Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ ῑϲ βαρύτονα διὰ τοῦ δοϲ κλινόμενα καὶ εἰϲ ν ποιεῖ τὴν αἰτιατικὴν οἷον μῆνιϲ μήνιδοϲ μῆνιν, ἔριϲ ἔριδοϲ ἔριν, τοξότιϲ τοξότιδοϲ τοξότιν, κοϲκινόμαντιϲ κοϲκινομάντιδοϲ κοϲκινόμαντιν, Χρυϲόθεμιϲ Χρυϲοθέμιδοϲ Χρυϲόθεμιν καὶ εἰϲ δᾱ οἷον «Ζεὺϲ δ’ Ἔριδα προΐαλλε» (Λ 3) καὶ «Ἤλιδα δῖαν» (Β 165), τοῦ δὲ μήνιδα χρῆϲιϲ οὐκ ἔϲτιν.

[*](l. 3 cf. Choer. p. 103, 22, An. Paris. 295, 32, Arc. 36, 17. l. 22 cf. Ep. Ϲr. I 283, 12, An. Paris. III 296, 1, ubi ὄνωνιϲ fortasse rectius quam ὄνῶνιϲ scriptum est; huc referendum est etiam ἄγλιϲ ἄγλιθοϲ, si rectum paroxytonos quam oxytonos profertur. In Ep. Cr. I 317, 24 additur ἕλμινϲ ἕλμινθοϲ; de ὄρνιϲ cf. An. Ox. II 398, 3 ubi: τὸ ὄρνιθοϲ τὸ ῑ μακρόν. οὐδέποτε ἡ παραλήγουϲα περιττοϲυλλάβου γενικῆϲ μείζω εὑρίϲκεται χρόνον ἔχουϲα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ πλὴν τοῦ ὄρνιϲ ὄρνιθοϲ. l. 23 Ep. Cr. l 31, 12 (E. M. 157, 18) et 98, 28 coll. Aro 33, 6, Choer. 355, 17 — 33. l. 27 canonem constitui secutus Il. Pros. Β 496 Αὐλίδα: ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ ἡ ἀνάγνωϲιϲ καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι «Αῦλίν τ᾿  ἔϲφαγον» αἰτιατικὴ ἀπὸ εὐθείαϲ βαρυνομένηϲ γέγονεν· ἡ γὰρ εἰϲ ν κατάληξιϲ ἀπὸ βαρυτόνων ἐϲτίν, ἡ δὲ εἰϲ δᾱ καὶ βαρυτόνων καὶ ὀξυτόνων, et Choer. 356, 25, ubi quod dicitur quosdam accusativum in ᾱ aut dialecticum aut poeticum habere, ad Herodianum pertinere non videtur.)
762

Περὶ τῶν εἰϲ υϲ θηλυκῶν.

Choer. 357, 18: τὰ εἰϲ υϲ λήγοντα θηλυκὰ εἰ μέν ἐϲτι βαρύτονα, διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον πίτυϲ πίτυοϲ, χέλυϲ χέλυοϲ (ϲημαίνει δὲ τὴν κιθάραν

  • πάμφωνοϲ οὐρεία χέλυϲ,
  • Μένανδροϲ ἐν Λευκαδίᾳ), γένυϲ γένυοϲ, ἀμάμαξυϲ ἀμαμάξυοϲ (ϲημαίνει δὲ ἄμπελον ἀναδενδράδα, τὸ γὰρ παρὰ Ϲαπφοῖ ἀμαμαξύδοϲ παράλογόν ἐϲτι), γῆρυϲ γήρυοϲ (ϲημαίνει δὲ τὴν φωνήν
  • οὐ γὰρ πάντων ἦεν ὁμῶϲ θρόοϲ, οὐδ᾿ ἴα γῆρυϲ Δ 437),
  • ἔγχελυϲ ἐγχέλυοϲ, ὡϲ παρὰ τῷ ποιητῇ (Φ 353)
  • τείροντ᾿  ἐγχέλυέϲ τε καὶ ἰχθύεϲ,
  • τὸ γὰρ παρὰ Ἀριϲτοφάνει (Nub. 559)
  • τὰϲ εἰκοὺϲ τῶν ἐγχέλεων τὰϲ ἐμὰϲ μιμούμενοι,
  • ὡϲ ἀπὸ τοῦ ἡ ἔγχελιϲ τῆϲ ἐγχέλεώϲ ἐϲτιν, ὥϲπερ ἡ πόλιϲ τῆϲ πόλεωϲ καὶ πόλεων. δεῖ προϲθεῖναι ἐν τῷ κανόνι, πλὴν τοῦ κόρυϲ κόρυθοϲ καὶ κῶμυϲ κώμυθοϲ· ταῦτα γὰρ διὰ τοῦ θ ἔχει τὴν γενικὴν (κῶμυϲ δέ ἐϲτιν ὁ δεϲμὸϲ τοῦ χόρτου). καὶ δεῖ γινώϲκειν ὅτι τὸ κόρυϲ κόρυθοϲ ἀεὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ δαῖέ οἱ ἐκ κόρυθόϲ τε καὶ ἀϲπίδοϲ ἀκάμαντον πῦρ (Ε 4). ἔχει δὲ τὴν αἰτιατικὴν διφορουμένην οἷον κόρυθα καὶ κόρυν. τὸ δὲ κῶμυϲ κώμυθοϲ τῶν διὰ τοῦ θοϲ κλινομένων ἠκολούθηϲε κατὰ τὴν γενικὴν καὶ ἐκτείνει τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ, τουτέϲτι τὸ υ, ὡϲ παρὰ Θεοκρίτῳ (4, 18)
  • καὶ μαλακοῦ χόρτοιο καλὸν κώμυθα δίδωμι.
  • τοῦτο δὲ τὸ κῶμυϲ εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον κώμυθα, οὐκέτι δὲ εἰϲ ν. τούτων οὕτωϲ ἐχόντων, τὸ ἡ νέηλυϲ τῆϲ νεήλυδοϲ διὰ τοῦ δοϲ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν· ἐπειδὴ οὐκ ἔϲτι μόνωϲ θηλυκὸν ἀλλὰ καὶ ἀρϲενικὸν ὁ νέηλυϲ καὶ ἡ νέηλυϲ, περὶ δὲ θηλυκῶν ἐνταῦθα ὁ λόγοϲ ἐϲτί.

