ ἀγγελίην ἐπὶ (sic) Τυδῆ ϲτεῖλαν Ἀχαιοί.
  • τούτου χάριν ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειριᾶ εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ, οὐκέτι δὲ καὶ εἰϲ η, ἵνα μὴ εὑρεθῇ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ἡ αἰτιατικὴ εἰϲ η καταλήγουϲα.

    677

    Ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, διατί, ὥϲπερ λέγομεν τὸν Δημοϲθένεα καὶ Δημοϲθένη κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ η, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸν Πηλέα καὶ τὸν Πλῆ, καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀχιλλῆ λέγομεν ἔϲτιν οὖν εἰπεῖν, ὅτι πρῶτον μέν, ὡϲ εἴρηται, οὐ δύναται ἡ αἰτιατικὴ εἰϲ η καταλήγειν, διὰ τὸ τὴν κλητικὴν εἰϲ φωνῆεν λήγειν, ὦ Πηλεῦ γὰρ καὶ ὦ Ἀχιλλεῦ ἐϲτιν ἡ κλητική· δεύτερον δέ, ἐπειδὴ ἡ γενικὴ ἐπὶ τούτων οὐ ϲυναιρεῖται (οὐδὲ γὰρ λέγομεν Πηλοῦϲ καὶ Ἀχιλλοῦϲ ὥϲπερ Δημοϲθένουϲ), τούτου χάριν οὔτε ἡ αἰτιατικὴ ϲυναιρεῖται. ὅτι γὰρ τοῦτο ἀληθέϲ ἐϲτι δῆλον, εἴγε παρὰ τοῖϲ Δωριεῦϲι καὶ τοῖϲ Ἴωϲιν ἐπὶ τούτων τῶν εἰϲ ευϲ γίνεται ἡ κρᾶϲιϲ ἐν τῇ αἰτιατικῇ τοῦ ε καὶ α εἰϲ η οἷον Τυδέα Τυδῆ, ὡϲ παρὰ τῷ ποιητῇ

  • ἔθ’ αὐτ’ ἀγγελίην ἐπὶ Τϲδῆ ϲτεῖλαν Ἀχαιοί,
  • καὶ ἐπὶ τῶν ὁμοίων ὡϲαύτωϲ, ἐπειδὴ καὶ ἐν τῇ γενικῇ ποιοῦϲι κρᾶϲιν οἷον τοῦ Ὀδυϲϲεῦϲ, τοῦ Ἰδομενεῦϲ.

    Choer. 216, 29: ἐν τοῖϲ δυϊκοῖϲ τὰ δύο εε εἰϲ η κίρναται οἷον Δημοϲθένεε Δημοϲθένη, Διομήδεε Διομήδη, βαϲιλέεβαϲιλῆ, Πηλέε Πηλῆ.

    Ἡ γενικὴ τῶν δυικῶν οὐ ϲυναιρεῖται ἐνταῦθα, ἐπειδὴ οὔτε ἡ γενικὴ τῶν ἑνικῶν ϲυναιρεῖται οἶον Πηλέοϲ. δεῖ γινώϲκειν ὅτι ἡνίκα μὲν ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν τότε καὶ ἡ γενικὴ τῶν δυικῶν καὶ ἡ γενικὴ τῶν πληθυντικῶν ϲυναιροῦνται οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ Δημοϲθενέοιν Δημοϲθενοῖν Δημοϲθενέων Δημοϲθενῶν, Διομήδεοϲ Διομήδουϲ Διομηδέοιν Διομηδοῖν Διομηδέων Διομηδῶν, τείχεοϲ τείχουϲ τειχέοιν τειχοῖν τειχέων τειχῶν· ἡνίκα δὲ μὴ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, τότε οὔτε ἡ γενικὴ τῶν δυϊκῶν οὔτε ἡ γενικὴ τῶν πληθυντικῶν ϲυναιροῦνται οἶον ὄφιϲ ὄφεοϲ ὀφέοιν ὄφεων, ταχύϲ ταχέοϲ ταχέοιν ταχέων, ἡδύϲ ἡδέοϲ ἡδέοιν ἡδέων. ἰδοὺ ἐπὶ τούτων τῶν εἰϲ ευϲ, ἐπειδὴ οὐ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, οὔτε ἡ γενικὴ τῶν δυικῶν οὕτε ἡ γενικὴ τῶν πληθυντικῶν ϲυναιροῦνται οἷον Πηλέοιν Πηλέων.

    Ἐπὶ τῶν εἰϲ ευϲ κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν διὰ δύο εε εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει μόνωϲ, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει τὰ δύο εε καὶ εἰϲ τὸ η Ἀττικῶϲ, βαϲιλέεϲ βαϲιλεῖϲ διὰ τῆϲ ει διφθόγγου καὶ βαϲιλῆϲ Ἀττικῶϲ διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆϲ ει διφθόγγου μόνωϲ λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺϲ βαϲιλεῖϲ, τοὺϲ ἱππεῖϲ, καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ οὔτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐϲτι γνηϲία ἡ κρᾶϲιϲ ἡ τῶν δύο εε εἰϲ τὸ η. ϲημειοῦται δὲ ὁ Ἡρωδιανὸϲ παρὰ τῷ Ϲοφοκλεῖ τοὺϲ βαϲιλῆϲ διὰ τοῦ η γραφομένουϲ κατὰ τὴν αἰτιατικὴν οἷον (Ai. 390)

  • τούϲ τε διϲϲάρχαϲ ὀλέϲαϲ βαϲιλῆϲ.
  • ἔϲτι δὲ καὶ παρὰ τῷ Ξενοφῶντι (Cyrop. l l, 2) τοὺϲ νομῆϲ διὰ τοῦ η.

