Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 53, 35: τὰ διὰ τοῦ ανηϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ἰορδάνηϲ Ἰορδάνου, Ἐξοϲτάνηϲ Ἐξοϲτάνου, Ἀϊάνηϲ Ἀϊάνου, Βαρδάνηϲ Βαρδάνου.

Choer. 55, 9. τὰ εἰϲ ηνηϲ ὀξύτονα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ϲαφηνήϲ ϲαφηνοῦϲ ὁ ϲαφήϲ, παιδηνήϲ παιδηνοῦϲ ὁ παιδικόϲ, γαληνήϲ γαληνοῦϲ ὁ γαληνόϲ τρόποϲ.

Choer. 49, 1: τὰ διὰ τοῦ ινηϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Αἰϲχίνηϲ Αἰϲχίνου, Λεπτίνηϲ Λεπτίνου, Ϲμικρίνηϲ Ϲμικρίνου, Μηκίνηϲ Μηκίνου.

Choer. 53, 18 (An. Ox. II 378, 18): τὰ διὰ τοῦ ονηϲ κά τὰ διὰ τοῦ υνηϲ καὶ τὰ διὰ τοῦ ωνηϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, Μηριόνηϲ Μηριόνου, Κεβριόνηϲ Κεβριόνου, Κερύνηϲ Κερύνου, τελώνηϲ τελώνου, ϲιτώνηϲ ϲιτώνου.

Choer. 54, 3: τὰ διὰ τοῦ ωρηϲ καὶ τὰ διὰ τοῦ ηρηϲ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον χαλκήρηϲ χαλκήρουϲ, ξιφήρηϲ ξιφήρουϲ, τριήρηϲ τριήρουϲ, [*](l. 3 de ἀμένηϲ ἀμένητοϲ cf. Arc. 62, 16 et Hesych. ἀμένητα cum Schmidtii adnotatione. ln quibusdam in ιληϲ declinationem fluctuass patet ex St. B. 627 10 s. Τλῶϲ, ubi a Τρεμίληϲ flextitur Τρεμίλητοϲ et p. 653, 8 s. Τρεμίλη ab eodem declinatur Τρεμίλου.)

685
φρενήρηϲ φρενήρουϲ, πλήρηϲ πλήρουϲ, Διώρηϲ Διώρουϲ (ἔϲτι δὲ ὄνομα κύριον), ὑληώρηϲ ὑληώρουϲ.

Choer. 53, 1: τὰ εἰϲ τηϲ ἀρϲενικὰ μὴ ὄντα ϲύνθετα παρὰ τὸ κρατῶ ἢ κράτοϲ μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, χωρὶϲ τοῦ Κράτηϲ Κράτητοϲ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· θύτηϲ θύτου, πλύτηϲ πλύτου, δότηϲ δότου, χάρτηϲ χάρτου, ψάλτηϲ ψάλτου, κτίϲτηϲ κτίϲτου, ἐπιθέτηϲ ἐπιθέτου, Εὐφράτηϲ Εὐφράτου, εὐεργέτηϲ εὐεργέτου, Μεμφίτηϲ Μεμφίτου, πολίτηϲ πολίτου, Ἀϲκαλωνίτηϲ Ἀϲκαλωνίτου, ϲτυλίτηϲ ϲτυλίτου, τραπεζίτηϲ τραπεζίτου, οἰκέτηϲ οἰκέτου, ποιητήϲ ποιητοῦ, ἱκέτηϲ ἱκέτου, δανειϲτήϲ δανειϲτοῦ, φαιδρύντηϲ φαιδρυντοῦ, χρυϲωτήϲ χρυϲωτοῦ. πρόϲκειται ἐν τῷ κανόνι «ἀρϲενικὰ» διὰ τὰ θηλυκὰ οἷον φιλότηϲ φιλότητοϲ, ποιότηϲ ποιότητοϲ καὶ τὰ ὅμοια. πρόϲκειται «μὴ ϲύνθετα παρὰ τὸ κρατῶ ἢ κράτοϲ» διὰ τὸ Ϲωκράτηϲ Ϲωκράτουϲ καὶ Ἀριϲτοκράτηϲ Ἀριϲτοκράτουϲ καὶ Ἱπποκράτηϲ Ἱπποκράτουϲ καὶ ἀκρατήϲ ἀκρατοῦϲ. — πρόϲκειται « μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ» διὰ τὸ προπετήϲ προπετοῦϲ προπετέϲ.

Choer. 54, 10: τὰ εἰϲ ηϲ ἀπὸ ῥημάτων ϲύνθετα βαρύτονα μὴ ὄντα κύρια μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἶον πωλῶ παντοπώληϲ παντοπώλου, μετρῶ γεωμέτρηϲ γεωμέτρου, τρίβω παιδοτρίβηϲ παιδοτρίβου, ὀφείλω χρεωφείληϲ χρεωφείλου, βαίνω ναυβάτηϲ ναυβάτου, μιϲῶ ἐργομίϲηϲ ἐργομίϲου, τύπτω πατροτύπτηϲ πατροτύπτου. πρόϲκειται «μὴ ὄντα κύρια διὰ τὸ κρατῶ Ϲωκράτηϲ Ϲωκράτουϲ· τοῦτο γὰρ εἰϲ δῦϲ ἔχει τὴν γενικὴν καὶ οὐκ εἰϲ τὴν ου δίφθογγον, ἀλλὰ κύριά ἐϲτι, τὰ γὰρ εἰϲ ηϲ ἀπὸ ῥημάτων κύρια εἰϲ ουϲ ἔχει τὴν γενικὴν χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύῃ οἷον δεύκω Πολυδεύκηϲ Πολυδεύκουϲ, μέδω Διομήδηϲ Διομήδουϲ, πείθω Διοπείθηϲ Διοπείθουϲ, φαίνω Ἀριϲτοφάνηϲ Ἀριϲτοφάνουϲ. πρόϲκειται «εἰ μὴ χαρακτὴρ κωλύῃ» διὰ τὸ κρίνω Θεοκρίνηϲ Θεοκρίνου· τοῦτογὰρκύριόν ἐϲτι καὶ. ὅμωϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν τῷ χαρακτῆρι τῶν διὰ τοῦ ινηϲ. ἔτι πρόϲκειται «μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ», ἐπεὶ ταῦτα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ὄλω ἐξώληϲ ἐξώλουϲ ὅτι ἐξῶλεϲ, πανώληϲ πανώλουϲ ὅτι πανῶλεϲ, ἀντῶ προϲάντηϲ προϲάντουϲ ὅτι πρόϲαντεϲ, ἀρκῶ αὐτάρκηϲ αὐτάρκουϲ ὅτι αὔταρκεϲ, ἁδεῖν (ϲημαίνει δὲ τὸ ἀρέϲκειν) αὐθάδηϲ αὐθάδουϲ ὅτι αὔθαδεϲ.

Choer. 55μ 16: τὰ εἰϲ ηϲ ὀξύτονα παρὰ ῥῆμα ϲύνθετα, μὴ ἀπὸ παθητικοῦ παρακειμένου, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ϲπείρω πολυϲπειρήϲ πολυϲπειροῦϲ, ἄρδω νεοαρδήϲ νεοαρδοῦϲ, πήϲϲω ἐπάγη πρωτοπαγήϲ [*](I. 3 cf. An. Ox.II 416, 27: τὰ εἰϲ τηϲ ῥηματικά, εἰ μὲν ἔχοι ἀπὸ κλίϲεωϲ τὸ τ, εἰϲ ου ἔχει τὴν γενικὴν ὡϲ τοξότηϲ τοξότου, ὀρχηϲτήϲ ὀρχηϲτοῦ· εἰ δὲ ἀπὸ θέματοϲ, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τὸ Ϲωκράτηϲ Ἱπποκράτηϲ, Ϲωκράτουε Ἱπποκράτουϲ. l. 15 —16 manca Choerobosci verba quantum potuit expleta. sunt. l. 24 verba τὰ γὰρ εἰϲ ηϲ ῥημάτων κύρια διὰ— τοῦ ινηϲ adieci ex, Choer. 48, 26 cf. Ep. Cr. 1 115, 9 et 118, 4 et 358, 28, E. M. 277, 30.)