    Τὰ εἰϲ υϲ ὀξύτονα θηλυκὰ ἐὰν μὲν ϲυϲτέλλῃ τὸ υ, διὰ τοῦ δοϲ κλίνεται, καὶ εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον χλαμύϲ χλαμύδοϲ χλαμύδα, κροκύϲ κροκύδοϲ κροκύδα, πηλαμύϲ πηλαμύδοϲ πηλαμύδα ἐὰν δὲ μακρὸν ἔχῃ τὸ υ, διὰ καθαροῦ τοῦ οϲ κλίνεται εἴτε ὀξύτονα ᾖ εἴτε περιϲπώμενα οἷον ὀιζύϲ ὀϊζύοϲ, έριννύϲ ἐριννύοϲ, πληθύϲ πληθύοϲ, ἰξύϲ ἰξύοϲ (ϲημαίνει δὲ τὴν ῥάχιν), ἰλύϲ ἰλύοϲ, ἐδητύϲ ἐδητύοϲ (ϲημαίνει δὲ τὴν βρῶϲιν) «ἐδητύοϲ ἠδὲ ποτῆτοϲ», νηδύϲ νηδύοϲ — τοῦτο δὲ ποιητικῇ ἀδείᾳ ϲυϲτέλλεται ὡϲ παρὰ Καλλιμάχῳ (h. Dian. 160) «ἔτι οἱ πάρα νηδὺϲ ἐκείνη» καὶ παῤ Εὐριπίδη ἐν Ἀνδρομάχῃ (356) «καὶ νηδὺν ἐξαμβλοῦμεν ὡϲ αὐτὴ λέγει» —, δρῦϲ δρυόϲ (τοῦτο δὲ περιϲπᾶται), [*](1. 55 pro πάφωνε apud Gaisfordium M habet πάμφωνε, unde scripsimus πάμφωνοϲ; Meinekii coniectura (fr. com. ed. min. p. 927) minus probabilis videtur. l. 16 de voce κῶμυϲ et Theocriti versu cf. nott. ad p. 709.)

    763
    ὀφρῦϲ ὀφρύοϲ, ὀϲφῦϲ ὀϲφύοϲ (ϲημαίνει δὲ καὶ αὐτὸ τὴν ῥάχιν), καὶ ταῦτα δὲ περιϲπᾶται. ϲεϲημείωται τὸ ἀγνύϲϲ ἀγνῦθοϲ· τοῦτο γὰρ ὀξύτονον ὂν καὶ μακρὸν ἔχον τὸ υϲ διὰ τοῦ θοϲ ἐκλίθη καὶ οὐ διὰ καθαροῦ τοῦ οϲ. ἀγνῦθεϲ δὲ λέγονται οἱ λίθοι οἱ περιφερεῖϲ καὶ τετρημένοι οἱ κρεμάμενοι ἐν τοῖϲ μετεωρίοιϲ. ἰϲτέον δὲ ὅτι τὰ διὰ καθαροῦ τοῦ οϲ κλινόμενα εἰϲ ν αὐτὴν μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον πίτυοϲ πίτυν, γένυοϲ γένυν, δρυόϲ δρῦν, ὀϲφύοϲ ὀϲφῦν, ὀφρύοϲ ὀφρῦν. εὑρίϲκομέν τινα ἐν αὐτοῖϲ ϲπανίωϲ διφορούμενα οἷον νηδύοϲ νηδύα, ὀφρύοϲ ὀφρύα, δρυόϲ δρύα.

    Περὶ τῶν εἰϲ ωϲ θηλυκῶν.

    Choer. 360, 9 (coll. 361, 8): τὰ εἰϲ ωϲ ὀξύτονα θηλυκὰ δύο ταῦτά ἐϲτι, τὸ αἰδῶϲ καὶ ἠώϲ, καὶ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον αἰδοῦϲ καὶ ἠοῦϲ, καὶ δι᾿  ὅλου κλίνεται ὥϲπερ τὰ εἰϲ ω θηλυκὰ ἐν ἁπάϲαιϲ ταῖϲ πτώϲεϲι· τὸ δὲ δώϲ, ὃ ϲημαίνει τὴν δόϲιν, ὡϲ παῤ Ἡϲιόδῳ (opp. 354)

