Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 123, 26: ἰϲτέον δὲ ὅτι οὐ μόνον τὰ εἰϲ υϲ ὑποκοριϲτικὰ ϲημειούμεθα ἐν τῷ κανόνι, ἀλλὰ καὶ τὰ εἰϲ ιϲ περιϲπώμενα· ταῦτα γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ κομβῖϲ τοῦ κομβῖ. ἰδοὺ ἡ δοτικὴ οὐκ ἔχει ἀνεκφώνητον τὸ ι, ἀλλ’ ἐκφωνούμενον οἶον τῷ κομβῖ, ἐπειδὴ οὕτε τὸ η ἔχει οὔτε τὸ ω οὕτε τὸ α μακρόν, ἀλλὰ τὸ ι· τότε δὲ τὸ ι ἀνεκφώνητόν ἐϲτι, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ ϲυλλαβῇ. ἰϲτέον δὲ ὅτι μονῆρέϲ ἐϲτι τὸ ὄνομα τοῦτο, οὐκ ἔχει γὰρ ἄλλο ὅμοιον αὐτῷ ἐν χρήϲει.

Choer. 124, 5: ἔτι δεῖ προϲθεῖναι «χωρὶϲ τῶν κατὰ διάλεκτον », ἐπειδὴ οἱ Αἰολεῖϲ ταῖϲ εἰϲ ω ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῶ Ὁμήρω γάρ φαϲι καὶ τῶ ϲοφῶ χωρὶϲ τοῦ ι. καὶ πάλιν οἱ Βοιωτοὶ ταῖϲ εἰϲ η ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῆ Ἐλέν γάρ φαϲι καὶ τῆ Πηνελόπη χωρὶϲ τοῦ ι. ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν διὰ τὸ μέτρον ». ἔϲτι γὰρ ὁ ζελᾶϲ τοῦ ζελά τῷ ζελά (οὕτωϲ δὲ λέγεται κατὰ Θρᾶκαϲ ὁ οἶνοϲ), καὶ τούτου ἡ δοτικὴ εὑρίϲκεται παρ’ Εὐπόλιδι χωρὶϲ τοῦ ι. ϲυϲτεῖλαι γὰρ βουλόμενοϲ τὸ α οὐ προϲέγραψε τὸ ι, οἷον

  • ταυτὸν ποιεῖ τό τ’ Ἀττικὸν τῷ ζελά, ϲὺν γὰρ κεραννοῖϲ (κεράννυϲ).
  • ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν πεπονθότων». ἔϲτι γὰρ τῷ κυανοχαίτῃ, καὶ γίνεται κατὰ μεταπλαϲμὸν τῷ κυανοχοίτα, καὶ οὐκ ἔχει προϲγεγραμμένον τὸ ι, οἶον ὡϲ παρὰ Ἀντιμάχῳ,
  • πατρί τε κυανοχαῖτα Ποϲειδάωνι πεποιθώϲ,
  • ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν. καὶ πάλιν ἔϲτι πατήρ πατρόϲ [*](I. 12 κομβῖϲ memoratur inter hypocoristica etiam in Schol. ad Dionys. 857, ubi tamen oxytonos scriptum est ὁ κομβίϲ τοῦ κομβίϲ (?). l. 25 Εὐπόλιδι pro Εὐριπίδῃ Cod Marc apud Gaisf. E. 51. p. 7. l. 29 cf. Eust. 75, 30 τὸ ἱππότηϲ ἱππότα καὶ ὅμοια ἀπὸ τῶν εἰϲ ηϲ εὐθειῶν εἰϲ α μεταπεϲόντα μεταπλαϲμὸν παράδοξον ἔπαθεν. ἔϲτι δὲ κατὰ τοὺϲ παλαιοὺϲ Βοιοτῶν καὶ Αἰολέων ὁ τοιοῦτοϲ τύποϲ τοῦ ϲχηματιϲμοῦ, διὸ καί τινα ἐκ τούτων προπαροξύνεται ὡϲ ἐνταῦθα τὸ μητίετα Ζεύϲ cf. II. Pr. 508 et 540. Π 185. An. Par. II 338, 15 μητίετα Ζεύϲ: ἰϲτέον ὅτι ταῦτα κατὰ ποιητικὴν ἄδειαν λέγεται ὡϲ ἱππότα Νέϲτωρ καὶ μητίετα Ζεύϲ. καὶ «αὐτὰρ ὁ Θυέϲτα» καὶ τὰ τούτοιϲ ὅμοια ταῦτα γὰρ καὶ μονόπτωτά ἐϲτι καὶ ποιητικῷ μεταπλαϲμῷ λέγεται εἶναι αὐτά. διὸ καὶ ἄκλιτα ἔμεινεν. Vide etiam Lobeck Parall. p. 184.)
    667
    πατρί, καὶ μήτηρ μητρόϲ μητρί, καὶ ἰδοὺ ἐπὶ τούτων ἡ γενικὴ ἰϲοϲυλλαβεῖ τῇ εὐθείᾳ, καὶ οὐκ ἔχει τὴν δοτικὴν εἰϲ ι ἀνεκφώνητον λήγουϲαν, ἀλλ’ εἰϲ ι ἐκφωνούμενον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ γενικὴ καὶ ἰϲοϲυλλαβεῖ τῇ εὐθείᾳ, ὡϲαύτωϲ δὲ καὶ ἡ δοτικὴ πέπονθεν, οἷον πατέροϲ πατέρι, καὶ μητέροϲ μητέρι, καὶ κατὰ ϲυγκοπὴν πατρόϲ καὶ μητρόϲ καὶ πατρί καὶ μητρί.

    Choer. 126, 2: ἐπὶ τῶν ἰϲοϲυλλάβωϲκλινομένων ἡ αἰτιατικὴ ἰϲοϲύλλαβόϲ ἐϲτι τῇ εὐθείᾳ, οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὸν καλόν, ὁ κοχλίαϲ τοῦ κοχλίου τῷ κοχλίᾳ τὸν κοχλίαν, ὁ Χρύϲηϲ τοῦ Χρύϲου τῷ Χρύϲῃ τὸν Χρύϲην, καὶ ἐπὶ τῶν εἰϲ υϲ καὶ ἐπὶ τῶν εἰϲ ουϲ καὶ ἐπὶ τῶν ἐχόντων τὴν γενικὴν εἰϲ οϲ καθαρὸν διχρόνῳ παραληγόμενον οἷον βότρυϲ βότρυοϲ βότρυν, ϲτάχυϲ ϲτάχυοϲ ϲτάχυν, χροῦϲ χροόϲ χροῦν, ὄφιϲ ὄφιοϲ ὄφιν, πόλιϲ πόλιοϲ πόλιν, μάντιϲ μάντιοϲ μάντιν.

    Πᾶϲα εὐθεῖα ἑνικῶν μὴ ἔχουϲα κατὰ πάθοϲ τὴν αἰτιατικήν, ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰϲοϲύλλαβον, εἰϲ ν αὐτὴν ἔχει λήγουϲαν οἷον ἡ μοῦϲα τὴν μοῦϲαν, ἡ Μήδεια τὴν Μήδειαν, ἡ τιμή τὴν τιμήν, ἡ Ἀλφροδίτη τὴν Ἀφροδίτην, ἡ ϲοφή τὴν ϲοφήν, καλόϲ καλόν, ἰχθῦϲ ἰχθῦν. πρόϲκειται «μὴ ἔχουϲα κατὰ πάθοϲ τὴν αἰτιατικὴν » διὰ τὸ εὐφυήϲ εὐφυῆ, ὑγιήϲ ὑγιῆ, εὐϲεβήϲ εὐϲεβῆ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ καὶ. ἀφυᾶ καὶ ὑγιᾶ. ἀπὸ γὰρ τοῦ εὐφυέα καὶ ὑγιέα γέγονε κατὰ κρᾶϲιν — καὶ διὰ τὸ ἱδρῶ «ἱδρῶ ἀπεψύχοντο » (Χ 2) ἰδοὺ γὰρ ἔϲτιν ἱδρώϲ ἱδρῶτοϲ ἱδρῶτα καὶ γίνεται κατὰ πάθοϲ ἤγουν κατὰ ἀποκοπὴν ἱδρῶ.