    [*](I. 27 cf. fr. 12.)
    678

    Περὶ τῶν εἰϲ ηϲ.

    Choer. 43, 10: τὰ εἰϲ ηϲ μονοϲύλλαβα, ἐὰν μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ Δρῆϲ τοῦ Δρῆ, ὁ Τρῆϲ τοῦ Τρῆ. ταῦτα δὲ παραλόγωϲ ἔχει τὴν γενικὴν εἰϲ η καταλήγουϲαν, οὐδέποτε γὰρ εὑρίϲκεται γενικὴ εἰϲ η καταλήγουϲα εἰ μὴ ἐπὶ τούτων τῶν δύο, ἔϲτι δὲ ταῦτα ὀνόματα. κύρια. ἐὰν δὲ ὀξύνηται, διὰ τοῦ τοϲ κλίνεται οἷον ϲήϲ ϲητόϲ (ἔϲτι δὲ εἶδοϲ ϲκώληκοϲ), Κρήϲ Κρητόϲ (ὁ ἀπὸ Κρήτηϲ), θήϲ θητόϲ (ϲημαίνει δὲ τὸν μίϲθιον), Γνήϲ Γνητόϲ (Γνῆτεϲ δὲ λέγονται οἱ Ῥόδιοι καὶ Ἴγνητεϲ οἱ γνήϲιοι Ῥόδιοι).

    Choer. 133, 1: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί μὴ λέγομεν ὁ Δρῆϲ τοῦ Δροῦ καὶ ὁ Τρῆϲ τὸῦ Τροῦ, ὥϲπερ ὁ Ἑρμῆϲ τοῦ Ἑρμοῦ, ἵνα μὴ εὑρεθῇ παράλογοϲ γενικὴ εἰϲ η καταλήγουϲα, ἔϲτιν οὖν εἰπεῖν, ὅτι πᾶϲα εὐθεῖα μονοϲύλλαβοϲ ἰϲοϲυλλάβωϲ κλινομένη ἀποβολῇ τοῦ ϲ τὴν γενικὴν ἀποτελεῖ οἷον ὁ Γρᾶϲ τοῦ Γρᾶ (ἔϲτι δὲ ὄνομα κύριον), ὁ Χνᾶϲ τοῦ Χνᾶ (οὕτω δὲ ἐλέγετο ὁ Ἀγήνωρ), ὁ νοῦϲ τοῦ νοῦ, ὁ ῥοῦϲ τοῦ ῥοῦ, οὕτωϲ οὖν καὶ ὁ Δρῆϲ τοῦ Δρῆ καὶ ὁ Τρῆϲ τοῦ Τρῆ.

    Choer. 137 , 18: τὰ εἰϲ ηϲ ἰαμβικὰ ἔχοντα ϲύμφωνον ἀπὸ τοῦ ἐνεϲτῶτοϲ διὰ τοῦ τοϲ κλίνεται οἷον λείβω λέβηϲ λέβητοϲ, δείρω Δάρηϲ Δάρητοϲ, φέρω Φέρηϲ Φέρητοϲ, χαίρω Χάρηϲ Χάρητοϲ (ὄνομα δὲ τοῦτο ϲτρατηγοῦ τῶν Ἀθηναίων), πλανῶ πλάνηϲ πλάνητοϲ, πενῶ πένηϲ πένητοϲ, τρέμω Τρόμηϲ Τρόμητοϲ (οὕτωϲ δὲ ἐλέγετο ὁ πατὴρ Αἰϲχίνου τοῦ ῥήτοροϲ), κρατῶ Κράτηϲ Κράτητοϲ. ὁ δὲ δότηϲ πλύτηϲ θύτηϲ οὐκ ἔχει ἀπὸ ἐνεϲτῶτοϲ τὸ τ. τούτοιϲ δὲ ἀκολουθεῖ κατὰ τὴν κλίϲιν καὶ τὸ Ϲκύθηϲ Ϲκύθου.

    Choer. 139, 10: εὑρίϲκεται πολλὰ ἰαμβικὰ καὶ διὰ τοῦ τοϲ καὶ διὰ τῆϲ ου διφθόγγου κλίνόμενα· ἔϲτι δὲ ταῦτα Ἴδηϲ δοῦ (ἔϲτι δὲ ὄνομα κύριον), Γύγηϲ Γύγου καὶ Γύγητοϲ, ἐπὶ τοῦ γίγαντοϲ, ὅτε δὲ ἐπὶ τοῦ βαϲιλέωϲ τῆϲ Λυδίαϲ λέγεται ϲπονδειακόν ἐϲτι καὶ ἰϲοϲυλλάβωϲ κλίνεται, Ϲάκηϲ Ϲάκου (ἔϲτι δὲ ὄνομα ἔθνουϲ), Πύδηϲ Πύδου (ὄνομα ποταμοῦ, ὡϲ παρὰ Ἀντιμάχῳ