  • δὼϲ ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δοτεῖρα,
  • ὀξύνεται καὶ θηλυκόν ἐϲτιν· ἔϲτι δὲ ἄκλιτον διὰ ταύτην τὴν αἰτίαν. τὰ εἰϲ ωϲ μονοϲύλλαβα θηλυκὰ καὶ περιϲπᾶται καὶ κύριά ἐϲτιν οἷον ἡ Κῶϲ ἡ Γλῶϲ ἡ Κρῶϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων). ἐπειδὴ δὲ τὸ δώϲ θηλυκὸν καὶ μονοϲύλλαβον ὂν οὐκ ἔϲτι κύριον, ἀλλ᾿  οὕτε δὲ περιϲπᾶται, τούτου χάριν ἄκλιτόν ἐϲτιν. ἰϲτέον ὅτι τὸ αἰδὼϲ Φιλητᾶϲ ὁ διδάϲκαλοϲ Θεοκρίτου χωρὶϲ τοῦ ϲ προηνέγκατο εἰπὼν
  • ἀγαθὴ δ᾿ ἐπὶ ἤθεϲιν αἰδώ.
  • ἰϲτέον δὲ ὅτι παῤ Αἰολεῦϲι τὸ ἱδρώϲ θηλυκῶϲ λέγεται καὶ ἀναδέχεται κλίϲιν ἀκόλουθον θηλυκῷ γένει «ἁ δέ μ᾿  ἵδρωϲ κακχέεται» (Sapph. fr. 2 v. 13) ὅμοιον τῷ ἠώϲ. εἶτα γενικὴ « ἴδρωϲ ὀμφόρα ἀντὶ τοῦ ἱδροῦϲ ὡϲ μελάγχρωϲ ἀντὶ τοῦ μελάγχρουϲ καὶ «Μέλαγχροϲ αἴδωϲ ἄξιοϲ» (Alc. 13) ἀντὶ τοῦ αἰδοῦϲ.

    Choer. 360, 19: τὰ δὲ βαρύτονα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν ὁμοίωϲ καὶ τὰ περιϲπώμενα καὶ ἐπιδέχεται κλίϲιν ὁμοίαν τοῖϲ εἰϲ ω Ἀττικοῖϲ ἐν ἁπάϲαιϲ ταῖϲ πτώϲεϲιν οἷον ἡ Κῶϲ τῆϲ Κῶ, ἡ Τλῶϲ τῆϲ Τλῶ, ἡ Κρῶϲ τῆϲ Κρῶ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων), ἡ Κέωϲ τῆϲ Κέω, ἡ Κῶϲ τῆϲ Κῶ (immo Κόωϲ — Κόω), ἡ Τέωϲ τῆϲ Τέω (ἔϲτι δὲ καὶ ταῦτα ὀνόματα πόλεων), ἡ ἅλωϲ τῆϲ ἅλω (τὸ γὰρ ἅλωοϲ πταῖϲμα νεωτερικόν ἐϲτι· ϲημαίνει δὲ τὸ ἁλώνιον,

  • δινομένην περὶ βουϲὶν ἐμὴν ἐφύλαττον ἅλωα
  • παρὰ τῷ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ, ϲημαίνει δὲ καὶ τὸ νεφελοειδὲϲ τὸ περὶ τὸν ἥλιον καὶ τὴν ϲελήνην), ἡ ἕωϲ τῆϲ ἕω (τοῦτο δὲ ϲημαίνει τὴν [*](1. 9 de quantitate genetivorum in θοϲ cf. Ep. Cr. I 240, 17; pro iis, quae de νηδύϲ habet Choer., posui Arcadii verba p. 92, 10 exemplis ex Choerobosco adiectis, de ἀγνύϲ ἀγνῦθοϲ cf. Ep. Cr. I 164, 31. l. 23 Ep. Cr. I 208, 13 emendat. ab Ahrensio de dial. Aeol. p. 118 not. 11 cf. Ep. Cr. I 209, 33.)
    764
    ἀνατολήν), ἡ γάλωϲ τῆϲ γάλω (τοῦτο δὲ κλίνεται καὶ γάλωτοϲ ὡϲ γέλωϲ γέλωτοϲ).

    Περὶ οὐδετέρων ὀνομάτων.

    Choer. 362, 18. τὰ οὐδέτερα ἓξ ἔχει τελικά, τρία φωνήεντα ᾱ, ῑ, ῡ, καὶ τρία ϲύμφωνα ν, ρ, ϲ οἷον ἅρμα, μέλι, δόρυ, δένδρον, ἕλωρ, δέπαϲ. τινὲϲ δὲ προϲτιθέαϲι καὶ τὸ ο διὰ τὸ ἄλλο καὶ τηλικοῦτο καὶ τοϲοῦτο, περὶ ὧν ἐϲτιν ἀπολογήϲαϲθαι καὶ εἰπεῖν, ὅτι ἐπειδὴ τὸ ἄλλοϲ καὶ τηλικοῦτοϲ καὶ τοϲοῦτοϲ καὶ τοιοῦτοϲ ἐνομίϲθη ἀντωνυμίαι εἶναι, ἔχομεν ἐν ταῖϲ ἀντωνυμίαιϲ τελικὸν τῶν οὐδετέρων τὸ ο, ὡϲ ἐν τῷ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό, τούτου χάριν καὶ τὰ οὐδέτερα τούτων ἐγένετο εἰϲ τὸ ο οἷον ἄλλο, τοϲοῦτο, τηλικοῦτο καὶ τοιοῦτο ἄλλωϲ τε τὸ τηλικοῦτο καὶ τοϲοῦτο καὶ τοιοῦτο οὐ μόνον εἰϲ ο λήγει ἀλλὰ καὶ εἰϲ ν, λέγομεν γὰρ καὶ τηλικοῦτον καὶ τοϲοῦτον καὶ τοιοῦτον. τὸ δὲ ἄλλο ἐν τῇ ϲυνθέϲει μετὰ τοῦ ν γίνεται οἷον ἔξαλλον, ἀλλοπρόϲαλλον, ἄνταλλον, πάραλλον, καὶ τὸ χρεωϲτημένον αὐτῷ ν ἐν τῇ ἁπλότητι ἐν τῇ ϲυνθέϲει ἀναδέχεται. ἔτι δὲ ταῦτα τὰ εἰϲ ο λήγοντα οὐδέτερα ὀλίγα ἐϲτὶ καὶ οὐκ ἔϲτιν ἱκανὰ ἀποτελέϲαι κατάληξιν.