    Choer. 128, 14: τὰ εἰϲ αϲ ἰϲοϲυλλάβωϲ κλινόμενα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικὴν οἷον ὁ Ζηνᾶϲ τοῦ Ζηνᾶ ὦ Ζηνᾶ, ὁ Μητρᾶϲ τοῦ Μητρᾶ ὦ Μητρᾶ, ὁ κοχλίαϲ τοῦ κοχλίου ὤ κοχλία, ὁ Αἰνείαϲ τοῦ Αἰνειοῦ ὦ Αἰνεία, ὁ Παπίαϲ τοῦ Παπίου ὦ Παπία. χωρὶϲ τῶν Ἀττικῶν, οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ ἔχουϲιν ὀρθὰϲ καὶ κλητικάϲ, ὁ Αἰνείαϲ ὦ Αἰνείαϲ, ὁ κοχλίαϲ ὤ κοχλίαϲ, καὶ χωρὶϲ τοῦ

  • ἀκαμαντοχάρμαν Αἶαν
  • παρὰ Πινδάρῳ· οὖτοϲ γὰρ τὴν κλητικὴν εἰϲ ν εἶπεν, οἷον
  • ὑπερμενὲϲ ἀκαμαντοχάρμαν Αἶαν
  • Choer. 128, 30: πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ᾳ ἢ εἰϲ ῳ λήγουϲα ὁμόφωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλ’ ἐν τοῖϲ δυϊκοῖϲ οὐκ ἔϲτι τὸ ι προϲγεγραμμένον οἷον τῷ κοχλίᾳ, τῶ κοχλία, τῷ Αἰνείᾳ τὼ Αἰνεία, τῷ καλῷ τὼ καλώ, τῷ ϲοφῷ τῶ ϲοφώ. δεῖ δὲ γινώϲκειν ὅτι ἐκτείνεται τὸ α ἐν τῇ εὐθείᾳ τῶν δυικῶν, ὥϲπερ καὶ ἐν τῇ δοτικῇ τῶν ἑνικῶν, ἀλλ’, ὡϲ εἴρηται, οὐκ ἔϲτι τὸ ι προϲγεγραμμένον ἐν τῇ εὐθείᾳ τῶν δυικῶν, οὐδὲ γάρ ἐϲτι τὸ ι τελικὸν τῆϲ εὐθείᾳϲ τῶν δυικῶν· τελικὰ γὰρ τῆϲ εὐθείαϲ τῶν δυικῶν τρία ἐϲτὶν α, ε ω, οἷον Ἀτρείδα, Ἔτορε, φίλω.

    [*](l. 14 ex Choer. 124, 31 — 127, 31 composui.)
    668

    Choer. 129, 11: πᾶϲα εὐθεῖα δυικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν οἷον τῶ κοχλία τοῖν κοχλίαιν, τὼ Αἰνεία τοῖν Αἰνείαιν, τὰ μούϲα ταῖν μούϲαιν, τὰ Ἑλένα ταῖν Ἑλέναιν. δεῖ δὲ γινώϲκειν ὅτι τῇ προϲθήκῃ τοῦ ι καὶ τοῦ ν ϲυϲτέλλεται τὸ α, καὶ διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μακρόν ἤμελλε τὸ ι ἀνεκφώνητον εἶναι· ἐμάθομεν δὲ ὅτι τὸ ι, ἡνίκα ἐρέθῃ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ ϲυλλαβῇ, ἀνεκφώνητον εὑρίϲκεται οἷον τῷ Χρύϲῃ, τῷ ϲοφῷ, τῷ Αἰνείᾳ.

    Τῶν δυικῶν καὶ τῶν πληθυντικῶν ὡϲ ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. πᾶϲα εὐθεῖα δυικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ι τὴν εὐθεῖαν τῶν πληθυντικῶν ποιεῖ οἷον τ κοχλία, οἱ κοχλίαι, τὼ Αἰνεία οἱ Αἰνεῖαι, τὰ μούϲα αἱ μοῦϲαι, τὰ Ἑλένα αἱ Ἑλέναι. δεῖ δὲ πάλιν εἰδέναι ὅτι ἅμα τῇ προϲθήκῃ τοῦ ι ϲυϲτέλλεται τὸ α, διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μακρὸν ἔμελλε τὸ ι ἀνεκφώνητον εἶναι. πᾶϲα γενικὴ πληθυντικῶν εἰϲ ων λήγει ἐπὶ παντὸϲ γένουϲ οἶον τῶν Αἰάντων, τῶν μουϲῶν, τῶν βημάτων.

    Choer. 130, 18: πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ ι λήγουϲα, προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἶον τοξόται τοξόταιϲ μοῦϲαι μούϲαιϲ, καλοὶ καλοῖϲ. Ὅμηροι Ὁμήροιϲ.

    Choer. 130, 28: πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ αι δίφθογγον λήγουϲα τροπῇ τοῦ ι εἰϲ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον κοχλίαι κοχλίαϲ, Αἰνεῖαι Αἰνείαϲ, Ἀτρεῖδαι Ἀτρείδαϲ, μοῦϲαι μούϲαϲ, Ἑλέναι Ἑλέναϲ, Ἀφροδίται Ἀφροδίταϲ. δεῖ δὲ εἰδένα ὅτι ἅμα τῇ τροπῇ τοῦ ι εἰϲ ϲ ἐκτείνεται τὸ α, θέλει γὰρ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν ἰϲοχρονεῖν τῇ ἰδίᾳ εὐθείᾳ οἷον Αἴαντεϲ τὸ ἕ βραχύ ἐϲτιν, ἀλλὰ καὶ Αἴανταϲ τὸ α βραχύ· ὁμοίωϲ πάλιν οἱ ἄνθρωποι, ἡ οι δίφθογγοϲ μακρά ἐϲτιν, ἀλλὰ καὶ ἀνθρώπουϲ ἡ ουϲ μακρὰ ὁμοίωϲ, καὶ κοχλίαι ἡ αι δίφθογγοϲ μακρά ἐϲτιν, ἀλλὰ καὶ κοχλίαϲ τὸ αϲ μακρὸν ὁμοίωϲ. χωρὶϲ τῶν Δωρικῶν· ϲυϲτέλλεται γὰρ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν παρὰ τοῖϲ Δωριεῦϲιν ἐπὶ τῶν ἐχόντων τὴν εὐθεῖαν τῶν πληθυντικῶν εἰϲ τὴν αι δίφθογγον λήγουϲαν, οἷον τοῦ κοῦραι κοῦροϲ, καὶ τὸ ὄγχναι ὄγχναϲ.

    Περὶ τῶν εἰϲ ειϲ.