686
πρωτοπαγοῦϲ. πρόϲκειται «μὴ ϲύνθετα ἀπὸ παθητικοῦ παρακειμένου», ἐπειδὴ καθόλου τὰ εἰϲ ηϲ ὀξύτονα ϲύνθετα ἀπὸ ῥημάτων μίαν ϲυλλαβὴν φυλάττει τοῦ παθητικοῦ παρακειμένου καὶ διὰ καθαροῦ τοῦ τοϲ κλίνεται οἷον βέβληται ἀβλήϲ ἀβλῆτοϲ (ϲημαίνει δὲ τὸν ἄτρωτον), δέδμηται ἀδμήϲ ἀδμῆτοϲ ὁ ἀδάμαϲτοϲ, τέτρηται ἡμιτρήϲ ἡμιτρῆτοϲ ὁ κατὰ τὸ ἥμιϲυ τετρημένοϲ, τέθνηκα ἡμιθνήϲ ἡμιθνῆτοϲ. τοῦτο δὲ, φημὶ δὴ τὸ τέθνηκα, τῇ μὲν φωνῇ ἐϲτιν ἐνεργητικόν, τῷ δὲ ϲημαινομένῳ παθητικόν. καὶ καθόλου πάντα τὰ εἰϲ ϲ λήγοντα ὀξύτονα ϲύνθετα ἀπὸ ῥημάτων μίαν ϲυλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακειμένου διὰ καθαροῦ τοῦ τοϲ κλίνεται οἷον κέκραται χαλκοκράϲ χαλκοκρᾶτοϲ, νεοκράϲ νεοκρᾶτοϲ, τέτρωμαι ἀτρώϲ ἀτρῶτοϲ, πέπτωκα ἀπτώϲ ἀπτῶτοϲ.

Choer. 148, 27: τὰ εἰϲ ηϲ παρ’ οὐδετέρων ϲυντεθειμένα εἰϲ δῦϲ ἔχει τὴν γενικὴν οἷον ϲθένοϲ Δημοϲθένηϲ Δημοϲθένουϲ, γένοϲ Διογένηϲ Διογένουϲ, νεῖκοϲ Πολυνείκηϲ Πολυνείκουϲ, ἦθοϲ κακοήθηϲ κακοήθουϲ, κῆτοϲ μεγακήτηϲ μεγακήτουϲ, μῆκοϲ ἐπιμήκηϲ ἐπιμήκουϲ. δεῖ δὲ γινώϲκειν, ὅτι παρ’ οὐδετέρων ϲυντεθειμένα δεῖ νοεῖν, ἵνα κατὰ τὸ τέλοϲ ἔχῃ τὸ οὐδέτερον. τοῦτο δὲ εἴρηται διὰ τὸ Κλεοφόντηϲ Κλεοφόντου. τοῦτο γὰρ εἰϲ ηϲ ἐϲτὶ καὶ παρ’οὐδετέρου ϲυντεθειμένον, φημὶ δὴ παρὰ τὸ κλέοϲ, καὶ ὅμωϲ εἰϲ ουϲ οὐκ ἔχει τὴν γενικήν, ἀλλ’εἰϲ τὴν ου δίφθογγον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι κατὰ τὸ τέλοϲ τὸ οὐδέτερον, ἀλλὰ κατὰ τὴν ἄρχουϲαν.

Δεῖ προϲθεῖναι ἐν τῷ κανόνι χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ» διὰ τὸ Ἀμέληϲ Ἀμέλητοϲ καὶ ἀμένηϲ ἀμένητοϲ. ταῦτα γὰρ παρ’οὐδετέρων ἐϲτὶ ϲυντεθειμένα, φημὶ δὴ παρὰ τὸ μέλοϲ καὶ τὸ μένοϲ, καὶ κατὰ τὸ τέλοϲ ἔχει τὸ οὐδέτερον, καὶ ὅμωϲ οὐκ ἔχει εἰϲ ουϲ τὴν γενικήν, ἀλλὰ διὰ τοῦ τοϲ κλίνεται· ἀλλ’ ὑπέπεϲε ταῦτα χαρακτῆρι τοιούτῳ· ἔϲτι τινὰ εἰϲ ηϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι, μὴ τὸ ο, μὴ τὸ υ, μὴ τὸ ω, ἅτινα διὰ τοῦ τοϲ κλίνεται. — τὸ δὲ ἀγκυλοχείληϲ ἀγκυλοχείλου οὐ παρὰ τὸ χεῖλοϲ ϲυντεθεμένον ἐϲτί, ἀλλὰ παραϲύνθετον· ὥϲπερ γὰρ παρὰ τὸ ῥῖγοϲ γίνεται δύϲριγοϲ ϲύνθετον καὶ παρὰ τὸ ξίφοϲ ἄξιφοϲ καὶ παρὰ τὸ θάρϲοϲ, ὅπερ ἐϲτὶν Αἰολικῶϲ θέρϲοϲ, ἐξ οὐ καὶ Θερϲίτηϲ, Ἁλίθερϲοϲ ϲύνθετον γίνεται, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ χεῖλοϲ ἀγκυλόχειλοϲ ϲύνθετον γίνεται· καὶ λοιπὸν ἀπὸ τοῦ ἀγκυλόχειλοϲ ϲυνθέτου γίνεται παραϲύνθετον ἀγκυλοχείληϲ ἀγκυλοχείλου καὶ ἔτρεψε τὸ ο εἰϲ η φυλάξαν τὴν αὐτὴν κλίϲιν. τούτου χάριν οὐκ ὀξύνομεν αὐτό, ἀλλὰ βαρύνομεν. ὅτι δὲ εἰ ἦν ϲύνθετον ὤφειλεν ὀξύνεϲθαι, δῆλον ἐντεῦθεν τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ηϲ γινόμενα ϲύνθετα τότε βαρύνεται, ὅταν ᾖ κύρια οἷον ϲθένοϲ Δημοϲθένηϲ, γένοϲ [*](l. 6 verba inde τέθνηκα ἡμιθνήϲ apposui ex Choer 49, 10 cf. Ep. Cr. 1 334, 17.)