    Choer. 363, 19: πᾶν οὐδέτερον ἀπὸ ἀρϲενικοῦ γεγενημένον δηλονότι κατὰ παραϲχηματιϲμὸν τὴν τοῦ ἀρϲενικοῦ κλίϲιν ἐπιδέχεται καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὸ καλόν τοῦ καλοῦ τῷ καλῷ, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ τὸ ϲοφόν τοῦ ϲοφοῦ τῷ ϲοφῷ, ὁ μέτριοϲ τοῦ μετρίου τῷ μετρίῳ τὸ μέτριον τοῦ μετρίου τῷ μετρίῳ, ὁ ἀλλότριοϲ τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ τὸ ἀλλότριον τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ, ὁ εὕγηρωϲ τοῦ εὔγηρω τῷ εὔγηρῳ τὸ εὔγηρων τοῦ εὔγηρω τῷ εὔγηρῳ, ὁ μέλαϲ τοῦ μέλανοϲ τῷ μέλανι τὸ μέλαν τοῦ μέλανοϲ τῷ μέλανι, ὁ ϲώφρων τοῦ ϲώφρονοϲ τῷ ϲώφρονι τὸ ϲῶφρον τοῦ ϲώφρονοϲ τῷ ϲώφρονι, ὁ τάλαϲ τοῦ τάλανοϲ τῷ τάλανι τὸ τάλαν τοῦ τάλανοϲ τῷ τάλανι, ὁ πᾶϲ τοῦ παντόϲ τῷ παντί τὸ πᾶν τοῦ παντόϲ τῷ παντί, ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ τῷ λιποπάτριδι τὸ λιπόπατρι τοῦ λιποπάτριδοϲ τῷ λιποπάτριδι, ὁ χαρίειϲ τοῦ χαρίεντοϲ τῷ χαρίεντι τὸ χάριεν τοῦ χαρίεντοϲ τῷ χαρίεντι, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι τὸ ἄρϲεν τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι, ὁ ταχύϲ τοῦ ταχέοϲ τῷ ταχέι καὶ ταχεῖ τὸ ταχύ τοῦ ταχέοϲ τῷ ταχέι καὶ ταχεῖ. τὸ οὖν ἄρειον καὶ τὸ πλεῖον εἰ μὲν ἀπὸ τοῦ ὁ ἄρειοϲ τοῦ ἀρείου καὶ ὁ πλεῖοϲ τοῦ πλείου ἀρϲενικοῦ ἐγένετο, δηλονότι τὸ ἄρειον τοῦ ἀρείου καὶ τὸ πλεῖον τοῦ πλείου κλίνεται, εἰ δὲ ἀπὸ τοῦ ὁ ἀρείων τοῦ ἀρείονοϲ καὶ ὁ πλείων τοῦ πλείονοϲ, δηλονότι τὸ ἄρειον τοῦ ἀρείονοϲ καὶ τὸ πλεῖον τοῦ πλείονοϲ. τὸ δὲ ὁ ϲκότοϲ τοῦ ϲκότου [*](1. 1 de declinatione voc. γάλωϲ quae exhibui, addita sunt ex Herod. περὶ παθῶν in E. M 220, 9. l. 4 Choerob. cf. p. 838 et 839 et Herod. περὶ παθῶν in E. M. 748, 3 et ap. Eustath. 617, 44.)

    765
    καὶ τὸ ϲκότοϲ τοῦ ϲκότουϲ, ὁ ἔλεγχοϲ τοῦ ἐλέγχου καὶ τὸ ἔλεγχοϲ τοῦ ἐλέγχουϲ, ὁ τάριχοϲ τοῦ ταρίχου καὶ τὸ τάριχοϲ τοῦ ταρίχουϲ οὐκ ἔϲτι κατὰ παραϲχηματιϲμὸν ἀλλὰ κατὰ μεταβολὴν ἤγουν ἐναλλαγὴν γένουϲ ὥϲπερ ὁ λύχνοϲ καὶ τὸ λύχνον, ὁ θεμέλιοϲ καὶ τὸ θεμέλιον.

    Choer. 365, 12: πᾶν οὐδέτερον ὄνομα παραϲχηματιζόμενον ἀρϲενικῷ, ἐὰν μὲν ἰϲοϲυλλάβωϲ κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἶον ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ τὸν ϲοφόν καὶ τὸ ϲοφόν, ὁ μέτριοϲ τοῦ μετρίου τῷ μετρίῳ τὸν μέτριον καὶ τὸ μέτριον, ὁ εὔγηρωϲ τοῦ εὔγηρω τῷ εὔγηρῳ τὸν εὔγηρων καὶ τὸ εὔγηρων· ἐὰν δὲ περιττοϲυλλάβωϲ κλίνοιτο τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖοἶον ὁ ϲώφρων τοῦ ϲώφρονοϲ ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ ὦ ἄρϲεν καὶ τὸ ἄρϲεν, ὁ ταχύϲ τοῦ ταχέοϲ ὦ ταχύ καὶ τὸ ταχύ, ὁ χαρίειϲ τοῦ χαρίεντοϲ ὦ χαρίεν καὶ τὸ χαρίεν, ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι.