    Choer. 198, 20: τὰ εἰϲ ειϲ μονοϲύλλαβα ὀνόματα ἀρϲενικὰ διὰ τοῦ νοϲ κλίνεια, οἷον κτείϲ κτενόϲ, εἰϲ ἑνόϲ, δείϲ δενόϲ, ὅπερ ἰϲοδυναμεῖ τῷ τὶϲ, ὅπερ μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ καὶ τῆϲ μή ἀπαγορεύϲεωϲ λέγεται καὶ οὐδείϲ καὶ μηδείϲ. πρόϲκειται μονοϲύλλαβα » διὰ τὰ ὑπὲρ μίαν ϲυλλαβήν, διὰ τὸ χαρίειϲ χαρίεντοϲ. πρόϲκειται «ὀνόματα [*](l. 16 exempla τῶν Αἰάντων, τῶν βημάτων non quadrant quum de isosyllabis hic agatur. sive Choerobosci sive librarii negligentiae hoc tribuendum est.) [*](1. 29 de Dorica systole cf. Dichr. 296, 18. l. 34 cf. Ep. Cr. I 133, 27 et An. Ox. II 364, 13.)

    669
    διὰ τὰϲ μονοϲυλλάβουϲ μετοχάϲ, αὗται γὰρ διὰ τοῦ ν κλίνεται οἷον θείϲ θέντοϲ, εῖϲ ἕντοϲ, ἐξ οὐ τὸ ἀφείϲ ἀφέντοϲ, ϲημαίνει δὲ τὸ ἀπολύϲαϲ. πρόϲκειται «ἀρϲενικὰ» διὰ τὸ κλείϲ κλειδόϲ· τοῦτο γὰρ διὰ τοῦ δοϲ κλίνεται καὶ οὐ διὰ τοῦ νοϲ, ἀλλ’οὐκ ἔϲτιν ἀρϲενικόν, ἀλλὰ θηλυκόν. εὐλόγωϲ δὲ ταῦτα τὰ μονοϲύλλαβα οὐ κλίνεται διὰ τοῦ ντ, ἐπειδὴ ’οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν οὐδὲ γὰρ λέγομεν τὸ κτέν ὥϲπερ τὸ ἕν. ἐπειδὴ οὖν οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμὸν τὸ κτείϲ, τούτου χάριν οὐ κλίνεται διὰ τοῦ ντ. τὰ γὰρ εἰϲ ειϲ ἀρϲενικά, μὴ ὄντα κύρια, ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν, οἷον χαρίειϲ χαρίεν, τιμήειϲ τιμῆεν, εἰϲ ἕν, δείϲ δέν, ἐξ οὐ τὸ οὐδέν καὶ τὸ μηδέν. τὸ οὖν κτείϲ μὴ ὂν κύριον ἀλλὰ προϲηγορικόν, καὶ μὴ ποιοῦν οὐδετέρου παραϲχηματιϲμόν, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα, παρήλλαξε καὶ κατὰ τὴν κλίϲιν, καὶ οὐ κλίνεται διὰ τοῦ ντ. πρόϲκειται «ἀρϲενικὰ» διὰ τὸ κλείϲ· τοῦτο γὰρ οὐ ποιεῖ οὐδέτερον εἰϲ εν ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικόν, ἀλλὰ θηλυκόν. πρόϲκειται «μὴ ὄντα κύρια » διὰ τὸ Ϲιμόειϲ (ἔϲτι δὲ ὄνομα κύριον ποταμοῦ τῆϲ Τροίαϲ), τοῦτο οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν. ταῦτα μὲν περὶ τοῦ κτείϲ τὸ δὲ θείϲ δενόϲ, ἐπειδὴ ἐνομίϲθη ταυτὸν εἶναι τῷ εἰϲ ἑνόϲ, εἰκότωϲ οὐ κλίνεται διὰ τοῦ ν ἀλλὰ διὰ μόνου τοῦ ν, ὁμοίωϲ τοῦ εἰϲ ἑνόϲ. τὸ δὲ μείϲ, ὃ ϲημαίνει τὸν μῆνα οἷον
  • ὁ δ’ ἕβδομοϲ εἰϲτήκει μείϲ (Τ 117),
  • διὰ τοῦτο οὐ κλίνεται διὰ τοῦ ντ, ἐπειδὴ μήν ἦν, καὶ Αἰολικῶϲ ἐγένετο μείϲ διὰ τῆϲ ει διφθόγγου, καὶ λοιπὸν ἐφύλαξε τὴν αὐτὴν κλίϲιν.

    Ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, διατί τῶν εἰϲ ειϲ μονοϲυλλάβων ὀνομάτων μὴ ποιούντων οὐδετέρου παραϲχηματιϲμὸν οἷον μείϲ κτείϲ τὸ εἰϲ ποιεῖ οὐδετέρου παραϲχηματιϲμὸν οἷον ἕν; καὶ ἔϲτιν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ εἰϲ ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν, ἐπειδὴ ἀριθμητικόν ἐϲτι, τὰ δὲ ἀριθμητικὰ πέφυκε ποιεῖν οὐδετέρου παραϲχηματιϲμὸν οἷον ὁ τρεῖϲ τὰ τρία, οἱ τέϲϲαρεϲ τὰ τέϲϲαρα· οὕτωϲ οὖν καὶ τὸ εἷϲ τὸ ἕν.

    Ἰϲτέον ὅτι τὸ εἰϲ διὰ τοῦ ν ὤφειλε κλίνεϲθαι, ὡϲ ἔχον οὐδέτερον` τὸ ἕν. τὰ γὰρ εἰϲ ειϲ ἔχοντα οὐδέτερον εἰϲ εν διὰ τοῦ ντ θέλει κλίνεϲθαι, οἷον χαρίειϲ χαρίεντοϲ ὅτι χαρίεν, τιμήειϲ τιμήεντοϲ ὅτι τιμῆεν, δαφνήειϲ δαφνήεντοϲ ὅτι δαφνῆεν, οὕτωϲ οὖν ὤφειλεν εἶναι εἰϲ ἑντόϲ ὅτι τὸ ἕν. ἀλλ’ ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεϲθαι θέλει καὶ ἐν ταῖϲ λοιπαῖϲ πτώϲεϲιν οἷον τὸ ἀλήτηϲ ψιλοῦται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἀλήτου ἀλήτῃ ἀλήτην ὦ ἀλῆτα, καὶ τὸ ἄλγοϲ ψιλοῦται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἄλγουϲ ἄλγει τὸ ἄλγοϲ ὦ ἄλγοϲ, πάλιν τὸ ἁγνόϲ δαϲύνεται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἁγνοῦ ἁγνῷ ἁγνόν ὦ ἁγνέ, καὶ τὸ ἁπλοῦϲ δαϲύνεται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἁπλοῦ ἁπλῷ ἁπλοῦν ὦ ἁπλοῦ τούτου χάριν ἐξ ἀνάγκηϲ ἀπέβαλλε τὸ τ, καὶ ἐγένετο ἑνόϲ ἡ γενική, ἵνα ὁμοφώνωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική.