  • καδδ’ ᾖα Ποδῇ ἐρόεντα.
  • τοῦτο δὲ ἐναντίωϲ ἔκλινεν ὁ Ἀντίμαχοϲ· ὅτε μὲν γὰρ ἰαμβικόν ἐϲτιν, ἰϲοϲυλλάβωϲ αὐτὸ κλίνει, ὡϲ ἐπὶ τῆϲ λεχθείϲηϲ χρήϲεωϲ, ὅτε δὲ ϲπονδειακόν ἐϲτι, περιττοϲυλλάβωϲ αὐτὸ κλίνει οἷον
  • Πύδητοϲ κούρη τηλεκλειτοῦ ποταμοῖο),
  • μύκηϲ μύκου καὶ μύκητοϲ, εἰ καὶ πολλὰ ϲημαίνει ἡ λέξιϲ· ϲημαίνει γὰρ καὶ τὰ καρβόνια τὰ ἐπικείμενα τοῖϲ λύχνοιϲ, ὡϲ παρὰ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ (fr. 47 )
  • ὁππότε λύχνου
  • δαιομένου πυρόεντεϲ ἄδην ἐγένοντο μύκητεϲ.
  • [*](l. 2 cf. Ep. Cr. 1 389, 15. l. 17 cf. p. 43, 20. l. 35 versus correctus ex cod. Marc. apud Gaisf. E. M. p. 7.)
    679
    ϲημαίνει δὲ καὶ τοὺϲ ἀμανίταϲ τοὺϲ περὶ τὰ δένδρα γενομένουϲ, ὡϲ παρὰ Ἀντιφάνει (Athen. l p. 60 D)
  • ὄπτα μύκηταϲ πρινίνουϲ τουϲδὶ δύο,
  • ϲημαίνει δὲ καὶ τὸ μέροϲ τῆϲ λαβῆϲ τοῦ ξίφουϲ, ἔνθα κρατεῖ τιϲ, οὗ πεϲόντοϲ ἐκ Περϲέωϲ Μυκῆναϲ ϲυνέβη κτιϲθῆναι· ϲημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνθρώπου, ὅπερ ἰϲοϲυλλάβωϲ ἔκλινεν ὁ Ἀρχίλοχοϲ, εἰπὼν (fr. 46 Bergk)
  • ἀλλ’ ἀπερρώγαϲί μοι
  • μύκεω τένοντεϲ.
  • καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐϲτι, δῆλόϲ ἐϲτιν Ἑκαταῖοϲ οὕτωϲ κλίναϲ φηϲὶ γὰρ «καὶ ἐπαφήϲαϲ τὸν κολεὸν τοῦ ξίφεοϲ, τὸν μύκην εὗρεν ἀποπεπτωκότα ». ὁ δὲ Ἄρατοϲ (Dios. 244) περιττοϲυλλάβωϲ ἔκλινεν «ἢ λύχνοιο μύκητεϲ ἀγείρονται περὶ μύξαν» πάλιν Ϲάπηϲ Ϲάπου, καὶ Χάρηϲ Χάρου καὶ Χάρητοϲ, Πύληϲ Πόλου καὶ Πύλητοϲ, Μύνηϲ Μόνου καὶ Μύνητοϲ (ὁ μὲν γὰρ Ϲοφοκλῆϲ Μόνου ἔκλινεν, Αἰχμαλωτίϲιν εἰπὼν
  • Μύνου τ’ Ἑπιϲτρόφου τε,
  • ὁ δὲ ποιητὴϲ ἀναλόγωϲ Μύνητοϲ οἷον Τ 296
  • πέρϲεν δὲ πόλιν θείοιο Μύνητοϲ),
  • Μέγηϲ Μέγου (ἐξ οὖ τὸν Ο 302
  • Μέγην ἀτάλαντον Ἄρη)
  • καὶ Μέγητοϲ. καὶ τὸ Κόμηϲ κύριον διχῶϲ κλινόμενον εὑρέθη παρὰ τοῖϲ ἀρχαίοιϲ οἷον Κόμητοϲ καὶ Κόμου ὡϲ παρὰ Καλλιμάχῳ «δημεχθέα Χελλῶνα κοκόκνημόν τε Κόμητα» Ἰωνικῶϲ δὲ καὶ Κόμεω. καὶ τὸ μὲν γύηϲ μέροϲ τι γῆϲ καὶ μέροϲ ἀρότρου κατὰ Ἡϲίοδον (Erg. 427) γύου κλίνεται. φαϲὶ δὲ ὅτι Γύηϲ οὕτω τιϲ καλούμενοϲ βαϲιλεὺϲ τῶν Φρυγῶν. ὅταν δὲ ἰϲοϲυλλάβωϲ εὑρεθῶϲιν ὁ Κόμηϲ Κόμου καὶ γύηϲ γύου κλινόλῶνα ἔχουϲι ἀπολογίαν τοιαύτην.

    Choer. 134, 28: τὰ ἀπὸ τῶν εἰϲ η θηλυκῶν εἰϲ ηϲ γινόμενα βαλῶνα ἀρϲενικὰ μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον λέϲχη ὁ λέϲχηϲ τοῦ λέϲχου, ἀράχνη ὁ ἀράχνηϲ τοῦ ἀράχνου, κόμη ὁ ἀκερϲεκόμηϲ τοῦ ἀκερϲεκόμου, δίκη ἑλλανοδίκηϲ ἑλλανοδίκου, γυνή ὁ μιϲογύνηϲ τοῦ μιϲογύνου, χαίτη ὁ κυανοχαίτηϲ τοῦ κυανοχαίτου, τέχνη ὁ κλυτοτέχνηϲ τοῦ κλυτοτέχνου, οὕτωϲ οὖν καὶ κόμη ὁ Κόμηϲ τοῦ Κόμου καὶ γύη ὁ γύηϲ τοῦ γύου. πρόϲκειται βαρύτονα » διὰ τὸ τύχη Εὐτυχήϲ Εὐτυχοῦϲ (ἔϲτι δὲ ὄνομα κύριον) τοῦτο γὰρ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἀλλ’ οὐκ ἔϲτι βαρύτονον ἀλλ’ ὀξύτονον. πρόϲκειται «μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ », διὰ τὸ ἄκη τανυήκηϲ τανυήκουϲ. τοῦτο γὰρ βαρύτονόν ἐϲτι, καὶ ὅμωϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἀλλ’ ἔχει οὐδέτερον εἰϲ εϲ οἷον