687
Διογένηϲ, νεῖκοϲ Πολυνείκηϲ, κλέοϲ Ἡρακλέηϲ καὶ κατὰ κρᾶϲιν Ἡρακλῆϲ περιϲπωμένωϲ, καὶ ὅταν ᾖ ἀπὸ τριϲυλλάβου οὐδετέρου ϲύνθετα οἷον ϲτέλεχοϲ εὐϲτελέχηϲ, μέγεθοϲ παμμεγέθηϲ, καὶ ὅταν ἀπὸ διϲυλλάβου οὐδετέρου ᾖ ϲύνθετα, ἔχοντοϲ ἐν τῇ παραληγούϲῃ τὸ η, ἐπιφερομένου ἀφώνου οἷον κῆτοϲ μεγακήτηϲ, ἦθοϲ κακοήθηϲ, μῆκοϲ ἐπιμήκηϲ ἐὰν δὲ μηδὲν ἐκ τούτων τῶν τριῶν ἔχῃ, ὀξύνεϲθαι θέλει οἶον μένοϲ .εὐμενήϲ, γένοϲ εὐγενήϲ, εἷδοϲ δυϲειδήϲ, κλέοϲ δυϲκλεήϲ, τεῖχοϲ εὐτειχήϲ (ἔχει μὲν γὰρ τοῦτο ἄφωνον ἐπιφερόμενον, φημὶ δὴ τὸ β, ἀλλ’ οὐ παραλήγεται τῷ η), δῆνοϲ δυϲδηνήϲ (δήνεα δέ ἐϲτι τὰ βουλεύματα, τοῦτο παραλήγεται μὲν τῷ η, ἀλλ’ οὐκ ἔχει ἐπιφερόμενον ἄφωνον, τὸ γὰρ ν ἡμίφωνόν ἐϲτιν), ἔτοϲ διετήϲ τριετήϲ ἑξαετήϲ· ταῦτα δέ φημι τὰ παρὰ τὸ ἔτοϲ παρ’ ἡμῖν μὲν ὀξύνεται κατὰ τὸν προειρημένον κανόνα, παρὰ δὲ τοῖϲ Ἀθηναίοιϲ βαρύνεται· οἱ γὰρ Ἀθηναῖοι διέτηϲ τριέτηϲ ἑξαέτηϲ λέγουϲι βαρυτόνωϲ, ὁμοίωϲ τῷ εὐνέτηϲ, οἰκέτηϲ (ὃ ϲημαίνει τὸν δοῦλον) καὶ ἱκέτηϲ ( ϲημαίνει τὸν παρακλήτορα), εἰ καὶ ταῦτα εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, τῶν παρὰ τὸ ἔτοϲ εἰϲ ουϲ αὐτὴν ἐχόντων. οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουϲιν οἱ Ἀττικοὶ τοῖϲ παρὰ τὸ ἔτοϲ βαρυτόνωϲ αὐτὰ προφέροντεϲ, ἀλλὰ καὶ περὶ τὴν κλίϲιν, οἱ δωδεκαέται γὰρ λέγουϲι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ ποιούμενοι αὐτήν, ὥϲπερ ὁ οἰκέτηϲ τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντεϲ εἰπεῖν οἱ δωδεκαέτειϲ ὥϲπερ οἱ Δημοϲθένειϲ, οὕτωϲ γὰρ ἀπαιτεῖ ὁ κανών. ὡϲαύτωϲ δὲ καὶ τὰ θηλυκὰ τούτων ὡϲ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ ποιεῖται. ὥϲπερ γὰρ ὁ πολίτηϲ τοῦ πολίτου καὶ ἡ πολῖτιϲ τῆϲ πολίτιδοϲ, καὶ ὁ κυνηγέτηϲ τοῦ κυνηγέτου καὶ ἡ κυνηγέτιϲ τῆϲ κυνηγέτιδοϲ, οὕτωϲ καὶ ἀπὸ τοῦ τριακονταέτηϲ τριακονταέτου ποιοῦϲι τὸ θηλυκὸν ἡ τριακονταέτιϲ τῆϲ τριακονταέτιδοϲ, ὡϲ παρὰ τῷ ϲυγγραφεῖ (Thuc. I 87) τῶν τριακοντουτίδων ϲπονδῶν», ὀφείλοντεϲ εἰπεῖν ἡ τριακονταετὴϲ τῆϲ τριακονταετοῦϲ. ὥϲπερ γὰρ ὁ ϲυνήθηϲ τοῦ ϲυνήθουϲ καὶ ἡ ϲυνήθηϲ τῆϲ ϲυνήθουϲ, ὁ κακοήθηϲ τοῦ κακοήθουϲ καὶ ἡ κακοήθηϲ τῆϲ κακοήθουϲ, οὕτωϲ καὶ ὁ τριακονταέτηϲ τοῦ τριακονταέτουϲ καὶ ἡ τριακονταέτηϲ τῆϲ τριακονταέτουϲ. ὅτι γὰρ τὰ παρὰ τὸ ἔτοϲ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ περιττοϲυλλάβωϲ κλίνεται καὶ τουτέϲτιν εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπὼν (γ 305)
  • ἑπτάετεϲ δ’ ἤναϲϲεν,
  • ἀπὸ γὰρ τοῦ ὁ ἑπταέτηϲ τοῦ ἑπταέτουϲ γέγονε τὸ ἑπτάετεϲ οὐδετέρωϲ, ὥϲπερ ἀπὸ τοῦ ὁ κακοήθηϲ τοῦ κακοήθουϲ τὸ κακόηθεϲ οὐδετέρωϲ εὕρηται παρὰ τῷ ϲυγγραφεῖ(Ι 23) καὶ τριακοντούτειϲϲπονδάϲ» ὥϲπερ τὰϲ κακοήθειϲ. εἰ ἄρα οὖν τὸ ἀγκυλοχείληϲ ϲύνθετόν ἐϲτιν ἀπὸ τοῦ χεῖλοϲ τοῦ οὐδετέρου ὀνόματοϲ καὶ οὕτε κύριόν ἐϲτιν οὔτε ἀπὸ τριϲυλλάβου [*](l. 23 ἰϲοϲυλλάβου, l. 27 τριακοντουτίδων corr. e cod. Marc. Gaosf. E M p. 8. Cf. Cathol. p. 1. l. 30 pro οὕτωϲ καὶ Choerob. fortasse scripsit οὕτωϲ ἔδει καὶ. In verbis l. 32 — 38 aliquod vitium latere videtur.)
    688
    οὐδετέρου ϲύνθετον οὔτε ἀπὸ διϲυλλάβου οὐδετέρου παραληγομένου τῷ η, ἐπιφερομένου ἀφώνου, δηλονότι ὤφειλεν ὀξύνεϲθαι· οὐκ ὀξύνεται δέ, ἀλλὰ βαρύνεται· οὐκ ἄρα ἐϲτὶ ϲύνθετον ἀλλὰ παραϲύνθετον, ὡϲ ἤδη προείρηται ἡμῖν. εἰδέναι δὲ δεῖ, ὅτι τινὲϲ θέλουϲι λέγειν αὐτὸ εἶναι ϲύνθετον ἀπὸ τοῦ χηλή τοῦ θηλυκοῦ ὀνόματοϲ, ὅπερ ϲημαίνει τὸν ὄνυχα, ἵνα ᾖ ἀγκυλοχήληϲ διὰ τοῦ η καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον γίνεται ἀγκυλοχείληϲ διὰ τῆϲ ει διφθόγγου. εἰ δὲ ἀπὸ τοῦ χηλή, θηλυκοῦ δηλονότι ὀνόματοϲ, ἔϲτι