    670
    εἰ γὰρ ἐκλίθη διὰ τοῦ ντ, ἔμελλε τῆϲ εὐείαϲ δαϲυνομένηϲ γλοῦϲθαι ἡ γενική, ὅπερ ἐϲτὶν ἄτοπον. καὶ ἡ μὲν εὐθεῖα δαϲύνεται, ἐπειδὴ πᾶϲ ἀριθμὸϲ ἀπὸ τοῦ ἑ ἀρχόμενοϲ δαϲύνεϲθαι θέλει οἷον ἕξ, ἑπτά, ἕν οὕτωϲ οὖν καὶ τὸ εἰϲ. δεῖ προϲθεῖναι «χωρὶϲ τοῦ εἴκοϲι καὶ ἐννέα καὶ τῶν παρ’ αὐτοῦ» οἷον ἔνατοϲ ἐννάκιϲ ἐννενήκοντα ταῦτα γὰρ ψιλοῦται. πρόϲκειται «ἀπὸ τοῦ ἕ ἀρχόμενοϲ » διὰ τὸν ὀκτώ ἀριθμόν, οὗτοϲ γὰρ ψιλοῦται. ἡ δὲ γενικὴ εἶχε ψιλοῦϲθαι εἰ ἐκλίθη διὰ τοῦ ντ, ἐπειδὴ τὸ ε, εἰ καταλήγει εἰϲ ν, ἐπιφερομένου ϲυμφώνου τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, τουτέϲτι τὸ δ ἤη θ ἢ τ, ψιλοῦϲθαι θέλει οἷον ἔνδον, ἔνθα, ἐνταῦθα. δεῖ προϲθεῖναι χωρὶϲ εἰ μὴ ἐν ῥήματι ἢ ἀπὸ ῥήματοϲ εὑρεθῇ » οἷον διὰ τὸ ἕντο, ὡϲ τὸ
  • αὐτὰρ ἐπεὶ πόϲιοϲ καὶ ἐδητύοϲ ἐξ ἔρον ἕντο,
  • τοῦτο γὰρ δαϲύνεται· ἀλλὰ ῥῆμά ἐϲτιν. πρόϲκειται δὲ «ἢ ἀπὸ ῥήματοϲ » διὰ τὴν ἕντοϲ μετοχήν, αὕτη γὰρ δαϲύνεται. ἐξ ἧϲ καὶ τὸ ἀφείϲ ἀφέντοϲ ἀλλ’ ἀπὸ ῥήματόϲ ἐϲτιν. εἰ ἐγένετο οὖν, ὡϲ εἴρηται, εἰϲ ἔντοϲ, ἡ γενικὴ ψιλοῦϲθαι ἤθελε τῆϲ εὐθείαϲ δαϲυνομένηϲ, ὅπερ ἐϲτὶν ἄτοπον καὶ ἀδύνατον. ἀεὶ γάρ, ὡϲ εἴρηται, τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεϲθαι θέλει καὶ ἐν ταῖϲ λοιπαῖϲ πτώϲεϲι· διὰ τοῦτο οὖν ἀπεβάλλετο τὸ τ καὶ ἐγένετο ἑνόϲ, ἵνα ὁμοίωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική. ἴϲωϲ δέ τιϲ ἀπορήϲει καὶ διὰ ποίαν αἰτίαν μὴ τὸ ν ἀπέβαλλεν ἀλλὰ τὸ πρὸϲ οὓϲ λέγομεν, ὅτι οὐκ ἐνδέχεται μεῖναι τὸ τ. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ τοϲ κλινομένη τὸν χρόνον τῆϲ εὐθείαϲ θέλει φυλάττειν οἷον λέβηϲ λέβητοϲ, ἔρωϲ ἔρωτοϲ, ἱδρώϲ ἱδρῶτοϲ, χαλκοκράϲ χαλκορᾶτοϲ. ἰδοὺ ταῦτα ἐφύλαξε τὴν μακρὰν τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ. πάλιν κρέαϲ κρέατοϲ, βῆμα βήματοϲ· ἰδοὺ πάλιν ταῦτα τὴν βραχεῖαν τῆϲ εὐθείαϲ φυλάττει καὶ ἐν τῇ γενικῇ. δεῖ προϲθεῖναι « χωρὶϲ τῶν εἰϲ ωϲ μετοχῶν καὶ τῶν μετοχικῶν ». μετοχῶν μὲν οἷον τετυφώϲ τετυφότοϲ, πεποιηκώϲ πεποιηκότοϲ· μετοχικῶν δὲ οἷον ὑποδεδιώϲ ὑποδεδιότοϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου Aristoph. Av. 65), Ἀραρώϲ Ἀραρότοϲ (ἔϲτι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριϲτοφάνουϲ). ταῦτα δὲ ἐϲημειωϲάμεθα, ὅτι διὰ καθαροῦ τοῦ τοϲ κλιθέντα οὐκ ἐφύλαξε τὸν χρόνον τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ, ἀλλὰ ϲυνέϲτειλε τὸ ω εἰϲ ο. τούτων οὕτωϲ ἐχόντων, ἔϲτιν εἰϲ διὰ τῆϲ ει διφθόγγου ἡ εὐθεῖα· εἰ ἐγένετο ἡ γενικὴ διὰ καθαροῦ τοῦ τοϲ οἷον εἰϲ ἑτόϲ, οὐκ ἐφύλαττε τὸν χρόνον τῆϲ εὐθείαϲ, ὅπερ ἐϲτὶν ἄτοπον. τούτου χάριν τὸ τ ἀπέβαλε, καὶ οὐ τὸ ν, καὶ ἐγένετο εἰϲ ἑνόϲ, ὥϲπερ κτείϲ κτενόϲ.

    Choer. 202, 26. τὰ εἰϲ ειϲ ὑπὲρ μίαν ϲυλλαβὴν κοινολεκτούμενα διὰ τοῦ ντ κλίνεται οἷον χαρίειϲ χαρίεντοϲ, τιμήειϲ τιμήεντοϲ. πρόϲκειται «κοινολεκτούμενα» ἐπειδὴ οἱ Βοιωτοὶ τὰ εἰϲ ηϲ λήγοντα διὰ τοῦ η περιττοϲυλλάβωϲ κλινόμενα, εἴτε βαρύτονα ᾖ εἴτε ὀξύτονα, μεταποιοῦϲιν εἰϲ τὴν ε δίφθογγον καὶ φυλάττουϲι τὴν αὐτὴν κλίϲιν, οἷον λέβηϲ λέβητοϲ λέβειϲ, πένηϲ πένητοϲ πένειϲ, ἀφανήϲ ἀφανοῦϲ ἀφανείϲ,

    671
    εὐγενήϲ εὐγενοῦϲ εὐγενείϲ. ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, εἰ ἄρα τὰ εἰϲ ειc ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ ντ κλίνεται, πῶϲ τὸ οὐδεὶϲ οὐδενόϲ οὐ κλίνεται διὰ τοῦ ντ; ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔϲτι τοῦτο ὑπὲρ μίαν ϲυλλαβήν, οὐδέ ἐϲτι γὰρ μία λέξιϲ ἀλλὰ δύο. ἔϲτι γὰρ τὸ δείϲ ὄνομα, ὅπερ ἰϲοδυναμεῖ τῷ τὶϲ, καὶ ἡ οὐ ἀπόφαϲιϲ, καὶ λοιπὸν εὐλόγωϲ ἡ κλίϲιϲ τοῦ δείϲ δενόϲ ἐφυλάχθη. ὥϲπερ γὰρ τῷ Ὅμηρὸϲ ὀνόματι ἤ τινι τοιούτῳ ϲυντάϲϲοντεϲ τὴν οὐ ἀπόφαϲιν φυλάττομεν τὴν αὐτὴν κλίϲιν οἷον οὐχ Ὅμηροϲ, οὐχ Ὁμήρου, οὐχ Ὁμήρῳ, οὐχ Ὅμηρον, οὕτωϲ καὶ ἐνταῦθα προϲελθοῦϲα ἡ οὐ ἀπόφαϲιϲ τῷ δείϲ δενόϲ τὴν αὐτὴν κλίϲιν ἐφύλαξεν, οἷον οὐδείϲ οὐδενόϲ.