    Τὰ οὐδέτερα ἢ καὶ τῇ φωνῇ καὶ τῷ ϲημαινομένῳ ἐϲτὶν οὐδέτερα, ὥϲπερ τὸ ξύλον τὸ δένδρον τὸ τεῖχοϲ, ἢ τῇ μὲν φωνῇ ἐϲτιν οὐδέτερα τῷ δὲ ϲημαινομένῳ οὐκ ἔϲτιν οὐδέτερα, ὥϲπερ τὸ παιδίον, τὸ θηλυκόν, τὸ ϲῶφρον, τὸ γύναιον· ταῦτα γὰρ τῇ φωνῇ ἐϲτιν οὐδέτερα, τῷ δὲ ϲημαινομένῳ οὐκ ἔϲτιν οὐδέτερα. τὸ μὲν γὰρ παιδίον καὶ τὸ ϲῶφρον ἢ ἄρϲεν ἢ θῆλυ δηλοῖ, καὶ τὸ θηλυκὸν δὲ καὶ τὸ γύναιον ὁμολογουμένωϲ θῆλυ δηλοῖ. ἰϲτέον δὲ ὅτι εἰϲὶ καταλήξειϲ ἐν τοῖϲ οὐδετέροιϲ αἵτινέϲ εἰϲι μονογενεῖϲ, ὡϲ τὰ εἰϲ ᾱϲ οὐδέτερα πάντα μονογενῆ ἔϲτιν οἷον κρέαϲ γῆραϲ κέραϲ, καὶ τὰ εἰϲ οϲ οὐδέτερα ὀνόματα, καὶ ταῦτα γὰρ μονογενῆ ἐϲτιν οἷον τὸ τεῖχοϲ τὸ βέλοϲ τὸ γὰρ τάριχοϲ καὶ τὸ ϲκότοϲ οὐ κατὰ παραϲχηματιϲμὸν γέγονεν, ἀπὸ τοῦ ὁ τάριχοϲ καὶ ὁ ϲκότοϲ, ἀλλὰ κατὰ μεταβολὴν γένουϲ, ἤγουν ἐναλλαγήν. πρόϲκειται «ὀνόματα», ἤγουν τὰ εἰϲ οϲ οὐδέτερα ὀνόματα, διὰ τὰϲ μετοχὰϲ οἷον διὰ τὸ τετυφόϲ καὶ πεποιηκόϲ· ταῦτα γὰρ οὐκ ἔϲτι μονογενῆ, ὁ τετυφώϲ γὰρ καὶ ἡ τετυφυῖα καὶ τὸ τετυφόϲ, ὁ πεποιηκώϲ ἡ πεποιηκυῖα τὸ πεποιηκόϲ. καὶ πάλιν εἰϲὶ καταλήξειϲ αἵτινεϲ ἀπὸ παραϲχηματιϲμοῦ εἰϲιν, ὡϲ τὰ εἰϲ ᾱν οὐδέτερα· πάντα γὰρ ἀπὸ παραϲχηματιϲμοῦ ἐϲτιν οἶον ὁ μέλαϲ τὸ μέλαν, ὁ τάλαϲ τὸ τάλαν, ὁ πᾶϲ τὸ πᾶν. εἰϲὶ πάλιν καταλήξειϲ κοιναί, τουτέϲτι καὶ μονογενείᾳ ἁρμόζουϲαι καὶ τριγενείᾳ, ὥϲπερ τὰ εἰϲ ον οὐδέτερα· ταῦτα γὰρ καὶ μονογενῆ ἐϲτιν ὥϲπερ τὸ ξύλον τὸ δένδρον τὸ μέτρον, καὶ τριγενῆ ὥϲπερ ὁ καλόϲ ἡ καλή τὸ καλόν, ὁ ϲοφόϲ ἡ ϲοφή τὸ ϲοφόν.

    Περὶ τῶν εἰϲ ᾱ οὐδετέρων.

    Choer. 368, 2: τὰ εἰϲ ᾱ λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ ϲυϲτέλλει τὸ ᾱ καὶ τῷ μ παραλήγεται, καὶ διὰ τοῦ τοϲ θέλει κλίνεϲθαι οἷον ποίημα ποιήματοϲ, αἷμα αἵματοϲ, ἅρμα ἅρματοϲ.

    766

    Choer. 368, 31: τὰ ὀνόματα τῶν ϲτοιχείων ἄκλιτά ἐϲτιν οἷον τὸ ἄλφα τοῦ ἄλφα τῷ ἄλφα, τὸ βῆτα τοῦ βῆτα τῷ βῆτα, τὸ γάμμα τοῦ γάμμα τῷ γάμμα. καὶ λέγουϲι περὶ τούτων τινὲϲ διαφόρουϲ αἰτίαϲ· ἐπειδὴ οὐκ ἔχει πρὸ τοῦ ᾱ τὸ μ, διὰ τοῦτο οὐ κλίνεται· τὰ εἰϲ ᾱ λήγοντα οὐδέτερα πρὸ τοῦ ᾱ θέλει ἔχειν τὸ μ οἷον ποίημα ῥῆμα βῆμα νόημα, ὅθεν τὸ γάμμα καὶ ϲίγμα ὡϲ ἔχοντα πρὸ τοῦ ᾱ τὸ μ ἐκινδύνευϲε κλίνεϲθαι οἷον γάμμα γάμματοϲ καὶ ϲίγμα ϲίγματοϲ, καὶ οὕτω τινὲϲ παραναγινώϲκουϲιν ἐν τῇ κωμῳδίᾳ