ϲύνθετον, εὐλόγωϲ εἰϲ τὴν δῦ δίφθογγον ἔχει τὴν γενικήν. τὰ γὰρ ἀπὸ τῶν εἰϲ η θηλυκῶν εἰϲ ηϲ γινόμενα βαρύτονα, μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον ἀράχνη ἀράχνηϲ ἀράχνου, λέϲχη ἀδολέϲχηϲ ἀδολέϲχου, δίκη ἑλλανοδίκηϲ ἑλλανοδίκου, κόμη ἀκερϲοκόμηϲ ἀκερϲοκόμου, οὕτωϲ οὖν καὶ ἀπὸ τοῦ χηλή γέγονεν ἀγκυλοχείληϲ ἀγκυλοχείλου, τοῦ η ὡϲ εἴρηται Βοιωτικῶϲ τραπέντοϲ εἰϲ τὴν ου δίφθογγον. δεῖ δὲ γινώϲκειν ὅτι ἀναλύεται καὶ αὕτη ἡ δόξα, φημὶ δὴ ἡ λέγουϲα ὅτι παρὰ τὸ χηλή ἐγένετο τὸ ἀγκυλοχείληϲ, οὐχ ὡϲ ἐπιχειρήϲαντεϲ τινὲϲ λέγειν (leg. ἔλεγον)· τινὲϲ γὰρ λέγουϲιν, ὅτι ἐὰν εἴπωμεν τὸ ἀγκυλοχείληϲ ἀπὸ τοῦ χηλή εἶναι, ὅπερ ϲημαίνει τὸν ὄνυχα, εὐρεθήϲεται ἐν τῷ ϲτίχῳ τῷ λέγοντι
  • καμψώνυχεϲ ἀγκυλοχεῖλαι
  • ἐκ παραλλήλου τὸ αὐτὸ ϲημαινόμενον, ὅπερ ἐϲτὶν ἄτοπον· καὶ γὰρ τὸ καμψώνυχεϲ τοὺϲ ἔχονταϲ ἐπικεκαμμένουϲ τοὺϲ ὄνυχαϲ δηλοῖ. καὶ τὸ ἀγκυλοχείληϲ δέ, ἐὰν ἀπὸ τοῦ χηλή εἴπωμεν, ὅπερ ϲημαίνει τὸν ὄνυχα, τοὺϲ ἔχονταϲ ἐπικεκαμμένουϲ τοὺϲ ὄνυχαϲ δηλοῖ, τουτέϲτι τὸ αὐτὸ ϲημαίνει. πρὸϲ τούτουϲ δ’ ἐϲτὶν εἰπεῖν, τί γὰρ ἄτοπον ἐκ παραλλήλου εἶναι τὸ αὐτὸ ϲημαινόμενον, εἰ καὶ ἐπὶ ἄλλου εὑρίϲκομεν τὸ τοιοῦτον ϲχῆμα παρὰ τῷ ποιητῇ οἷον (Β 8)
  • βάϲκ’ ἴθι οὖλε ὄνειρε θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν·
  • καὶ γὰρ τὸ «βάϲκε » καὶ τὸ «ἴθι » τὸ αὐτὸ ϲημαίνει. καὶ πάλιν (Π 792)
  • ϲτρεφεδίνηθεν δέ οἱ ὄϲϲε·
  • καὶ γὰρ τὸ «ϲτρεφε» καὶ τὸ «δίνηθεν» τὸ αὐτό ἐϲτιν. οὐκ ἄτοπον καὶ ἐπὶ τοῦ «καμψώνυχεϲ ἀγκυλοχεῖλαι τὸ αὐτὸ ϲημαινόμενον ἐκ παραλμαίνει. εἶναι. κρεῖττον οὖν ἐϲτιν εἰπεῖν καὶ ἀντιθεῖναι τοῖϲ λέγουϲι τὸ ἀγκυλοχείληϲ παρὰ τὸ χηλή οὕτωϲ· οἱ Βοιωτοὶ τότε τρέπουϲι τὸ η εἰϲ τὴν ει δίφθογγον, ἡνίκα μὴ τρέπεται τὸ η εἰϲ παρὰ τοῖϲ Δωριεῦϲιν οἶον τὸ λέβηϲ καὶ πένηϲ οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου γράφουϲι, λέβειϲ καὶ πένειϲ λέγοντεϲ, ἐπειδὴ ἐπὶ τούτων οὐ τρέπουϲι τὸ ἡ εἰϲ α οἱ Δωριεῖϲ. τὸ δὲ Ἀτρείδηϲ καὶ Ὁρέϲτηϲ ἐπειδὴ τρέπουϲιν οἱ Δωριεῖϲ τὸ η εἰϲ α καὶ λέγουϲιν Ἀτρείδαϲ Ὀρέϲταϲ, οὐ τρέπουϲιν οἱ Βοιωτοὶ εἰϲ τὴν ει δίφθογγον τὸ η. εἰ ἄρα οὖν τὸ χηλή λέγεται παρὰ τοῖϲ Δωριεῦϲι χολά, κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰϲ α, ὡϲ παρ’ Εὐριπίδῃ ἐν Φοινίϲϲαιϲ (1032)
  • χαλαῖϲί τε ὠμοϲίτοιϲ,
  • 689
    δηλονότι οὐ δύνανται αὐτὸ ποιῆϲαι οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου κατὰ τροπὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον. οὐκ ἄρα οὖν τὸ ἀγκυλοχείληϲ ϲύνθετόν ἐϲτιν ἀπὸ τοῦ χηλή, ἀλλ’ ἐϲτι παραϲύνθετον, ὡϲ ἀνωτέρω εἰρήκαμεν. ἵνα δὲ μήτε τοῦτο παραλείψωμεν, δεῖ γινώϲκειν ὅτι τινὲϲ ἠθέληϲαν λέγειν αὐτὸ παραϲύνθετον τοῦτον τὸν τρόπον· φαϲὶν ὅτι ἀπὸ τοῦ χεῖλοϲ ἐγένετο ἀγκυλοχειλήϲ ϲύνθετον ὀξείᾳ τάϲει, καὶ ἐν βαρείᾳ τάϲει παραϲύνθετον ἀγκυλοχείληϲ· καὶ γὰρ πολλάκιϲ καὶ ὁ τόνοϲ τὸ ϲχῆμα ἐναλλάττει. ἰδοὺ γὰρ τὸ μὲν τηλαυγήϲ καὶ παγκρατήϲϲύνθετά ἐϲτι, τὸ δὲ τηλαύγηϲ καὶ παγκράτηϲ παραϲύνθετα. οὕτωϲ οὖν ἐϲτι καὶ τὸ ἀγκυλοχειλήϲ ϲύνθετον ὀξυτόνωϲ καὶ ἀγκυλοχείληϲ παραϲύνθετον βαρυτόνωϲ· ἐναντιοῦται δὲ αὐτοῖϲ ἡ κλίϲιϲ· εἰ γὰρ οὕτωϲ γέγονεν, ὤφειλεν εἰϲ ουϲ ἔχειν τὴν γενικήν. τὰ γὰρ τοιαῦτα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τηλαυγήϲ τηλαυγοῦϲ, παγκρατήϲ παγκρατοῦϲ καὶ. τηλαύγηϲ τηλαύγουϲ καὶ παγκράτηϲ παγκράτουϲ, οὕτωϲ οὖν ἀγκυλοχειλήϲ ἀγκυλοχειλοῦϲ ἀγκυλοχείληϲ ἀγκυλοχείλουϲ ὤφειλεν εἶναι, ἀλλὰ ἀγκυλοχείληϲ ἀγκυλοχείλου φαμέν, ὥϲτε ἄρα οὐκ ἐγένετο οὕτωϲ, ἀλλ’ ὡϲ ἀνωτέρω εἰρήκαμεν, τουτέϲτιν ἀπὸ τοῦ χεῖλοϲ ἀγκυλόχειλοϲ ἀγκυχειλήϲ ἀγκυλοχείλου.