    Choer. 204, 29. Ἡ κλητικὴ τριχῶϲ λέγεται. λέγεται γὰρ καὶ ὦ χαρίειϲ ὁμοφώνωϲ τῇ εὐθείᾳ Ἀττικῶϲ, οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ [ἔχουϲιν] εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικάϲ, οἷον ὁ Αἴαϲ ὦ Αἴαϲ, ὁ κοχλίαϲ ὤ κοχλίαϲ. τὸ δὲ ὦ χαριεῖ κανονίζεται τοῦτον τὸν τρόπον· τὰ εἰϲ ϲ λήγοντα μετὰ διφθόγγου ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικήν, οἷον ὁ Ζεὺϲ ὦ Ζεῦ, ὁ Πηλεύϲ ὦ Πηλεῦ, ὁ Ἀχιλλεὺϲ ὦ Ἀχιλλεῦ, ὁ παῖϲ ὦ παῖ, ὁ βοῦϲ ὦ βοῦ, ὁ νοῦϲ ὤ νοῦ· οὕτωϲ οὖν καὶ ὁ χαρίειϲ ὦ χαριεῖ, καὶ ὁ τιμήειϲ ὦ τιμήει. δεῖ προϲθεῖναι «κοινολεκτούμενα» διὰ τὰ Αἰοϲιν] οἱ γὰρ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ λέγουϲι, καὶ τὸ Θόαϲ Θόαιϲ, καὶ τὸ μέλαϲ μέλαιϲ. καὶ ἰδοὺ ταῦτα εἰϲ ϲ λήγει μετὰ διφθόγγου, καὶ ὅμωϲ οὐ ποιεῖ τὴν κλητικὴν ἀποβολῇ τοῦ ϲ, οὐδὲ γὰρ λέγομεν ὦ τάλαι καὶ. ὤ μέλαι καὶ ὦ Θόαι, ἀλλ’ ὦ τάλαν καὶ ὤ Θόαν καὶ ὦ μέλαν, τῷ ἀπὸ γενικῆϲ κανόνι τῷ λέγοντι, ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τῆϲ τοϲ ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, οἷον Αἴαντοϲ Αἶαν, Δρύαντοϲ Δρύαν, Ξενοφῶντοϲ Ξενορῶν, Κάλχαντοϲ Κάλχαν· οὕτωϲ οὖν καὶ Θόαντοϲ Θόαν, καὶ μέλοντοϲ μέλαν καὶ τάλαντοϲ τάλαν· τὸ γὰρ τάλανοϲ καὶ μέλανοϲ ἀποβολῇ τοῦ τ γέγονε. δεῖ προϲθεῖναι χωρὶϲ τῶν μετοχῶν καὶ τῶν οὐδετέρων». τῶν μετοχῶν, διὰ τὸ τυφθείϲ δαρείϲ νυγείϲ, ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ οὐ ποιεῖ τὴν κλητικὴν ἀποβολῇ τοῦ c· τῶν δὲ μετοχικῶν διὰ τὸ ὀδούϲ τοῦ ὀδόντοϲ· καὶ τοῦτο γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν. αἱ γὰρ μετοχαὶ καὶ τὰ μετοχικὰ ὅταν περιττοϲυλλάβωϲ κλίνηται, τὰϲ αὐτὰϲ ἔχει ὀρθὰϲ καὶ κλητικὰϲ οἷον ὁ τύψαϲ τοῦ τύψαντοϲ ὤ τύψαϲ, ὁ γράψαϲ τοῦ γράψαντοϲ ὦ γράψαϲ, ὁ ἱμάϲ τοῦ ἱμάντοϲ ὦ ἱμάϲ, ὁ ἀνδριάϲ τοῦ ἀνδριάντοϲ ὤ ἀνδριάϲ. «χωρὶϲ δὲ τῶν πρόϲκειται διὰ τὸ οὖϲ. ἐὰν γὰρ ὅλοϲ λάβωμεν αὐτοῦ τὴν κλητικήν, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν τῷ λόγῳ τῶν οὐδετέρων. τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχει καὶ κλητικὴν καὶ ὀρθήν, οἷον τὸ βῆμα ὤ βῆμα, τὸ τεῖχοϲ ὤ τεῖχοϲ. ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τοῦ πούϲ», [*](l. 18 — 672, 41 maxime confusa et a proposito aliena sunt et Byzantinam originem clarissime produnt.)