  • ϲπαϲϲάμενοϲ τανύηκεϲ ἄορ παχέοϲ παρὰ μηροῦ (Π 473).
  • [*](l. 10—13 ex II. Pr. 0 302 addid. l. 21 ex p. 134, 16 coll. p. 47, 24. l. 23 Κόμεω Hippocrati vindicavit Meinek. d. epidem. p. 15.)
    680

    Choer. 140, 30. τὰ εἰϲ ηϲ βαρύτονα ϲπονδειακὰ εἰϲ ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Χρύϲηϲ Χρύϲου, Πέρϲηϲ Πέρϲου, Τέννηϲ Τέννου, Ξέρξηϲ Ξέρξου. ϲεϲημείωται τὸ μάϲθληϲ μάϲθλητοϲ (ϲημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον) καὶ Μήληϲ Μήλητοϲ ποταμὸϲ Κολοφῶνοϲ διὰ τοῦ τοϲ κλινόμενα. ἀλλὰ ταῦτα ὑπάγεται κανόνι τοιούτῳ, «τὰ εἰϲ ληϲ λήγοντα διϲύλλαβα ὡϲ ἐπὶ τὸ πλεῖϲτον διὰ τοῦ τοϲ κλίνεται οἷον Μέληϲ Μέλητοϲ ποταμὸϲ Ϲμυρναῖοϲ, Πόλλϲ Πόλλητοϲ, Μέμβληϲ Μέμβλητοϲ, Βάμβληϲ Βάμβλητοϲ. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ Μέϲθληϲ Μέϲθλου· τοῦτο γὰρ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὡϲ παρὰ τῷ ποιητῇ (P 216)