  • ἔϲωϲαϲ ἐκ τῶν ϲιγμάτων Εὐριπίδου.
  • τὸ δὲ ἀληθέϲτερον κατὰ διάλυϲιν ἢ διάϲταϲιν ἀναγινώϲκεται οἷον «ἔϲωϲαϲ ἐκ τῶν ϲίγμα», καὶ ἐπιφέρεται «τῶν Εὐριπίδου», ἵνα εὑρεθῇ τὸ ἄρθρον ἐπιφερόμενον, λέγω δὴ τὸ τῶν καὶ ταῦτα γὰρ ἄκλιτα ἔμεινε κατὰ ϲυνεκδρομὴν τῶν ἑτέρων ϲτοιχείων. ἕτεροι δὲ λέγουϲιν, ὅτι διὰ τοῦτο τὰ ὀνόματα τῶν ϲτοιχείων οὐ κλίνεται, ἐπειδὴ τὰ ϲτοιχεῖα βαρβάρων ἐϲτὶν εὑρήματα.

    Choer. 371, 34: ἰϲτέον δὲ ὅτι κυρίωϲ οὐκ ἔχει κλητικὰϲ τὰ οὐδέτερα ἀλλὰ καταχρηϲτικῶϲ. τὰ γὰρ πολλὰ αὐτῶν ἄψυχά ἐϲτιν οἷον τὸ ξύλον, τὸ βέλοϲ, τὸ τεῖχοϲ· οὐ δεῖ δὲ τὰ ἄψυχα καλεῖν, ὁ γὰρ καλῶν διὰ τοῦτο καλεῖ τινα ἵνα ἐπιϲτρέψῃ πρὸϲ αὐτόν· τὰ δὲ ἄψυχα πῶϲ ἔχει ἐπιϲτρέφειν πρὸϲ τὸν καλοῦντα αὐτά; πρόϲκειται «τὰ πολλὰ αὐτῶν» διὰ τὸ γύναιον καὶ παιδίον, ταῦτα γὰρ ἔμψυχά ἐϲτιν.

    Πᾶϲα εὐθεῖα πληθυντικῶν τῶν οὐδετέρων εἰϲ ᾱ λήγει οἷον τὰ βήματα, τὰ ξύλα, τὰ δένδρα, τὰ φρέατα, τὰ μέτρα· εἰ δέ που εἰϲ η εὑρεθῇ καταλήγουϲα, γνῶθι ὅτι κατὰ κρᾶϲίν ἐϲτιν οἶον τὰ τείχεα τὰ τείχη, τὰ βέλεα τὰ βέλη. τὰ χρέα καὶ κλέα ἀπὸ τοῦ χρέεα καὶ κλέεα γέγονε κατὰ ϲυγκοπὴν τοῦ ε· οὔτε γὰρ δυνάμεθα λέγειν ὅτι κατὰ κρᾶϲιν γέγονεν, ἐπειδὴ τὸ ᾱ ϲυνεϲταλμένον ἔχει οἷον «παλαιγενέων κλέα φωτῶν» (Apoll. Rh. l 1). τὸ δὲ χαλκᾶ καὶ χρυϲᾶ καὶ ὀϲτᾶ καὶ κανᾶ μηδεὶϲ οἰέϲθω ὡϲ ἀπὸ τοῦ χάλκεα καὶ χρύϲεα καὶ ὀϲτέα καὶ κάνεα γεγενῆϲθαι κατὰ κρᾶϲιν, ἐπειδὴ εἰϲ η ὤφειλε καταλήγειν, ὥϲπερ βέλεα βέλη, τείχεα τείχη. ἀλλ᾿  ἐϲτιν εἰπεῖν, ὅτι ἐν τῇ εὐθείᾳ τῶν ἑνικῶν ἐγένετο ἡ κρᾶϲιϲ οἷον χάλκεον χαλκοῦν, χρύϲεον χρυϲοῦν, κάνεον κανοῦν, ὀϲτέον ὀϲτοῦν καὶ λοιπὸν ἀπὸ τῆϲ κεκραμένηϲ ἑνικῆϲ εὐθείαϲ ἐγένετο ἡ κλίϲιϲ οἷον χαλκοῦν χαλκᾶ, χρυϲοῦν χρυϲᾶ, κανοῦν κανᾶ, ὀϲτοῦν ὀϲτᾶ.

    Περὶ τῶν εἰϲ ῑ ληγόντων οὐδετέρων.

    Choer. 373, 8: τὰ εἰϲ ῑ λήγοντα οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἷον μέλι μέλιτοϲ, τὸ δὲ πέπερι καὶ τὸ ϲίνηπι καὶ τὸ κίκι (εἶδοϲ δέ ἐϲτι [*](1. 10 διάλυϲιν ἢ addit M. l. 15 has duas causas aclisias literarum nominum ex pluribus, quas profert Choerob., ab Herodiano propositas arbitror cf. Theogn. 120, 18 τὸ Πάϲχα βάρβαρον, διὸ καὶ ἄκλιτον.)