    672
    τὴν αὐτὴν γὰρ ἔχει ὀρθὴν καὶ κλητικήν. οἷον ὁ πούϲ ὦ πούϲ, καὶ οὐ ποιεῖ αὐτὴν ἀποβολῇ τοῦ ϲ. «καὶ χωρὶϲ τοῦ εἶϲ », τοῦ γὰρ εἶϲ οὐκ ἔϲτι κατὰ ἀποβολὴν τοῦ ϲ ἡ κλητική, ἀλλ’ οὐδ’ ὅλωϲ ἔχει τοῦτο κλητικήν. μηδεὶϲ δὲ οἰέϲθω τὸ ἕν τὸ οὐδέτερον ὡϲ ἀπὸ τῆϲ ὦ ἔν κλητικῆϲ γεγενῆϲθαι, ὡϲ γὰρ εἴρηται τὸ εἰϲ οὐχ ἔχει κλητικήν, ἀλλὰ κατὰ ϲυνεκδρομὴν τῶν ἄλλων οὐδετέρων τῶν ἀπὸ τῶν εἰϲ ειϲ ἐγένετο τὸ ἕν τὸ οὐδέτερον οὕτωϲ· ὥϲπερ γὰρ χαρίειϲ χαρίεν καὶ τιμήειϲ τιμῆεν, οὕτωϲ καὶ εἰϲ ἕν. δεῖ πάλιν προϲθεῖναι ἐν τῷ κανόνι «καὶ χωρὶϲ τοῦ κτείϲ κτενόϲ, καὶ κλείϲ κλειδόϲ». ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ κτείϲ ὦ κτείϲ, ἡ κλείϲ ὦ κλείϲ. ἰϲτέον ὅτι καθόλου τὰ εἰϲ ϲ λήγοντα μονοϲύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν χωρὶϲ τοῦ Ζεύϲ· τούτου γὰρ ἡ κλητικὴ κατὰ ἀποβολήν ἐϲτιν οἷον ὦ Ζεῦ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα ὁ Κρήϲ ὦ Κρήϲ, ὁ Τρώϲ ὦ Τρώϲ, ὁ δμώϲ ὦ δμώϲ, ὁ πούϲ ὦ πούϲ, ἡ δαίϲ ὦ δαίϲ (ϲη- μαίνει δὲ τὴν εὐωχίαν), ὁ κίϲ ὦ κίϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα), ὁ λίϲ ὦ λίϲ (ϲημαίνει δὲ τὸν λέοντα), ἡ κλείϲ ὦ κλείϲ, ὁ κτείϲ ὦ κτείϲ ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ τὰ ἐξ αὐτῶν δὲ ϲύνθετα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ἡ ἀντίκλειϲ ὦ ἀντίκλειϲ, ὁ ὁμόδαιϲ ὤ ὁμόδαιϲ (ὁ ὁμοῦ εὐωχούμενοϲ), ὁ Οἰδίπουϲ ὦ Οἰδίπουϲ. ἰϲτέον δὲ ὅτι τὸ Οἰδίπουϲ ὅταν κλιθῇ διὰ τοῦ δοϲ, οἷον Οἰδίπουϲ Οἰδίποδοϲ, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Οἰδίπουϲ ὦ Οἰδίπουϲ ὅταν δὲ ἀποβολῇ τοῦ ϲ ποιῇ τὴν γενικὴν Ἀττικῶϲ οἷον ὁ Οἰδίπουϲ τοῦ Οἰδίπου, τότε καὶ τὴν κλητικὴν ἀποβολῇ τοῦ ϲ ποιεῖ οἷον ὁ Οἰδίπουϲ ὦ Οἰδίπου. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διατί τὸ Οἰδίπουϲ ὅταν μὲν κλιθῇ διὰ τοῦ δοϲ οἷον Οἰδίποδοϲ, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν, οἷον ὁ Οἰδίπουϲ ὧ Οἰδίπουϲ, ὅταν δὲ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν Ἀττικῶϲ, οἷον τοῦ Οἰδίπου, τότε καὶ τὴν κλητικὴν ἀποβολῇ τοῦ ϲ ποιεῖ, οἷον ὁ Οἰδίπουϲ ὦ Οἰδίπου. καὶ ἔϲτιν εἰπεῖν, ὅτι εὐλόγωϲ τοῦτο γίνεται· ἑπειδὴ ἡνίκα μὲν διὰ τοῦ δοϲ κλίνεται τὸ Οἰδίπουϲ, τὴν κλίϲιν τὴν τοῦ πούϲ φυλάττει καὶ εἰϲ τὰϲ ἑξῆϲ πτώϲειϲ οἷον πούϲ ποδόϲ, καὶ Οἰδίπουϲ Οἰδίποδοϲ· τούτου χάριν καὶ κατὰ τὴν κλητικὴν τὴν κλίϲιν τοῦ πούϲ φυλάττει, καὶ ὁμοίωϲ αὐτῷ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ ὥϲπερ ὦ πούϲ ὁμοίωϲ καὶ ὦ Οἰδίπουϲ· ἡνίκα δὲ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν Ἀττικῶϲ οἷον ὁ Οἰδίπουϲ τοῦ Οἰδίπου, ἐπειδὴ οὐ φυλάττει τὴν κλίϲιν τοῦ πούϲ κατὰ τὰϲ ἑξῆϲ πτώϲειϲ, τούτου χάριν οὕτε κατὰ τὴν κλητικὴν φυλάττει αὐτήν, ἀλλ’ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικὴν οἷον ὦ Οἰδίπου. πρόϲκειται ἀνωτέρω «μονοϲύλλαβα» ἐν τῷ κανόνι τῷ λέγοντι ὅτι τὰ εἰϲ ϲ λήγοντα μονοϲύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, διὰ τὸ ὁ Πηλεύϲ ὦ Πηλεῦ. πρόϲκειται «ὀξύτονα » διὰ τὸ ὁ βοῦϲ περιϲπώμενον. ταῦτα μὲν περὶ τοῦ ὦ χαριεῖ. τὸ δὲ ὦ χαρίεν διαφόρωϲ κανονίζεται, πρῶτον μὲν ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τοῦ τοϲ ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, οἶον Αἴαντοϲ
    673
    Αἶαν, Θόαντοϲ Θόαν, οὕτωϲ οὖν καὶ χορίεντοϲ χαρίεν. δεύτερον δέ, ὅτι πᾶν οὐδέτερον ὄνομα εἰ ἰϲοϲυλλάβωϲ κλίνοιτο τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ, τοῦ καλοῦ τὸν καλόν ὦ καλόν καὶ τὸ καλόν, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τὸν ϲοφόν ὦ ϲοφόν καὶ τὸ ϲοφόν, ὁ κάλλιϲτοϲ τοῦ καλλίϲτου τὸν κάλλιϲτον καὶ τὸ κάλλιϲτον. ἐὰν δὲ περιττοϲυλλάβωϲ κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἷον ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ ὦ ἄρϲεν, τοῦ ταχέοϲ ὦ ταχύ καὶ τὸ ταχύ. εἰ οὖν τοῦ χαρίειϲ χαρίεν ἐϲτὶ τὸ οὐδέτερον δηλονότι καὶ ἡ κλητικὴ ὦ χαρίεν ὁμοφωνεῖ τῷ οὐδετέρῳ. ἰϲτέον δὲ ὅτι παρὰ τοῖϲ Ἀττικοῖϲ χάριεν προπαροξυνόμενον οὐκ ἔϲτιν ὄνομα ἀλλ’ ἐπίρρημα, ἀντὶ γὰρ τοῦ χαριέντωϲ· πρόϲκειται « ὄνομα οὐδέτερον» διὰ τὴν ἐκεῖνοϲ καὶ αὐτόϲ καὶ οὗτοϲ ἃ ἰϲοϲυλλάβωϲ κλινόμενα οὐκ ἔχει τὸ οὐδέτερον ὁμόφωνον τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ἐκεῖνον καὶ αὐτόν καὶ τοῦτον ἀλλὰ τὸ οὐδέτερον ἐκεῖνο καὶ αὐτό καὶ τοῦτό ἐϲτι χωρὶϲ τοῦ ν.

    Διχῶϲ λέγεται τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν οἷον χαρίεϲι καὶ χαρίειϲι. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι πᾶϲα δοτικὴ ἐνικῶν εὶϲ ι ἐκφωνούμενον λήγουϲα καὶ πρὸ τοῦ ι λαμβάνουϲα τὸ ϲ καὶ ἀποβάλλουϲα τὰ μὴ δυνάμενα ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχεῖα τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον ὄφει ὄφεϲι, πόλε πόλεϲι, Πλάτωνι Πλάτωϲι, χαθυντικῶν χαρίεϲι, τετυφότι τετυφόϲι, πεποιηκότι πεποιηκόϲι, τοῦ ϲ προϲελθόντοϲ καὶ ἀποβληθέντων τῶν μὴ δυναμένων ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχείων, φημὶ δὴ τὸ ν καὶ τὸ τ. λέγουϲι δέ τινεϲ, ὅτι δεῖ προϲθεῖναι ἐν τῷ κανόνι χωρὶϲ τῶν εἰϲ ευϲ. ἰδοὺ γάρ ἐϲτιν Ἀχιλλεύϲ Ἀχιλλέι ἡ δοτικὴ τῶν ἑνικῶν καὶ οὐ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν τοῖϲ Ἀχιλλέϲι προϲθέϲει τοῦ ϲ ὡϲ πόλει πόλεϲι, ἀλλὰ τὸ Ἀχιλλεῦϲι ἐκ τῆϲ εὐθείαϲ τῶν ἑνικῶν ἐϲτι. τότε δὲ κανονίζομεν τὴν δοτικὴν τῶν πληθυντικῶν ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν, ἡνίκα οὐδὲ δύναται κανονιϲθῆναι ἡ δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆϲ εὐθείαϲ τῶν ἑνικῶν οἷον Μέμνοϲι μεταθέϲει τοῦ ν εἰϲ ϲ, ταχέϲι προϲθέϲει τοῦ ϲ ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν κανονίζομεν, τὸ δὲ Τρωϲί λέβηϲι ἀπὸ τῆϲ εὐθείαϲ τῶν ἑνικῶν. πᾶϲα γὰρ εὐθεῖα εἰϲ ϲ λήγουϲα μετὰ μακρᾶϲ περιττοϲυλλάβωϲ κλινομένη καὶ μὴ ϲυναιρουμένη κατὰ τὴν γενικὴν προϲθέϲει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἷον λέβηϲ λέβητοϲ λέβηϲι, Τρώϲ Τρωόϲ Τρωϲί, Πηλϲύϲ Πηλέωϲ Πηλεῦϲι, Αἴαϲ Αἴαντοϲ Αἴαϲι. οὕτωϲ οὖν καὶ χαρίειϲ χαρίεντοϲ χαρίειϲι.