  • Μέϲθλην τε Γλαῦκόν τε.
  • ἔτι ϲεϲημείωται τὸ Μόργηϲ Μόργητοϲ (ἔϲτι δὲ ὄνομα ἔθνουϲ), τοῦτο δὲ διὰ τοῦ τοϲ ἐκλίθη, ἐπειδὴ τὰ εἰϲ γηϲ λήγοντα ἔχοντα πρὸ τοῦ γ τὸ ϲ ἢ τὸ ρ διὰ τοῦ τοϲ κλίνεται οἷον Μίϲγηϲ Μίϲγητοϲ, Λίργηϲ ίργητοϲ, χωρὶϲ τοῦ Ἄργηϲ Ἄργου· τοῦτο γὰρ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὡϲ παρ· Ἡϲιόδῳ (Theog. 140)
  • Βρόντην τε Ϲτεροπήν τε καὶ Ἄργην ὀμβριμόθυμον.
  • ἔτι ϲεϲημείωται τὸ Ναίηϲ Nαίητοϲ (ἔϲτι δὲ ὄνομα κύριον), κούρηϲ. κούρητοϲ (ὁ νεώτεροϲ οἷον
  • κούρητεϲ Ἀχαιῶν Τ 248),
  • Ὅπλϲ Ὅπλητοϲ (ὄνομα κύριον), Πίγρηϲ Πίγρητοϲ, Τίγρηϲ Τίγρητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ),Βάβρηϲ Βάβρητοϲ, Φγρηϲ Φάγρητοϲ, Μάγνηϲ Μάγνητοϲ (ἔϲτι δὲ ὄνομα κύριον καὶ ἐθνικόν, Μάγνηϲ γὰρ λέγεται ὁ πολίτηϲ τῆϲ Μαγνηϲίαϲ), Ἴγνηϲ Ἴγνητοϲ, Μάϲηϲ Μάϲητοϲ, Πάρνηϲ Πάρνηθοϲ (ἔϲτι δὲ ὄροϲ Ἀττικῆϲ), Μένδηϲ Μένδητοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Αἰγύπτου), γλοίηϲ γλοίητοϲ (ϲημαίνει δὲ τὸν κακοήθη), καὶ τὸ πλήρηϲ πλήρουϲ, Ἄρηϲ Ἄρεοϲ. καὶ τὸ μὲν Ναίηϲ Nαίητοϲ καὶ τὸ κούρηϲ κούρητοϲ ἔχει ἀπολογίαν τοιαύτην, ὅτι νάηϲ νάητοϲ καὶ. κόρηϲ κόρητοϲ ἦν, καὶ τῷ λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τοϲ ἐκλίνετο, καὶ ἐπλεόναϲε τὸ μὲν νάηϲ τὸ ι καὶ ἐγένετο ναίηϲ, τὸ δὲ κόρηϲ τὸ υ καὶ ἐγένετο κούρηϲ, καὶ ἐφύλαξε τὴν αὐτὴν κλίϲιν. ἔχει δὲ καὶ ἄλλην ἀπολογίαν τὰ τοιαῦτα, τὸ μὲν κούρηϲ, ὅτι τὰ εἰϲ ρηϲ λήγοντα διϲύλλαβα τῇ ου διφθόγγῳ παραληγόμενα διὰ τοῦ τοϲ κλίνεται οἷον μούρηϲ. μούρητοϲ, δούρηϲ δούρητοϲ, οὕτωϲ οὖν καὶ κούρηϲ κούρητοϲ. περὶ δὲ τοῦ Ναίηϲ Nαίητοϲ ἔϲτιν εἰπεῖν, ὅτι πολλάκιϲ ἡ αι καὶ οι δίφθογγοι ἀντὶ κοινῆϲ παραλαμβάνονται, ὅθεν καὶ τούτων τῶν διφθόγγων ἐπὶ τέλουϲ οὐϲῶν πολλάκιϲ προπαροξύνεται ἡ λέξιϲ οἷον Ῥόδιοι, Ὅμηροι, ἅμαξαι, ἄελλαι. καὶ παρὰ τοῖϲ ποιηταῖϲ δὲ πολλάκιϲ ἡ αι καὶ ἡ οι δίφθογγοι ἀντὶ κοινῆϲ παραλαμβάνονται, τῆϲ κοινῆϲ μὴ ἀπαρτιζούϲηϲ εἰϲ μέροϲ λόγου, ὡϲ παρὰ Θεοκρίτῳ (11, 18)
  • ὑψηλᾶϲ ἐϲ πόντον ὁρῶν ἄειδε τοιαῦτα
  • καὶ παρὰ Μενάνδρῳ
  • οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει,
  • 681
    καὶ παρὰ τῷ ποιητῇ (Π 235)
  • ϲοὶ ναίουϲ’ ὑποφῆται, ἀνιπτόποδεϲ, χαμαιεῦναι.
  • τούτου οὖν χάριν τὸ Ναίηϲ, ὡϲ ἔχον τὴν αι δίφθογγον ἀντὶ κοινῆϲ, τῷ λόγῳ τῶν ἰαμβικῶν ἐκλίθη· τούτῳ τῷ λόγῳ δὲ καὶ τὸ γλοίηϲ γλοίητοϲ ἐπάγεται, ἔχει γὰρ τὴν οι δίφθογγον, τιϲ, ὡϲ εἴρηται, πολλάκιϲ ἀντὶ κοινῆϲ παραλαμβάνεται. τὸ δὲ Ὅπληϲ Ὅπλητοϲ, καὶ Τίγρηϲ Τίγρητοϲ, καὶ Βάβρηϲ, Βάβρητοϲ, καὶ Φάγρηϲ Φάγρητοϲ, καὶ Μάγνηϲ Μάγνητοϲ, καὶ Ἴγνηϲ Ἴγνητοϲ ἔχει ἄφωνον πρὸ ἀμεταβόλου, καὶ κοινὴν τὴν ϲυλλαβὴν ἔχει, καὶ ὡϲ ἔχοντα κοινὴν τὴν ϲυλλαβὴν τῷ λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τοϲ ἐκλίθη. τὸ δὲ λάγνηϲ λάγνου, εἰ καὶ ἔχει ἄφωνον πρὸ ἀμεταβόλου, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν τῷ λόγῳ τοῦ κόμηϲ κόμου καὶ γύηϲ γύου ὥϲπερ γὰρ ἀπὸ τοῦ δίκη γίνεται πλανοδίκηϲ πλανοδίκου, οὕτω καὶ ἀπὸ τοῦ γυνή καὶ τοῦ λα τοῦ ἐπιτατικοῦ μορίου γίνεται λαγύνηϲ, οἱονεὶ ὁ ἐπίταϲιν πολλὴν ἔχων πρὸϲ τὰϲ γυναῖκαϲ, καὶ κατὰ ϲυγκοπὴν λάγνηϲ λάγνου. τὸ δὲ Ἰγνηϲ γνητοϲ ἔχει καὶ ἄλλην ἀπολογίαν, ὅτι γνήϲ γνητόϲ ἦν, ὥϲπερ Κρήϲ Κρητόϲ, καὶ ἐγένετο ἐν ϲυνθέϲει μετὰ τοῦ ι ἀντωνυμίαϲ (ἐγώ, ϲύ), ἴ, Ἴγνηϲ Ἴγνητοϲ, καὶ ἐφύλαξε τὴν κλίϲιν τὴν αὐτήν, ὥϲπερ καὶ ἀπὸ τοῦ Κρήϲ Κρητόϲ Ἔγκρηϲ Ἔγκρητοϲ, καὶ φυλάττει καὶ τὴν αὐτὴν κλίϲιν. τὸ δὲ Μάϲηϲ Μάϲητοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ, ὡϲ παρὰ τῷ ποιητῇ οἷον B 562
  • οἴ τ’ ἔχον Αἴγιναν Μάϲητά τε υἷεϲ Ἀχαιῶν)
  • ἔϲτιν εἰπεῖν ὅτι ϲυνεϲταλμένον ἔχει τὸ α καὶ ὡϲ ἰαμβικὸν ἐκλίθη διὰ τοῦ τοϲ, ἀλλὰ ποιητικῶϲ τὸ α ἐξέτεινε διὰ τὸ μέτρον· ἢ λέγομεν ὅτι ἀπὸ τοῦ ὁ Μάϲητοϲ τοῦ Μαϲήτου τῷ Μαϲήτῳ τὸν Μάϲητον γέγονε κατὰ μεταπλαϲμὸν Μάϲητα. τὸ δὲ πλήρηϲ πλήρουϲ, ἐπειδὴ ἔχει οὐδέτερον εἰϲ εϲ οἷον τὸ πλῆρεϲ, διὰ τοῦτο εἰϲ δῦϲ ἔχει τὴν γενικήν. ἄλλωϲ τε δὲ ὅτι οὐδέ ἐϲτι τοῦτο διϲύλλαβον φύϲει· ἀπὸ γὰρ τοῦ πλείων γέγονε πλειήρηϲ καὶ κατὰ ϲυγκοπὴν πλήρηϲ. τὸ δὲ Πάρνηϲ Πάρνηθοϲ καὶ Μένδηϲ Μένδητοϲ, ἐπειδὴ θηλυκῶϲ λέγεται οἷον (Aristoph. Nub. 322)
  • βλέπε νῦν δεῦρο πρὸϲ τὴν Πάρνηθα.
  • λέγεται δὲ καὶ ἀρϲενικῶϲ Ἀντιφάνηϲ ἐν Πυραυνῷ «ἐϲ κόρακαϲ. ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ’ ὅλον». καὶ πάλιν Αἰγυπτία Μένδηϲ εἰκότωϲ διὰ τοῦ τοϲ ἐκλίθη. τὰ γὰρ εἰϲ ηϲ θηλυκὰ μονογενῆ διὰ τοῦ τοϲ κλίνεται οἷον ἐϲθήϲ ἐϲθῆτοϲ, ποτήϲ ποτῆτοϲ
  • ἐδητύοϲ ἠδὲ ποτῆτοϲ (Λ 779)
  • (ϲημαίνει δὲ τὴν πόϲιν), ποιότηϲ ποιότητοϲ, φιλότηϲ φιλότητοϲ, κακότηϲ κακότητοϲ. οὕτωϲ οὖν καὶ Μένδηϲ Μένδητοϲ καὶ Πάρνηϲ Πάρνητοϲ καὶ Πάρνηθοϲ κατὰ μετάθεϲιν τοῦ τ εἰϲ θ. πρόϲκειται « μονογενῆ διὰ τὸ νημερτήϲ νημερτοῦϲ· τοῦτο γὰρ ὡϲ ἔχον οὐδέτερον εἰϲ [*](l. 33—34 ex St B. s. v. Πάρνηϲ addidi.)
    682
    εϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, τοῦτο δὲ κύριον γινόμενον τὴν αὐτὴν κλίϲιν φυλάττει. ἔχομεν δὲ τὴν χρῆϲιν τοῦ κυρίου παρ’ Ὁμήρῳ οἶον
  • Νημερτήϲ τε καὶ Ἀψευδὴϲ καὶ Καλλιάναϲϲα (Ϲ 46).
  • τὸ δὲ Ἄρηϲ διαφόρουϲ ἔχει κλίϲειϲ· καὶ γὰρ κλίνεται τῷ λόγῳ τῶν ἰαμβικῶν οἷον Ἄρητοϲ ἔχον τὸ Ἀρητιάδηϲ πατρωνυμικόν, καὶ πάλιν τῷ λόγῳ τῶν ϲπονδειακῶν οἷον Ἄρου, ἐξ οὗ τὸ
  • ἧλθεν Ἄρῃ ἐπίκουροϲ (Φ 431),
  • ὥϲπερ τῷ Χρύϲῃ· καὶ πάλιν
  • παύϲαϲθαι βροτολοιγὸν Ἄρην ἀνδροκταϲιάων (Ε 909)
  • ὥϲπερ τὸν Χρύϲην. ἔϲτι δὲ καὶ Ἄρηϲ Ἄρουϲ, ἐκ ταύτηϲ δὲ τῆϲ γενικῆϲ ἔϲτι κλητικὴ
  • Ἆρεϲ, Ἄρεϲ, βροτολοιγέ, μιαιφόνε,
  • ὥϲπερ Δημοϲθένηϲ Δημοϲθένουϲ Δημόϲθενεϲ. εὑρίϲκεται δὲ καὶ Ἄρεωϲ Ἄττικῶϲ διὰ τοῦ ω, ὡϲ ἀπὸ τοῦ Ἄρευϲ Ἄρηοϲ Ἰωνικῶϲ καὶ Ἄρευοϲ Αἰολικῶϲ.