    767
    παῤ Αἰγυπτίοιϲ ἐλαίου) καὶ τὸ κόμμι (κόμμι δέ ἐϲτι τὸ κομμίδιον) καὶ τὸ κιννάβαρι (ἔϲτί δὲ εἶδοϲ βάμματοϲ πυρροῦ, ἐξ οὗ γράφει ὁ βαϲιλεύϲ) καὶ τὸ ϲτάχι (ὅπερ ϲημαίνει εἶδοϲ πυρροῦ καὶ αὐτὸ) καὶ τὸ ϲτίμμι (ὅπερ αἱ γυναῖκεϲ κατὰ τοὺϲ ὀφθαλμοὺϲ χρίονται, ὅπερ ἐν τῇ ϲυνηθείᾳ λαχᾶϲ καλεῖται) οὐκ ἔϲτιν Ἑλληνικὰ ἀλλὰ βάρβαρα, κλίνεται δὲ διὰ καθαροῦ τοῦ οϲ οἶον πεπέριοϲ ϲινήπιοϲ κίκιοϲ κόμμιοϲ κινναβάριοϲ ϲτάχιοϲ ϲτίμμιοϲ, Ἰωνικῶϲ διὰ τοῦ ε καὶ ο, καὶ Ἀττικῶϲ δὲ διὰ τοῦ ε καὶ ω ὥϲπερ ὄφιϲ ὄφιοϲ καὶ ὄφεοϲ καὶ ὄφεωϲ. δεῖ δὲ γινώϲκειν ὅτι τοῦ κόμμι εὑρέθη παρὰ Κρωβύλῳ ἡ δοτικὴ κόμμιδι, ὡϲ παρὰ τῆϲ κόμμιδοϲ γενικῆϲ. ἔχει δὲ οὕτωϲ·
  • τὸν πλακοῦντα κόμμιδι,
  • οὐ μέλιτι, διεκόϲμει (Mein. fr. com. ed. min. p. 1171).
  • καὶ τοῦ πέπερι δὲ ἡ γενικὴ εὑρέθη διὰ τοῦ δοϲ πεπέριδοϲ παρὰ Θεοφράϲτῳ οἷον ὄξουϲ ἔκχυϲιϲ καὶ πεπέριδοϲ· τὸ δὲ κιννάβαρι καὶ ἀρϲενικῶϲ εὑρέθη ὁ κιννάβαριϲ· εὕρηται γὰρ παρὰ Ἀναξανδρίδῃ ἡ αἰτατικὴ «τὸν κιννάβαριν». εὑρέθη δὲ καὶ τὸ ϲτίμμι θηλυκῶϲ λεγόμενον οἷον ἡ ϲτίμμιϲ ϲτίμμεοϲ ἰωνικῶϲ καὶ ϲτίμμεωϲ ἀττικῶϲ, ἡ αἰτιατικὴ ϲτίμμιν οἷον Ἴων Ὀμφάλῃ
  • καὶ τὴν μέλαιναν ϲτίμμιν ὀμματογράφον.
  • καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διατί μὲν ταῦτα βάρβαρα ὄντα καὶ μὴ ὄντα Ἑλληνικὰ κλίνεται, τὰ δὲ ὀνόματα τῶν ϲτοιχείων εἰρήκαμεν μὴ κλίνεϲθαι ὡϲ βάρβαρα ἤγουν ὡϲ βαρβάρων εὑρήματα. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ διὰ τοῦτο μόνον εἰρήκαμεν τὰ ὀνόματα τῶν ϲτοιχείων μὴ κλίνεϲθαι, ἀλλὰ καὶ δι᾿  ἄλλαϲ αἰτίαϲ. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, ὅτι διατί, ὥϲπερ τὸ Ξέρξηϲ βάρβαρον ὄνομα ὅμοιον γενόμενον τῷ Χρύϲῃ καὶ Πέρϲῃ ὁμοίωϲ αὐτοῖϲ ἐκλίθη, Ξέρξου γὰρ ὡϲ Χρύϲου καὶ Πέρϲου, μὴ τὸν αὐτὸν τρόπον καὶ ταῦτα, φημὶ δὴ τὸ πέπερι καὶ τὰ ὅμοια βάρβαρα ὄντα ὅμοια τῷ μέλιτι οὐκ ἐκλίθη διὰ τοῦ τοϲ ὁμοίωϲ αὐτῷ; ἔϲτιν οὖν εἰπεῖν, ὅτι τῶν βαρβάρων καὶ ἐχόντων χαρακτῆρα Ἑλληνικὸν τὰ μὲν ἀναλόγωϲ κλίνεται, τὰ δὲ οὔ. ἰδοὺ γὰρ ἔϲτι Μέμφιϲ καὶ Ταμίαθιϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων Αἰγύπτου)· καὶ τὸ μὲν Μέμφιϲ ἀναλόγωϲ κλίνεται, Μέμφιδοϲ γὰρ ὥϲπερ Θέτιδοϲ τὸ δὲ Ταμίαθιϲ οὔ, Ταμιάθεωϲ γάρ. — ἰϲτέον δὲ ὅτι μονῆρέϲ ἐϲτι τὸ μέλι διὰ τοῦ τοϲ κλινόμενον, οὐκ ἔϲτι γὰρ εἰϲ ῑ λῆγον οὐδέτερον διὰ τοῦ τοϲ κλινόμενον, εἰ μὴ τοῦτο μόνον καὶ τὰ παῤ αὐτὸ δηλονότι ϲύνθετα οἷον ἀπόμελι ἀπομέλιτοϲ, ὀξύμελι ὀξυμέλιτοϲ, εὐκρατόμελι εὐκρατομέλιτοϲ, οἰνόμελι οἰνομέλιτοϲ· τὸ λιπόπατρι τοῦ λιποπάτριδοϲ καὶ τὸ φυγόπολι τοῦ φυγοπόλιοϲ καὶ τὸ τί τινόϲ τῶν ἀρϲενικῶν τὴν κλίϲιν ἐφύλαξε, φημὶ δὲ τοῦ ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ καὶ τοῦ ὁ φυγόπολιϲ τοῦ φυγοπόλιοϲ καὶ τοῦ ὁ τίϲ τοῦ τινόϲ.