    Περὶ τῶν εἰϲ ευϲ.

    Choer. 209, 18. τὰ εἰϲ ϲῦϲ λήγοντα πέντε κλίϲειϲ ἐπιδέχεται, διὰ τοῦ εο κοινῶϲ οἷον Ἀχιλλέοϲ, βαϲιλέοϲ· διὰ τοῦ ἕ καὶ ω Ἀττικῶϲ οἷον Ἀχιλλέωϲ, βαϲιλέωϲ διὰ τοῦ η καὶ ο παρὰ τοῖϲ ἀρχαίοιϲ Ἴωϲιν [*](l. 15 ex Choer. 208, 14 cuius MS. hoc loco multis lacunis deformatum est; ad textum restituendum adhibui Choer. 167, 11 et 113, 22.)

    674
    οἷον Ἀχιλλῆοϲ βαϲιλῆοϲ, ὁμοίωϲ δὲ καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ Αἰολεῦϲιν, ἀλλ’ οἱ Αἰολεῖϲ προπαροξύνουϲιν, Ἀχίλληοϲ βαϲίληοϲ λέγοντεϲ· παρὰ δὲ τοῖϲ νεωτέροιϲ Ἵωϲι διὰ τῆϲ ει διφθόγγου καὶ ο οἶον Ἀχιλλεῖοϲ βαϲιλεῖοϲ, ὁμοίωϲ δὲ καὶ παρὰ τοῖϲ νεωτέροιϲ Αἰολεῦϲιν, ἀλλὰ πάλιν οἱ Αἰολεῖϲ προπαροξύνουϲιν, Ἀχίλλειοϲ βαϲίλειοϲ λέγοντεϲ. ἰϲτέον δὲ ὅτι τινὲϲ θέλουϲι παρὰ τῷ ποιητῇ τὸ «αὐτὰρ Φωκήων » (Β 517) διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι κατὰ τοὺϲ νεωτέρουϲ Ἴωναϲ, οὐκ ἔϲτι δὲ εἰ μὴ διὰ τοῦ η κατὰ τοὺϲ παλαιοὺϲ Ἴωναϲ, οἷϲ ϲυνεχῶϲ κέχρηται ὁ ποιητὴϲ οἷον
  • Πηληϊδεω Ἀχιλλῆοϲ.
  • Κούρην Βριϲῆοϲ, τήν μοι δόϲαν υἷεϲ Ἀχαιῶν.
  • παρὰ δὲ τοῖϲ Βοιωτοῖϲ διὰ τοῦ ι καὶ ο γίνεται ἡ γενικὴ οἶον Ἀχιλλίοϲ βαϲιλίοϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ Ζεύϲ Βοιωτικῶϲ γινόμενον κατὰ τὴν γενικὴν Διόϲ διὰ τοῦ ι καὶ ο, τὸ γὰρ ζ εἰϲ τὸ δ τρέπουϲιν οἱ Βοιωτοὶ οἷον Ζῆθοϲ Δῆθοϲ, οὕτωϲ οὖν καὶ Ζεύϲ Δεύϲ, καὶ λοιπὸν ἀπὸ τοῦ Δεύϲ ἐγένετο ἡ γενικὴ διὰ τοῦ ι καὶ ο Βοιωτικῶϲ Διόϲ, τὸ γὰρ κοινολεκτούμενον, λέγω δὴ τὸ Ζεύϲ, οὐ κλίνεται διὰ τοιαύτην αἰτίαν· πᾶν ὄνομα μονοϲύλλαβον εἰϲ ϲ λῆγον, ὀξύτονον ὄν, διὰ καθαροῦ τοῦ οϲ κλινόμενον, τὸν χρόνον τῆϲ εὐθείαϲ θέλει φυλάττειν καὶ ἐν τῇ γενικῇ οἷον Τρώϲ Τρωόϲ, δμώϲ δμωόϲ, κίϲ κιόϲ, λίϲ λιόϲ. πρόϲκειται «μονοϲύλλαβα» διὰ τὸ Ἀχιλλεύϲ Ἀχιλλέωϲ. πρόϲκειται «εἰϲ ϲ λῆγον » διὰ τὸ φρήν φρενόϲ. πρόϲκειται «ὀξύτονον» διὰ τὸ βοῦϲ βοόϲ καὶ νεῦϲ νεόϲ καὶ γρεῦϲ γρεόϲ· νεῦϲ δέ ἐϲτιν ἡ ναῦϲ καὶ γρεῦϲ ἡ γραῦϲ. πρόϲκειται « διὰ καθαροῦ τοῦ οϲ κλινόμενα» διὰ τὸ Ζάϲ Ζαντόϲ, πούϲ ποδόϲ καὶ κτείϲ κτενόϲ. εἰ ἄρα οὖν ὁ Ζεύϲ εἰϲ ϲ λῆγον καὶ μονοϲύλλαβόν ἐϲτι καὶ ὀξύτονον καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται, ὀφείλει Ζευόϲ εἶναι κατὰ τὴν γενικὴν διὰ τῆϲ ευ διφθόγγου, ἵνα φυλάξῃ τὸν χρόνον τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ· ἀλλ’ ἐπειδὴ τὰ εἰϲ ευϲ ἀποβάλλει τὸ υ κατὰ τὴν γενικὴν οἷον Πηλεύϲ Πλέοϲ, Ἀχιλλεύϲ Ἀχιλλέοϲ, βαϲιλεύϲ βαϲιλέωϲ, Θηϲεύϲ Θηϲέοϲ· χωρὶϲ τοῦ Ἄρευϲ Ἄρευοϲ (τοῦτο γὰρ ἐφύλαξε τὸ υ παρὰ τοῖϲ Αἰολεῦϲιν οἷον
  • Ἄρευοϲ ϲτρατιωτέροιϲ,
  • καὶ πάλιν
  • τὸ γὰρ Ἄρευϊ καταθανεῖν καλόν,
  • καὶ πάλιν,
  • μίξαντεϲ ἀλλήλοιϲιν Ἄρευα).
  • τούτου χάριν ἠναγκάζετο Ζεόϲ εἶναι κατὰ τὴν γενικήν, κατὰ ἀποβολὴν τοῦ υ. τούτων οὖν τῶν δύο κανόνων μαχομένων, ἀπέλειψεν ἡ κοινὴ κλίϲιϲ καὶ παρειϲῆλθεν ἡ τῶν Βοιοτῶν κλίϲιϲ οἷον Διόϲ Διί Δία, ὥϲπερ Ἀχιλλίοϲ Ἀχιλλίϊ Ἀχιλλία. οὐ γάρ, ὡϲ νομίζουϲί τινεϲ, ἀπὸ τῆϲ Δίϲ [*](l. 6 pro θέλουϲι ἐνόμιϲαν Cod. Marc. apud Gaisf. E. M. p. 7. l. 32 ϲτρατιυτέρουϲ, l. 34 τῶ γὰρ, l. 36 Ἄρευι (quod minus probem) cod. Marc. l. l. p. 8.)
    675
    εὐθείαϲ τῆϲ κειμένηϲ παρὰ τῷ Ῥίνθωνι ἐγένετο ἡ Διόϲ γενική, ὥϲπερ ἀπὸ τοῦ κίϲ κιόϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα), καὶ ἀπὸ τοῦ λίϲ λιόϲ· ἐκεῖνοϲ γὰρ τὴν Δίϲ εὐθεῖαν ἐπλάϲατο πρὸϲ τὴν Διόϲ γενικήν, ἵνα νομιϲθῇ ἀκόλουθοϲ εἶναι ἡ γενική.