    Choer. 55, 29: τὰ ἀπὸ τῶν εἰϲ υϲ εἰϲ ηϲ γινόμενα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον βαρύϲ ἀβαρήϲ ἀβαροῦϲ· βριθύϲ (ὁ ἰϲχυρόϲ) ἐμβριθήϲ ἐμβριθοῦϲ πῆχυϲ διπήχηϲ διπήχουϲ, τριπήχηϲ τριπήχουϲ, ὠκύϲ (ὁ ταχύϲ) ποδώκηϲ ποδώκουϲ, ἡδύϲ πολυηδήϲ πολυηδοῦϲ.

    Choer. 146, 1: περὶ τῆϲ κλητικῆϲ τῶν εἰϲ ηϲ ἔϲτι καθολικώτερον εἰπεῖν οὕτωϲ· τὰ εἰϲ ηϲ, ἐὰν μὲν περιττοϲυλλάβωϲ κλίνηται, εἰϲ ϲύμφωνον ἔχει τὴν κλητικήν , τουτέϲτιν εἰϲ ϲ ἢ εἰϲ ν, ἐὰν δὲ ἰϲοϲυλλάβωϲ κλίνηται, εἰϲ φωνῆεν ἔχει τὴν κλητικήν, τουτέϲτιν ἢ εἰϲ η ἢ εἰϲ α. καὶ λοιπὸν ϲυνάγονται πέντε κλητικαὶ ἐκ τῶν τεϲϲάρων τούτων ϲτοιχείων. τὰ γὰρ εἰϲ ηϲ λήγοντα, ἐὰν μὲν διὰ καθαροῦ τοῦ τοϲ κλίνηται, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Λάχηϲ Λάχητοϲ ὦ Λάχηϲ, λέχείων. λέβητοϲ ὦ λέβηϲ, πένηϲ πένητοϲ ὦ πένηϲ. ἐὰν δὲ εἰϲ ουϲ ἔχῃ τὴν γενικήν, εἰϲ εϲ ποιεῖ τὴν κλητικὴν οἷον Δημοϲθένηϲ Δημοϲθένουϲ ὦ Δημόϲθενεϲ, Ἀριϲτοφάνηϲ Ἀριϲτοφάνουϲ ὦ Ἀριϲτόφανεϲ. καὶ ἰδοὺ εὑρίϲκονται κλητικαὶ διάφοροι εἰϲ ϲ καταλήγουϲαι. ἐὰν δὲ διὰ τοῦ ν κλίνηται, εἰϲ ν ἔχει τὴν κλητικὴν οἷον φθογγῆϲ φθογγῆντοϲ φθογγῆν, τιμῆϲ τιμῆντοϲ ὦ τιμῆν, δαφνῆϲ δαφνῆντοϲ ὦ δαφνῆν. τὰ δὲ εἰϲ ηϲ ἰϲοϲυλλάβωϲ κλινόμενα ἔχοντα τὸ τ ἢ ἐθνικὰ ὄντα ἢ ϲύνθετα ἀπὸ ῥήματοϲ, ἢ εἰϲ πηϲ, ἅτινα καὶ ποιητικὰ δοκεῖ εἶναι, εἰϲ α ἔχει τὴν κλητικήν. ἐὰν δὲ μὴ οὕτωϲ ἔχῃ, εἰϲ η ἔχει τὴν κλητικήν, τουτέϲτιν ἀποβολῇ τοῦ ϲ τοῦ κατὰ τὴν εὐθεῖαν ποιεῖ τὴν κλητικήν. ἔϲτω δὲ παραδείγματα τοῦ μὲν προτέρου κανόνοϲ ταῦτα θύτηϲ θύτου ὦ θύτα, [*](l. 18 ef. Choer. p. 49, 17 seqq. et 50, 28 seqq. l. 22 omissa sunt ap. Ϲhoer., ut nunc est, nomina Siciliensia vel Italica in ηϲ ενντοϲ, de quibus Theogn. 47 supra περὶ ὀνομάτων 8 ap. Lascar. exstant.)