    Choer. 54, 29: τὰ εἰϲ ηϲ ὀξύτονα διϲύλλαβα πλὴν τῶν εἰϲ τηϲ, εἰ μὲν ἔχει ἕν ϲύμφωνον, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ψευδήϲ ψευδοῦϲ, ϲαφήϲ ϲαφοῦϲ, πρηνήϲ πρηνοῦϲ. πρόϲκειται «πλὴν τῶν εἰϲ τηϲ » διὰ τὸ κριτήϲ κριτοῦ· τοῦτο δὲ παραλόγωϲ ὀξύνεται, ὤφειλε γὰρ βαρύνεϲθαι, ἐπειδὴ τὰ εἰϲ τηϲ λήγοντα ἀρϲενικὰ φύϲει διϲύλλαβα βαρύνεται οἷον δότηϲ, κλύτηϲ, θύτηϲ, ὅθεν καὶ τὸ ψάλτηϲ ἀναλογώτερόν ἐϲτι κατὰ τὴν κοινὴν διάλεκτον βαρυνόμενον τοῦ παρὰ τοῖϲ Ἀθηναίοιϲ ὀξυνομένου. εἰ ἔχει δύο ϲύμφωνα, διὰ τοῦ τοϲ κλίνεται οἷον ἀργήϲ ἀργῆτοϲ (ϲημαίνει δὲ τὸ λευκόν), ἑρπήϲ ἑρπῆτοϲ (πάθοϲ τι περὶ τὸ ϲῶμα), προβλήϲ προβλῆτοϲ (ὁ προβεβλημένοϲ καὶ ἐξέχων), ἀδμήϲ ἀδμῆτοϲ ὁ ἀδάμαϲτοϲ, χερνήϲ χερνῆτοϲ ὁ χειροτέχνηϲ. ϲεϲημείωται τὸ Κουρήϲ Κουρῆτοϲ, δηλήϲ δειλῆτοϲ (sic) καὶ τὸ ψιλήϲ ψιλῆτοϲ, ὅτι τῶν εἰϲ ηϲ ὀξυτόνων διϲυλλάβων ἕν ϲύμφωνον ἐχόντων, εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν οἷον ϲαφήϲ ϲαφοῦϲ, ψευδήϲ ψευδοῦϲ, ταῦτα διὰ τοῦ τοϲ ἐκλίθη· ἔϲτι δὲ ἐθνικά.