    Τὰ εἰϲ ευϲ λήγοντα ἐὰν καθαρεῦον ἔχει τὸ ε, ϲυναιρεῖται κατὰ τὴν γενικὴν τὴν Ἀττικὴν παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον Ἐρετριεύϲ Ἐρετριέωϲ Ἐρετριῶϲ, τοῦ ἕ καὶ ω εἰϲ τὸ ω κιρναμένων, ὡϲ ποιέω ποιῶ, νοέω νοῶ· ἐὰν δὲ μὴ ἔχῃ καθαρεῦον τὸ ἑ, ἀλλ’ ἔχει προήγούμενον ϲύμφωνον, οὐ γίνεται κρᾶϲιϲ κατὰ τὴν γενικὴν οὕτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἶον Ἀχιλλεύϲ Ἀχιλλέωϲ, Πηλεύϲ Πηλέωϲ, βαϲιλεύϲ βαϲιλέωϲ. παρὰ δὲ τοῖϲ Δωριεῦϲιν καὶ τοῖϲ Ἴωϲι κρᾶϲιϲ γίνεται ἐπὶ τούτων κατὰ τὴν τενικὴν τοῦ καὶ ο εἰϲ τὴν ευ δίφθογγον οἷον τοῦ Ὀδυϲϲέοϲ τοῦ Ὀδυϲϲεῦϲ

  • Ὀδυεῦϲ δὲ λαβὼν κύϲε χεῖρ’ ἐπὶ καρπῷ (ω 398),
  • καὶ πάλιν ἐν τῷ
  • Ἰδομενεὺϲ δ’ οὐ λῆγε μένοϲ μέγα (Ν 424)
  • τινὲϲ περιϲπῶϲιν Ἰδομενεῦϲ ἀντὶ τοῦ Ἰδομενέοϲ. ἄμεινον δὲ τὸ εὐθεῖαν εἶναι ὡϲ τὸ «οὐδὲ Ϲκάμανδροϲ ἔληγε τὸ ὃν μένοϲ» (Φ 35). ίϲτέον δὲ ὅτι οὐ μόνον ἐπὶ τῶν γενικ ιν τῶν εἰϲ ϲῦϲ ποιοῦνται οἱ Ἰωνεϲ καὶ οἱ Δωριεῖϲ τὴν τοιαύτην κρᾶϲιν, ἀλλὰ καὶ ἐπ’ ἄλλων. ἰδοὺ γὰρ τὸ Ἔρελεύϲ τοῦ Ἐρέβεοϲ καὶ κατὰ κρᾶϲιν Ἰωνικὴν ἢ Δωρικὴν τοῦ ε καὶ ο εἰϲ τὴν ευ δίφθογγον γίνεται Ἐρέβευϲ, ὡϲ παρὰ τῷ ποιητῇ (Θ 368)
  • ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο,
  • ἀντὶ τοῦ Ἐρέβουϲ. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ υἱεύϲ υἱέοϲ οὐ γίνεται παρὰ τοῖϲ Ἀθηναίοιϲ διὰ τοῦ ἕ καὶ ω κατὰ τὴν γενικήν, ἀλλὰ φυλάττει τὸ ο· υἱεύϲ δέ ἐϲτιν ὁ υἱόϲ.

    Ἄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἐπὶ τοῦ Πηλέϊ Πηλεῖ κατὰ ϲυναίρεϲιν γίνεται τοῦ ἕ καὶ ι εἰϲ τὴν ει δίφθογγον, μὴ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ νεῦϲ νεόϲ νεῖ καὶ γρεῦϲ γρεόϲ γρεῖ γίνεται κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ι εἰϲ τὴν ει δίφθογγον νεῖ καὶ γρεῖ. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται γενέϲθαι κατὰ ϲυναίρεϲιν ἡ δοτικὴ νεῖ καὶ γρεῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ι οἷον τῷ Γρά, τῇ γῇ, τῇ μνᾷ, τῷ νῷ. εἰ οὖν ἐγένετο κατὰ ϲυναίρεϲιν νεῖ νεῖ, γρεῖ γρεῖ, ἤμελλεν ἐκφωνεῖϲθαι τὸ ι ἐν τῇ δοτικῇ τῶν ἑνικῶν ἐπὶ μονοϲυλλάβων ὀνομάτων, ὅπερ ἄτοπον. ἰϲτέον δὲ ὅτι οἱ Ἀττικοὶ μόνῃ τῇ ϲυνῃρημένῃ χρῶνται δοτικῇ ἐν τοῖϲ [*](l. 4 cf. Choer. 60, 3, Ep. Cr. 1 107, 2, An. Par. III. 305, de Φωκήων et Φωκείων cf. Eust. 1108, 7, de Boiotico genetivo in ιοϲ An. Ox. III 238, 7 Ahrens de dial. Aeol. p. 205 not. 5 de genetivo Ἄρευοϲ p 121 not. 5.) [*](l, 17 observationem de N 424 Ἰδομενεῦϲ, quod Choerob. circumflectit, mutavi ex Il. Pr. ad h. l. l. 32 verba inde ab ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ — ὅπερ ἄτοπον ex p. 240, 15 huc transposui.)

    676
    τοιούτοιϲ ὀνόμαϲιν, οὐ μὴν καὶ τῇ ἐντελεῖ τῷ Πηλέϊ, τῷ Πηλεῖ γὰρ καὶ τῷ βαϲιλεῖ λέγουϲιν, οὐ μὴν καὶ τῷ Πηλέϊ καὶ τῷ βαϲιλέι.

    Ἀπὸ τῆϲ Πηλέϊ δοτικῆϲ ἐγένετο τροπῇ τοῦ i εἰϲ α Πηλέα ὥϲπερ Αἴαντι Αἴαντα, Θόαντι Θόαντα. ἰϲτέον ὅτι πᾶϲα γενικὴ εἰϲ οϲ λήγουϲα, ἔχουϲα τὴν αἰτιατικὴν τῶν ἑνικῶν εἰϲ α, ὁμόχρονον ἑαυτῇ ἔχει αὐτὴν οἷον Αἴαντοϲ Αἴαντα, Θόαντοϲ Θόαντα. ἰδοὺ ἐνταῦθα τὸ α βραχύ ἐϲτιν, ἐπειδὴ καὶ ἡ οϲ ϲυλλαβὴ βραχεῖά ἐϲτιν· ὁμοίωϲ Πηλέοϲ Πηλέα, Ἀχιλλέωϲ Ἀχιλλέα. οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ Πηλέωϲ καὶ Ἀχιλλέωϲ λέγουϲι διὰ τοῦ ἕ καὶ ω, τούτου χάριν καὶ τὴν αἰτιατικὴν ποιοῦϲιν εἰϲ α μακρόν, ἵνα ἰϲόχρονοϲ γένηται ἡ αἰτιατικὴ τῇ ἰδίᾳ γενικῇ. καὶ πολλή ἐϲτιν ἡ χρῆϲιϲ τῆϲ τοιαύτηϲ αἰτιατικῆϲ, ὡϲ ἔχομεν καὶ παρὰ τῷ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (545)

  • καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλαϲ,
  • ἐξέτεινε γὰρ τὸ α.