    690
    δότηϲ δότου ὦ δότα, τοξότηϲ τοξότου ὤ τοξότα, ποιητήϲ ποιητοῦ ὦ ποιητᾶ ἰδοὺ ταῦτα ἔχει τὸ τ καὶ εἰϲ α ποιεῖ τὴν κλητικήν. καὶ πάλιν Ϲκύθηϲ Ϲκύθου ὦ Ϲκύθα, Καππαδόκηϲ Καππαδόκου ὦ Καππαδόκα, Πέρϲηϲ Πέρϲου ὦ Πέρϲα. ἰδοὺ ταῦτα ἐθνικά ἐϲτι καὶεἰϲ α ἔχει τὴν κλητικήν. τὸ γὰρ κύριον ὄνομα τὸ Πέρϲηϲ εἰϲ η ἔχει τὴν κλητικὴν οἷον ὦ έρϲη, ὡϲ παρ’ Ἡϲιόδῳ (Opp. 27)
  • ὦ Πέρϲη, ϲὺ δὲ ταῦτα τεῷ ἐνὶ κάτθεο θυμῷ.
  • ϲημειούμεθα παρ’ Ἡρακλείδῃ ἐν τοῖϲ Περὶ χρηϲμῶν, ὅτιπερ καὶ λέγουϲί τινεϲ πεπλαϲμένον εἶναι, τὸ «ὦ Πέρϲη ποικιλόδιφρε ἵν’ ἀπὸ χεῖραϲ ἔχεϲθαι ». ἔϲτι γὰρ ἐνταῦθα ἐθνικὸν καὶ εἰϲ η καταλήγει ἡ κλητική. ϲύνθετα δὲ ἀπὸ ῥήματοϲ οἶον μετρῶ γεωμέτρηϲ γεωμέτρου ὦ γεωμέτρα, πωλῶ παντοπώληϲ παντοπώλου ὦ παντοπώλα, τρίβω παιδοτρίβηϲ παιδοτρίβου ὦ παιδοτρίβα. ἰδοὺ γὰρ ταῦτα ἀπὸ ῥήματόϲ ἐϲτι ϲύνθετα καὶ εἰϲ α ἔχει τὴν κλητικήν. εἰϲ πηϲ δὲ οἷον κυνώπηϲ κυνώπου καὶ κυνῶπα
  • τιμὴν ἀρνύμενοι Μενελάῳ ϲοί τε κυνῶπα (Α 159)
  • τινὲϲ δὲ θέλουϲι ταῦτα τὰ ἔχοντα τὸ π καὶ γινόμενα εἰϲ α ἐν τῇ κλητικῇ ποιητικὰ καλεῖν, ὡϲ κατὰ ποιητικὴν ἐξουϲίαν γινόμενα. τοῦ δὲ δευτέρου κανόνοϲ, τουτέϲτι τῶν ἀποβολῇ τοῦ ϲ ποιούντων τὴν κλητικήν, παραδείγματα ταῦτα Εὐριπίδηϲ Εὐριπίδου ὦ Εὐριπίδη, μιϲογύνηϲ μιϲογύνου ὦ μιϲογύνη, Ἀτρείδηϲ Ἀτρείδου ὦ Ἀτρείδη, ληριόνηϲ ληριόνου ὦ Μηριόνη
  • Μημόνη Μόλου υέ (Ν 249),
  • Χρύϲηϲ Χρύϲου ὦ Χρύϲη
  • ὦ Χρύϲη, πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων (Α 442),
  • έρξηϲ Ξέρξου ὦ Ξέρξη, Τένηϲ Τέννου ὦ Τcννη. ϲημειούμεθα ἐν τούτῳ τῷ κανόνι τὸ λάγνηϲ λάγνου ὦ λάγνα, παρ’ Εὐβούλῳ ἐν Κορυδαλῷ, ἔχει δὲ οὕτωϲ·
  • ἴθι δεῦρ’ ἀφελοῦ τ’ ὦ λάγνα ταχὺ τὰ ποικίλα,
  • καὶ τὸ πυραίχμηϲ πυραίχμου ὦ πυραῖχμα καὶ τὸ μεναίχμη μεναίχμου ὦ μεναῖχμα, ταῦτα γὰρ εἰϲ α ἔχει τὴν κλητικήν, ὀφείλοντα εἰϲ η αὐτὴν ἔχειν. τὸ γὰρ Ϲτρεψιάδηϲ Ϲτρεψιάδου ὦ Ϲτρεψιάδη καὶ Ἡρακλείδηϲ Ἡρακλείδου ὧ Ἡρακλείδη γενόμενα Ϲτρεψίαδεϲ καὶ Ἡράκλειδεϲ παρὰ τοῖϲ κωμικοῖϲ παιγνίου χάριν ἐλέχθη οἰον παρὰ Ἀριϲτοφάνει ἐν Νεφέλαιϲ (1208)
  • μάκαρ ὦ Ϲτρεψίαδεϲ.
  • ἐν δὲ τοῖϲ ἔχουϲι τὸ τ ϲημειούμεθα τὸ Αἰήτηϲ Αἰήτου ὦ Αἰήτη, ὡϲ παρὰ Ἀπολλωνίῳ (III 386) [*](1. 7 ἐνὶ κάτθεο M (Gaisf. E. M. p. 8), idem 1. 9 πεπλαϲμένον (i. e. quidam oraculum ipsum fcticium existimarunt) tum Πέρϲη π. ἰδὼν ἀπὸ χεῖραϲ ἔχεϲκεν τὸ «ὦ» tenemus (cf. p. 148, 12) fortasse leg. ὦ Πέρϲη ποικιλόδιφρε, Τῶνδ’ ἀπὸ χεῖραϲ ἔχεϲθαι; si τὸ «ὦ» eicimns (cf. oraculum a Polluce servatum θετταλὲ ποικιλόδιφρε) fort. leg. Πέρϲη ποικιλόδιφρε θεῶν δ’ ἀπὸ ἔχεϲθαι. 1.17 καὶ γινόμενα M.)
    691
  • Αἰτη, ϲχέο μοι τῷδε ϲτόλῳ,
  • καὶ τὸ καλλιλαμπέτηϲ καλλιλαμπέτου ὦ καλλιλαμπέτη καὶ τὸ αἰναρέτηϲ αἰναρέτου ὦ αἰναρέτη, ὡϲ παρὰ τῷ ποιητῇ
  • αἰναρέτη τί ϲευ ἄλλοϲ ὀνήϲεται ὀψίγονόϲ περ (Π 31),
  • αἰναρέτηϲδέ ἐϲτιν ὁἐπὶκακῷ κεκτημένοϲτὴν ἀρετήν· καὶπαρὰτῷ ποιητῇ
  • ὦ φιλοθερϲίτη (sic) φιλοκέρτομε (χ 287),
  • καίτοι γε τοῦ ἁπλοῦ διὰ τοῦ α ἐξενεχθέντοϲ παρ’ αὐτῷ οἷον
  • Θερϲῖτ’ ἀκριτόμυθε (Β 246).
  • Choer. 155, 4: τὸ μὲν Δημοϲθένεοϲ καὶ εὐγενέοϲ ἐϲτὶν ἐντελῆ, τὸ δὲ Δημοϲθένουϲ καὶ εὐγενοῦϲ κατὰ ϲυναίρεϲίν ἐϲτιν. ἴϲωϲ δέ τιϲ λέγοι, διατί μὴ τὸ ἐναντίον ἡ μὲν εἰϲ ου γενική ἐϲτιν ἐντελήϲ, ἡ δὲ εοϲ κατὰ πάθοϲ, τουτέϲτι κατὰ διάλυϲιν ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἔχομεν τελικὰ τῆϲ γενικῆϲ, τῆϲ μὲν περιττοϲυλλάβου τὸ ϲ ἐπὶ. ἀρϲενικῶν καὶ οὐδετέρων οἰον Ααϲ Αἴαντοϲ, Θόαϲ θόαντοϲ, λέβηϲ λέβητοϲ, Πάριϲ Πάριδοϲ, βῆμα βήματοϲ, ποίημα ποιήματοϲ, μέλι μέλιτοϲ, κρέαϲ κρέατοϲ. πρόϲκειται «κἐπὶ ἀρϲενικῶν καὶ οὐδετέρων» διὰ τὰ εἰϲ α καὶ εἰϲ η λήγοντα θηλυκά. ἐπὶ τούτων γὰρ τὸ ϲ τελικόν ἐϲτιν ἰϲοϲυλλάβου γενικῆϲ οἷον μοῦϲα μούϲηϲ, τιμή τιμῆϲ. τῆϲ δὲ ἰϲοϲυλλάβου τῶν ἀρϲενικῶν τὸ ῦ καὶ τὸ α οἱον καλόϲ καλοῦ, κοχλίαϲ κοχλίου, Μηνᾶϲ Μηνᾶ, Μητρᾶϲ Μητρᾶ. εἰ οὖν ἐνταῦθα φημὶ δὴ ἐν τῇ Δημοϲθένουϲ γενικῇ καὶ εὐγενοῦϲ ἐϲτι τελικὸν τὸ ϲ, ὤφειλε περιττοϲυλλαβεῖν ἡ γενικὴ τῆϲ εὐθείαϲ, ἰϲοϲυλλαβεῖ δὲ καὶ οὐ περιττοϲυλλαβεῖ, δηλονότι πέπονθεν· ἄρ’ οὖν τὸ Δημοϲθένεοϲ καὶ τὰ ὅμοια ἐντελέϲτερά ἐϲτι κὶ ὁλόκληρα καὶ περιττοϲυλλαβοῦντα τῆϲ ἰδίαϲ εὐθείαϲ. ἄλλωϲ τε δὲ τὰ τελικὰ τῆϲ περιττοϲυλλάβου γενικῆϲ καὶ τῆϲ ἰϲοϲυλλάβου ὁμοῦ εὐρεθῆναι ἄτοπόν ἐϲτι· πῶϲ γὰρ τὰ ἐναντία δύναται ὁμοῦ εὑρίϲκεϲθαι; εἰ ἄρα ἐν τῇ Δημοϲθένουϲ γενικῇ καὶ τοῖϲ ὁμοίοιϲ ἐϲτὶ τὸ ϲ τελικὸν τῆϲ περιττοϲυλλάβου γενικῆϲ καὶ τὸ ϲ τελικὸν τῆϲ ἰϲοϲυλλάβου, δηλονότι πέπονθεν. ἔτι πᾶϲα δοτικὴ πληθυντικῶν ἰϲοϲυλλαβεῖν θέλει τῇ γενικῇ τῶν ἑνικῶν, ὁ δὲ λόγοϲ ἐπὶ τῶν ἀπαθῶν, οἰον Αἴαϲιν Αἴαντοϲ, λέβηϲι λέβητοϲ, Τρωϲί Τρωόϲ, χηϲί χηνόϲ, πᾶϲι παντόϲ, μηϲί μηνόϲ, καλοῖϲ καλοῦ, ϲοφοῖϲ ϲοφοῦ, Ὁμήροιϲ μηροῦ, ἀνθρώποιϲ ἀνθρώπου. πρόϲκειται δὲ «ὁ λόγοϲ ἐπὶ τῶν ἀπαθῶνα διὰ τὸ καλοῖϲι καλοῦ καὶ αἶγεϲιν αἰγόϲ, ἐπὶ τούτων γὰρ οὐκ ἰϲοϲυλλαίεῖ ἡ δοτικὴ τῶν πληθυντικῶν [*](1. 8 quamquam haec de vocativo accurate exposita sunt, tamen Herodianum ipsum etiam pleniora praebuisse apparet ex St B. qui quum de Πέρϲηϲ idem quod Choerob. tradat p. 518, 15: Πέρϲαι τὸ ἔθνοϲ λέγεται καὶ Πέρϲηϲ ὄνομα. καὶ τοῦ μὲν κυρίου ἡ κλητικὴ κατὰ ὕφεϲιν τοῦ ϲ ὡϲ τὸ ἐῶ Πέρϲη » (Hesiod. opp. 27). τοῦ δὲ ἐθνικοῦ κατά τροπὴν τοῦ ῆ εἰϲ «ὦ Πέρϲα», ὦ Ϲκύθα. p.579, κόθαι. ἡ κλητικὴ Ϲκύθα ἔϲτιν ὡϲ Πέρϲα, ἔϲτι δὲ καὶ Ϲκύθη a gentil1 Ϲκύθηϲ item atque ab ethnico Πέρϲηϲ vocativum in η flexum esse refert, et ex Priscian. VII 7 Anacreon Ἥλιε καλλιλαμπέτη (quod Choerobosco ex E. M.670,19 restitui pro καλλιπέτῃ), posuit pro καλλιλαμπέτα, Hipponax «εὔηθεϲ κριτή» pro κριτά et Apolonius Argonauticorum in III «Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ὄελλαιx (ν. 320) pro Αἰῆτα, in eodem Αίήτη, ϲχέο μοι τῷδε ϲτόλῳ, οὔτι γὰρ αὕτωϲ. Alcaeus Nήρη pro Nήρηϲ posuit et Theopompus Χάρη pro Χάρηϲ.)