    Choer. 46, 16: τὰ εἰϲ ηϲ ἔχοντα οὐδέτερον εἰϲ εϲ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ὁ εὐϲεβήϲ τοῦ εὐϲεβοῦϲ τὸ εὐϲεβέϲ, ὁ εὐγενήϲ τοῦ εὐγενοῦϲ τὸ εὐγενέϲ, ὁ ἀναιδήϲ τοῦ ἀναιδοῦϲ τὸ ἀναιδέϲ, ὁ ϲαφήϲ τοῦ ϲαφοῦϲ τὸ ϲαφέϲ, ὁ ψευδήϲ τοῦ ψευδοῦϲ τὸ ψευδέϲ, ὁ κακοήθηϲ τοῦ κακοήθουϲ τὸ κακόηθεϲ, ὁ ἐπιμήκηϲ τοῦ ἐπιμήκουϲ τὸ ἐπίμηκεϲ, ὁ πλήρηϲ τοῦ πλήρουϲ τὸ πλῆρεϲ, ὁ φιλαλήθηϲ τοῦ φιλαλήθουϲ τὸ φιλάληθεϲ, ὁ ϲυνήθηϲ τοῦ ϲυνήθουϲ τὸ ϲύνηθεϲ.

    [*](l. 15 cf. Choer. 44, 32, An. Ox. 11 46, 16; omisi Choerobosci etymologiam vocis Ἄρηϲ ab α privativo et ῥῶ τὸ λέγω ut ab Herodiano alienum, quem Ἄρηϲ ab ἀρῶ ἀρῶμαι repetivisse scimus ex Il. Pr. Ϲ 310. l. verba τοῦτο δὲ παραλόγωϲ περὶ τοῖϲ Ἀθηναίοιϲ ὀξυνομένου concinentia cum Arc. 24, 6 sumpsi ex. Choer. 176, 22. l. 27 quid δηλήϲ δειλῆτοϲ sibi velit, non intellego, Herodian. περὶ ὀνομάτων fr. 7 duo tantum Κουρήϲ et ψιλήϲ excipit. Similiter habent Ep. Cr. 1 939, 2 et 368, 10.)
    683

    Choer. 46, 2: τὰ εἰϲ ηϲ περιϲπώμενα τρεῖϲ κλίϲειϲ ἐπιδέχεται, τὴν εἰϲ ουϲ, ὅταν παρὰ τὸ κλέοϲ ἦ οἷον Ἡρακλῆϲ Ἡρακλέοϲ Ἡρακλοῦϲ, Ἀνδροκλῆϲ Ἀνδροκλέοϲ Ἀνδροκλοῦϲ τὴν διὰ τοῦ ντ, ὅταν ἀπὸ ϲυναιρέϲεωϲ τῶν εἰϲ ειϲ ᾖ οἶον δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ, φθογγήειϲ φθογγήεντοϲ φθογγῆϲ φθογγῆντοϲ· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Θαλῆϲ Θαλοῦ (ἔϲτι δὲ ὄνομα κύριον) ὡϲ παρ’ Ἀριϲτοφάνει (Nub. 180) «τί δῆτ’ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν», (τοῦτο δέ, ἡνίκα βαρύνεται, διὰ τοῦ τοϲ κλίνεται τῷ λόγῳ τῶν ἰαμβικῶν οἷον ὁ Θάληϲ τοῦ Θάλητοϲ ὡϲ παρὰ Καλλιμάχῳ (fr. 96) «πάλιν τὸ δῶρον ἐϲ Θάλητα ὤλιϲθεν »), Ἑρμῆϲ Ἑρμοῦ, Ϲωϲῆϲ Ϲωϲοῦ, Ἀπελλῆϲ` Ἀπελλοῦ, Ποδῆϲ Ποδοῦ· τοῦτο δὲ καὶ Ποδῆτοϲ κλίνεται.

    Choer. 48, 6: τὰ εἰϲ δηϲ πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικήν. πατρωνυμικὰ μὲν οἶον Ἀτρείδηϲ Ἀτρείδου, Τελαμωνιάδηϲ Τελαμωνιάδου, Πηλείδηϲ Πηλείδου τύπου δὲ πατρωνυμικοῦ οἷον Εὐριπίδηϲ Εὐριπίδου, Θουκυδίδηϲ Θουκυδίδου, Μιλτιάδηϲ Μιλτιάδου, Ἡρώδηϲ Ἡρώδου.

    Choer. 54, 7: τὰ διὰ τοῦ ωδηϲ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον πετρώδηϲ πετρώδουϲ, λιμώδηϲ λιμώδουϲ, κτηνώδηϲ κτηνώδουϲ, πυρώδηϲ πυρώδουϲ.

    Choer. 51, 2. τὰ ἀπὸ τῶν εἰϲ οϲ εἰϲ ηϲ γινόμενα βαρύτονα, εἴτε ἁπλᾶ εἴτε παραϲύνθετα, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ἄραξοϲ Ἀράξηϲ Ἀράξου, Λάπιθοϲ Λαπίθηϲ Λαπίθου, εἴϲπνηλοϲ (Callim. fr. 169) εἰϲπνήληϲ (Theocr. 12, 13) εἰϲπνήλου (ϲημαίνει δὲ τὸν ἐρώμενον), ἑπτάπουϲ ἑπτάποδοϲ ἑπταπόδηϲ ἑπταπόδου, εὔπατριϲ εὐπάτρι δοϲ εὐπατρίδηϲ εὐπατρίδου, Οἰδίπουϲ Οἰδίποδοϲ Οἰδιπόδηϲ Οἰδιπόδου. οὕτωϲ καὶ ἀπὸ τοῦ ἀγκυλόχειλοϲ ἀγκυλοχείληϲ ἀγκυλοχείλου γέγονεν ἀπὸ τοῦ ϲυνθέτου παραϲύνθετον, καὶ εὐλόγωϲ εἰϲ τὴν ου δίφθογγον ἔϲχε τὴν γενικήν.

    Choer. 55, 12: τὰ ἀπὸ τῶν εἰϲ οϲ ἀρϲενικῶν εἰϲ ηϲ γινόμενα ὀξύτονα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἶον νεόπτορθοϲ νεοπτορθήϲ νεοπτορθοῦϲ (ϲημαίνει δὲ τὸν ἔχοντα νέον κλάδον), νεόκλαδοϲ νεοκλαδήϲ νεοκλαδοῦϲ, δύϲηχοϲ δυϲηχήϲ δυϲηχοῦϲ, τὸ δὲ ἐθελοντήϲ καὶ ἑκοντήϲ ἀπὸ τοῦ ἐθέλοντοϲ καὶ ἑκόντοϲ γενικῆϲ μετοχῆϲ εἰϲ ου ἔχει τὴν γενικήν. Choer. 50, 9: ἔϲτι τινὰ εἰϲ ηϲ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι μήτε τὸ ο μήτε τὸ υ μήτε τὸ ω, ἅτινα διὰ τοῦ τοϲ κλίνεται οἷον Ἐπιάληϲ Ἐπιάλητοϲ, Ὑπέρηϲ Ὑπέρητοϲ (ἔϲτι δὲ ὀνόματα κύρια), Ἀλκέληϲ Ἀκέλητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), ὑψικέρηϲ ὑψικέρητοϲ (ϲημαίνει δὲ τὸν ἐν ὕψει κεκτημένον τὰ [*](l. 10 quae de barytono Θάληϲ proposita eunt, sumpsi ex p. 44, 13 et 136, 24 quae do Ποδῆϲ ex Priscian. VI 60. l. 21 cf. p. 150, 16, An. Ox. II 372, 10. l. 33 observationem de ἑκοντήϲ et ἐθελοντήϲ addidi ex Arc. 25, 24. —Cf Choer. 51, 18 et 150, 25.)

    684
    κέρατα), Καβάρηϲ Καβάρητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Κεφάληϲ Κεφάλητοϲ (ἔϲτι δὲ ὄνομα κύριον), Ἀμέληϲ Ἀμέλητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), καὶ ἀμένηϲ ἀμένητοϲ (ϲημαίνει δὲ τὸ παιδίον διὰ τὸ μὴ ἔχειν μένοϲ), οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ. οὐδὲ γὰρ τὰ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν μὴ τὸ ι μὴ τὸ ο μὴ τὸ υ μὴ τὸ ω, πάντα διὰ τοῦ τοϲ κλίνεται ἰδοὺ γὰρ τὸ Δημοϲθένηϲ Δημοϲθένουϲ καὶ Ἀντιγένηϲ Ἀντιγένουϲ καὶ Ἀριϲτομένηϲ Ἀριϲτομένουϲ οὐ κλίνεται διὰ τοῦ τοϲ. πρόϲκειται « μὴ ἔχοντα μήτε τὸ ι μήτε τὸ o μήτε τὸ υ μήτε τὸ ω», ἐπειδὴ ταῦτα ἰϲοϲυλλάβωϲ κλίνεται, ἤγουν εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Αἰϲχίνηϲ Αἰϲχίνου, Μηριόνηϲ Μηριόνου, Κερύνηϲ Κερύνου (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια), τελώνηϲ τελώνου.

    Choer. 53, 26: τὰ εἰϲ ηϲ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ἔχοντα πρὸ τοῦ η δύο τὰ αὐτὰ ἀμετάβολα εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ἰωάννηϲ Ἰωάννου, Ὀρθάννηϲ ’Ὀρθάννου, Καβάλληϲ Καβάλλου. πρόϲκειται ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ Πόλληϲ Πόλλητοϲ· τοῦτο γὰρ διὰ τοῦ τοϲ κλίνεται, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ δύο ϲυλλαβὰϲ ἀλλὰ διϲύλλαβον. πρόϲκειται «βαρύτονα» διὰ τὸ ἀελλῆϲ ἀελλοῦϲ (ϲημαίνει δὲ τὸν ϲυϲτρεφώδη ἄνεμον)· τοῦτο γὰρ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἀλλ’ οὐκ ἔϲτι βαρύτονον ἀλλ’ ὀξύτονον.

    Choer. 53, 18 (Eustath. 1684, 31): τὰ διὰ τοῦ οληc εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ὁζόληϲ(ἔθνοϲ δὲ οἱ Ὀζόλαι) Ὁζόλου, γενειόληϲ γενειόλου, φαινόληϲ φαινόλου.