    692
    τῇ γενικῇ τῶν ἑνικῶν· (ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ δοτικὴ τῶν πληθυντικῶν. πάλιν πατράϲι πατρόϲ, μητράϲι μητρόϲ· ἰδοὺ οὕτε ἐπὶ τούτων ἰϲοϲυλλαβεῖ ἡ δοτικὴ τῶν πληθυντικῶν τῇ γενικῇ τῶν ἑνικῶν, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ γενικὴ τῶν ἑνικῶν. εἰ ἄρα οὖν τὸ μὲν Δημοϲθένεϲι πενταϲυλλαβεῖ, τὸ δὲ Δημοϲθένουϲ τετραϲυλλαβεῖ, δηλονότι πέπονθεν· ἄρα οὖν ἡ Δημοϲθένεοϲ γενικὴ ἡ πενταϲυλλαβοῦϲα ὁμοίωϲ τῇ δοτικῇ τῶν πληθυντικῶν ἐντελεϲτέρα ἐϲτίν. ἔτι πᾶν οὐδέτερον ἀρϲενικῷ παρεϲχηματιϲμένον, εἰ μὲν ἰϲοϲυλλάβωϲ κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὲν καλόν καὶ τὸ καλόν, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ τὸν ϲοφόν καὶ τὸ ϲοφόν, ὁ ἀλλότριοϲ τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ τὸν ἀλλότριον καὶ τὸ ἀλλότριον, ὁ γνήϲιοϲ τοῦ γνηϲίου τῷ γνηϲίῳ τὸν γνήϲιον καὶ τὸ γνήϲιον· εἰ δὲ περιττοϲυλλάβωϲ κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἷον ὁ χαρίειϲ τοῦ χαρίεντοϲ τῷ χαρίεντι τὸν χαρίεντα ὡ χαρίεν καὶ τὸ χαρίεν, ὁ ϲώφρων τοῦ ϲώφρονοϲ τῷ ϲώφρονι τὸν ϲώφρονα ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ταχύϲ τοῦ ταχέοϲ τῷ ταχέῖ τὸν ταχέα ὡ ταχύ καὶ τὸ ταχύ, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ τῷ ἄρϲενιτὸν ἄρϲεναῶἄρϲεν καὶ τὸ ἄρϲεν, ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ τῷ λιποπάτριδι τὸν λιποπάτριδα ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι. εἰ οὖν τὰ οὐδέτερα φημὶ δὴ τὸ εὐγενέϲ καὶ τὸ εὐϲεβέϲ ὁμοφωνεῖ τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ, ὡ εὐγενέϲ γὰρ καὶ τὸ εὐγενέϲ, ὦ εὐϲεβέϲ γὰρ καὶ τὸ εὐϲεβέϲ, καὶ ὡϲ δέδεικται ὁμοφωνεῖ τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ καὶ οὐχὶ τῇ αἰτιατικῇ, τὸν εὐϲεβῆ γὰρ καὶ τὸν εὐγενῆ ἡ αἰτιατκή, δηλονότι περιττοϲυλλάβωϲ κλίνεται οἰον τοῦ εὐϲεβέοϲ καὶ τοῦ εὐγενέοϲ· ἄρα οὖν τοῦ εὐϲεβοῦϲ καὶ τοῦ εὐγενοῦϲ πεπονθότα ἐϲτίν· οὐ κλίνεται γὰρ περιττοϲυλλάβωϲ. δεῖ δὲ γινώϲκειν ὅτι τῇ μὲν ἐντελεῖ γενικῇ κέχρηνται οἱ Ἴωνεϲ οἰον Δημοϲθένεοϲ καὶ Διομήδεοϲ· οἱ δὲ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτοϲ τῇ ϲυνῃρημένῃ οἷον Δημοϲθένουϲ καὶ Διομήδουϲ.

    Choer. 57, 21: ἰϲτέον δὲ ὅτι τὸ ἑ καὶ τὸ ο τριχῶϲ ϲυναιρεῖται, καὶ γὰρ εἰϲ τὴν ου δίφθογγον καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ, εὐϲεβέοϲ εὐϲεβοῦϲ· παρὰ δὲ τοῖϲ Δωριεῦϲι καὶ τοῖϲ Ἴωϲιν εἰϲ τὴν ευ δίφθογγον οἱον Ἰδομενέοϲ Ἰδομενεῦϲ

  • Ἰδομενεῦϲ δ’ οὐ λῆγε μένοϲ μέγα (Ν 424)
  • καὶ πάλιν δυϲϲέοϲ δυϲϲεῦϲ
  • Ὀδυϲεῦϲ δὲ λαβὼν κύϲε χεῖρ’ ἐπὶ καρπῷ (ω 397)·
  • καὶ πάλιν Ἐρεβέοϲ Ἐρεβεῦϲ
  • ἐξ Ἐρεβεῦϲ ἄξοντα κύνα ϲτυγεροῦ ἀδαο (Θ 368),
  • ϲπανίωϲ δὲ παρὰ τοῖϲ Ἀθηναίοιϲ ἐὺρίϲκεται τὸ ε καὶ τὸ 5 εἰϲ τὴν ει δίφθογγον ϲυναιρούμενα οἷον πλέον πλεῖν, δέον δεῖν, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (91) [*](1. 32 —34 verba uncinis inclusa non Herodianea esse possunt : cf, Il. Pr. N 424.)
    693
  • Εὐριπίδου πλεῖν ἢ ϲταδίῳ λαλίϲτερα.
  • καὶ πάλιν δέον δεῖν, «δεῖν τόδ’ἐγένετο», ἀντὶ τοῦ δέον τόδε ἐγένετο.

    Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν τὰ εἰϲ ηϲ ἔχοντα τὴν γενικὴν εἰϲ ουϲ οὐ γίνεται διὰ τοῦ ὲ καὶ ω Ἀττικῶϲ οἰον Δημοϲθένηϲ Δημοϲθένεωϲ Δημοϲθένουϲ καὶ Διομήδηϲ Διομήδεωϲ Διομήδουϲ, ὥϲπερ Πηλεύϲ Πηλέοϲ καὶ Πηλέωϲ Ἀττικῶϲ καὶ βαϲιλεύϲ βαϲιλέοϲ καὶ βαϲιλέωϲ Ἀττικῶϲ. καὶ λέγουϲί τινεϲ τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἐπὶ τούτων ἐποίηϲαν κρᾶϲιν οἱ Ἀττικοὶ κατὰ τὴν χενικήν, τούτου χάριν ονκ ἐποίηϲαν ἔκταϲιν τοῦ ο εἰϲ ω οὗτοι δὲ οὐκ ἀκριβῶϲ λέγουϲι, πολλάκιϲ δὲ οἱ Ἀττικοὶ ἔκταϲιν καὶ κρᾶϲιν ποιοῦνται οἷον Ἐρετριέωϲ Ἐρετριῶϲ, Πειραιέωϲ Πειραιῶϲ, Ϲτειριέωϲ Ϲτειριῶϲ. τί οὖν ἄτοπον ἐπὶ τούτων ἔκταϲιν γενέϲθαι καὶ κρᾶϲιν; κρεῖττον οὖν ἐϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην οἱ Ἀττικοὶ ποιοῦντεϲ διὰ τοῦ ε καὶ ω τὴν γενικήν, ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο πωοῦϲι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν, οἷον ἐπὶ τῶν εἰϲ ὲῦδ ποιοῦντεϲ διὰ τοῦ ὲ καὶ ῶ τὴν γενικὴν καὶ ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲι καὶ οὐκ ἐπὶ μὲν τῶν ὄντων κυρίων τοῦτο ποιοῦϲιν ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων τοῦτο οὐ ποιοῦϲιν, ἀλλ’ ἐπὶ ὅλων ποιοῦϲιν οἷο Πηλεύϲ Πηλέωϲ, Ἀτρεύϲ Ἀτρέωϲ, βαϲιλεύϲ βαϲιλέωϲ, ἱερεύϲ ἱερέωϲ. εἰ ἐποίηϲαν οὖν ἐπὶ τῶν εἰϲ ηϲ εἰϲ eῦϲ ἐχόντων τὴν γενικὴν κυρίων διὰ τοῦ ἑ καὶ ω, ἠναγκάζοντο καὶ ἐπὶ τῶν ἐπιθέτων τοῦτο ποιῆϲαι· εἰ δὲ ἐποίηϲαν διὰ τοῦ ε καὶ ω καὶ ἐπὶ τῶν ἐπιθέτων τὴν γενικήν, εἰχον ταῦτα ϲυνεμπίπτειν τοῖϲ ἐπιρρήμαϲιν οἰον ὁ εὐϲεβήϲ τοῦ εὐϲεβέωϲ καὶ εὐϲεβέωϲ δὴ ἐγένετο, ὁ ἀτρεκήϲ τοῦ ἀτρεκέωϲ καὶ ἀτρεκέωϲ ἐλάληϲεν, ὁ εὐγενήϲ τοῦ εὐγενέωϲ καὶ εὐγενέωϲ ϲυνέτυχεν. τῶν οὖν ἐπιθέτων κωλυομένων γενέϲθαι διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικὴν Ἀττικῶϲ διὰ τὴν ϲυνέμπτωϲιν τῶν ἐπιρρημάτων, κωλύεται καὶ τὰ κύρια τὰ εἰϲ η εἰϲ δῦϲ ἔχοντα τὴν γενικὴν γενέϲθαι διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν· ὡϲ γὰρ εἴρηται, οἱ Ἀττικοὶ ποιοῦντεϲ διὰ τοῦ ε καὶ ω τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲιν καὶ οὐκ ἐπί τινων μἔν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν.

    Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αὐτίαν τὰ εἰϲ ηϲ εἰϲ ουϲ ἔχοντα τὴν γενικὴν οὐ γίνεται διὰ τοῦ η καὶ ο Ἰωνικῶϲ οἷον Δημοϲθένηϲ Δημοϲθένηοϲ, Διομήδηϲ Διομήδηοϲ, ὥϲπερ Πηλεύϲ Πηλῆοϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλῆοϲ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἴωνεϲ ποιοῦντεϲ διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν οἰον τῶν εἰϲ ευϲ ποιοῦντεϲ διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲιν. οὐδὲ γὰρ ἐπὶ τῶν κυρίων τοῦτο ποιοῦϲιν ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων τοῦτο οὐ ποιοῦϲιν, ἀλλ’ ἐπὶ ὅλων ποιοῦϲιν οἰον Ἀχιλλεύϲ Ἀχιλλῆοϲ, Πηλεόϲ Πλῆοϲ, βαϲιλεύϲ βαϲιλῆοϲ, ἱερεύϲ ἱερῆοϲ. [*](1. 2 v. δεῖν maxime Hyzantinis in usu fuisse (velut δεῖν εἶνοι et similia) mo nuit Βoissonade Anecd. II 78. 111 47.)

    694
    εἰ ἐποίηϲαν οὖν ἐπὶ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν κυρίων διὰ τοῦ η καὶ ο τὴν γενικὴν οἱ ωνεϲ, ἠναγκάζοντο καὶ ἐπὶτῶν ἐπιθέτων τοῦτο ποιῆϲαι, εἰ δὲ ἐποίηϲαν ἐπὶ τῶν ἐπιθέτων, ἠναγκάζοντο καὶ ἐπὶ τῶν οὐδετέρων τοῦτο ποιῆϲαι. καθόλου γὰρ πᾶν οὐδέτερον ἀπὸ ἀρϲενικοῦ γεγενημένον κατὰ παραϲχηματιϲμὸν τὴν τῶν ἀρϲενικῶν κλίϲιν ἐπιδέχεται καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὸ καλόν τοῦ καλοῦ τῷ καλῷ, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ καὶ τὸ ϲοφόν τοῦ ϲοφοῦ τῷ ϲοφῷ, ὁ χαρίειϲ τοῦ χαρίεντοϲ τῷ χαρίεντι καὶ τὸ χαρίεν τοῦ χαρίεντοϲ τῷ χαρίεντι, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι καὶ τὸ ἄρϲεν τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι, εἰ δὲ ἐποίηϲαν ἐπὶ τῶν οὐδετέρων διὰ τοῦ η καὶ ο τὴν γενικὴν οἶον εὐϲεβέϲ τοῦ εὐϲεβῆοϲ τὸ εὐγενέϲ τοῦ εὐγενῆοϲ, εὑρίϲκετο ἡ παραλήγουϲα τῆϲ γενικῆϲ μείζονα χρόνον ἔχουϲα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ὅπερ ἐϲτὶν ἄτοπον. οὐδέποτε γὰρ ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζονα χρόνον ἔχει τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ἀλλ’ ὶϲον ἢ ἐλάττονα· ἴϲον μὲν οἰον Λάχηϲ Λάχητοϲ, ἔρωϲ ἔρωτοϲ, Πάριϲ Πάριδοϲ, ἔλαϲϲον δὲ οἷον Ἕκτωρ Ἕκτοροϲ, Μέμνων Μέμνονοϲ, Πηλεύϲ Πηλέωϲ, Ἀχιλλεύϲ Ἀχιλλέωϲ οὐδέποτε δὲ μείζονα, ὡϲ εἴρηται, χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ διὰ τὸ φοῖνιξ φοίνικοϲ καὶ κῆρυξ κήρυκοϲ. τῶν οὖν οὐδετέρων κωλυομένων γενέϲθαι διὰ τοῦ η καὶ o Ἰωνικῶϲ κατὰ τὴν γενικὴν κωλύεται καὶ τὰ ἀρϲενικὰ ἐπίθετα γενέϲθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶϲ κατὰ τὴν γενικήν· τῶν δὲ ἐπιθέτων κωλυομένων γενέϲθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶϲ κατὰ τὴν γενικὴν κωλύεται καὶ τὰ κύρια τὰ εἰϲ ηϲ εἰϲ ουϲ ἔχοντα τὴν γενικὴν γενέϲθαι διὰ τοῦ η καὶ o Ἰωνικῶϲ. ὡϲ γὰρ εἴρηται, οἱ Ἴωνεϲ ποιοῦντεϲ διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν.

    Ἰϲτέον ὅτι ἀπὸ τῆϲ Δημοϲθένεοϲ γενικῆϲ ἐγένετο ἡ Δημοϲθένεῖ δοτικὴ τροπῇ τοῦ οϲ εἰϲ ι, ὤϲπερ Αἴαντοϲ Αἴαντι, άχητοϲ Λάχητι, καὶ λοιπὸν κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ῑ εἰϲ τὴν ει δίφθογγον γίνεται Δημοϲθένει.

    Ἰϲτέον ὅτι ἀπὸ τοῦ Δημοϲθένει γέγονε Δημοϲθένεα τροπῇ τοῦ ι εἰϲ α ὥϲπερ Αἴαντι Ααντα, άχητι άχητα, καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ η Δημοϲθένη ὥϲπερ τείχεα τείχη, βέλεα βέλη. δεῖ γινώϲκειν, ὅτι ἐὰν εὑρεθῇ τὸ ε ἔχον προηγούμενον φωνῆεν, τότε τὸ ε καὶ τὸ α εἰϲ η κιρνᾶται καὶ εἰϲ α μακρὸν οἰον εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ. ἐὰν δὲ εὑρεθῇ ἔχον προηγούμενον ϲύμφωνον , τότε τὸ ε καὶ α εἰϲ η μόνωϲ κίρναται οἰον Δημοϲθένεα Δημοϲθένη,εὐγενέαεὐγενῆ.

    Ἰϲτέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν κυρίων τῶν εἰϲ ηϲ εἰϲ δυϲ ἐχόντων τὴν γενικὴν εἰϲ ν ποιοῦϲι τὴν αἰτιατικὴν καὶ εἰϲ η τὴν κλητικὴν οἷον ὁ Δημοϲθένηϲ τοῦ Δημοϲθένουϲ τῷ Δημοϲθένει τὸν Δημο ϲθένην ὤ Δημοϲθένη, ὁ Διομήδηϲ τοῦ Διομήδουϲ τῷ Διομήδει τὸν Διομήδην ὦ Διομήδη, ὁ Ἀριϲτοφάνηϲ τοῦ Ἀριϲτοφάνουϲ τῷ ἈριϲτοὭϲπερ

    696

    ἀπὸ τοῦ Αἴαντε γίνεται Αἰάντοιν, οὕτω καὶ ἀπὸ τοῦ Δημοϲθένεε γίνεται Δημοϲθενέοιν, καὶ κατὰ κρᾶϲιν τοῦ ϲ καὶ τῆϲ οι διφθόγγου Δημοϲθενοῖν.