    [*](1. 14 παρὰ Θ. — πεπέριδοϲ addit M. l. 18 ϲτίμμεοϲ — οἶον addit M. 1. 20 cf. An Ox. II 413, 1.)
    768

    Choer. 375, 3: δεῖ γινώϲκειν ὅτι ἐϲτί τινα εἰϲ ῑ λήγοντα οὐδέτερα μονογενῆ πεπονθότα, ἅπερ ἄκλιτά ἐϲτιν οἶον τὸ ἄλφι, ὅπερ ἀπὸ τοῦ ἄλφιτον γέγονε κατὰ ἀποκοπήν, καὶ τὸ ἔρι, ὅπερ ἀπὸ τοῦ ἔριον γέγονε ὁμοίωϲ κατὰ ἀποκοπήν, καὶ τὸ κρῖ

  • κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύραϲ (Ε 196),
  • ὅπερ ἀπὸ τοῦ κρῖμνον γέγονεν ὁμοίωϲ κατὰ ἀποκοπὴν καὶ τὸ τρόφι, ὃ ϲημαίνει τὸ εὐτραφὲϲ
  • πολλῶν δὲ τρόφι κῦμα κυλίνδεται (Λ 307),
  • ἀπὸ τοῦ τρόφιμον γέγονε κατὰ ἀποκοπήν.

    Περὶ τῶν εἰϲ ῡ οὐδετέρων.

    Choer. 375, 27: τὰ εἰϲ ῡ λήγοντα οὐδέτερα, δηλονότι μονογενῆ, εἰ μὲν μακρᾷ παραλήγεται, διὰ τοῦ εοϲ κλίνεται οἷον ἄϲτυ ἄϲτεοϲ, πῶϋ πώεοϲ (ϲημαίνει δὲ τὸ ποίμνιον)· ϲεϲημείωται τὸ νᾶπυ νάπυοϲ, ὅτι μακρᾷ παραληγόμενον οἷον ὡϲ παρὰ Ἀριϲτοφάνει (Eq. 631)

  • κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ’ ἀπέϲπαϲεν
  • οὐκ ἐκλίθη διὰ τοῦ εοϲ, ἀλλὰ διὰ τοῦ υ (ϲημαίνει δὲ τὸ ϲίνηπι) εἰ δὲ βραχείᾳ παραλήγεται, διὰ τοῦ ῡ κλίνεται, τουτέϲτι προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ῡ οἶον γόνυ γόνυοϲ. τὸ δὲ γουνόϲ καὶ δουρόϲ δύναται καὶ μόνον καθ᾿  ὑπέρθεϲιν τοῦ ῡ γενέϲθαι ἀπὸ τοῦ γόνυοϲ καὶ δόρυοϲ, ἀλλὰ καὶ ἀπὸ τοῦ γοῦναϲ γούνατοϲ καὶ δοῦραϲ δούρατοϲ κατὰ ϲυγκοπὴν γουνόϲ καὶ δουρόϲ. καὶ ἰϲτέον ὅτι κρεῖττόν ἐϲτι κατὰ ϲυγκοπὴν αὐτὰ λέγειν ἤπερ καθ’ ὑπέρθεϲιν τοῦ ῡ. ἐὰν γὰρ δῶμεν αὐτὰ καθ᾿  ὑπέρθεϲιν τοῦ ῡ γεγενῆϲθαι, δηλονότι καὶ ϲυναίρεϲιϲ τοῦ ο καὶ ῡ παρακολουθεῖ εἰϲ τὴν δῦ δίφθογγον, καὶ δηλονότι βαρύνεϲθαι ὤφειλεν, ὥϲπερ τὸ λάαοϲ λᾶοϲ καὶ κέαροϲ κῆροϲ καὶ ἔαροϲ ἦροϲ· εἰ δὲ κατὰ ϲυγκοπὴν αὐτὰ δῶμεν γενέϲθαι, ὀξύνεται ὁμοίωϲ τῷ πατέροϲ πατρόϲ, μητέροϲ μητρόϲ, ἀνέροϲ ἀνδρόϲ.

    Εἴρηται καὶ δορόϲ καὶ δουρόϲ καὶ δούρατοϲ καὶ δόρατοϲ καὶ δόρεοϲ καὶ πέντε ἔχει δοτικὰϲ τὸ δόρυ δούρατι, δουρί, δόρει, δόρατι, δορί. ἡ δούρατι καὶ δόρατι πρόδηλοϲ καὶ ἡ δουρί καὶ δορί πεπονθυῖα. ἡ δόρει παρ’ Αἰϲχύλῳ ἐν Ἀγάμέμνονι (fort. Μέμνονι) «ϲὺν δόρει ϲτρατόν». ἔϲτιν ἡ εὐθεῖα δόρυ «δόρυ δ᾿  ἐν κραδίῃ ἐπεπήγει» (Ν 442) καὶ ὡϲ πῶϋ πώεοϲ γενική, δοτικὴ πώει, δόρυ δόρεοϲ δόρεϊ ϲυναλοιφῇ δόρει. ἡ δὲ δουρί οἷον παρ’ Ἀλκμᾶνι «δουρὶ ξυϲτῷ μέμηνεν Αἶαϲ» παρὰ τὴν δοῦραϲ εὐθεῖαν, ἐπεὶ ἀνάλογόϲ ἐϲτιν ὁμοίων παράθεϲιϲ. ἔχει δὲ αὕτη ἡ εὐθεῖα ὁμοίων παράθεϲιν κέραϲ καὶ τέραϲ. οὗ πληθυντικὸν ἀνάλογον [*](1. 27 cf. E. M. 497, 31, Mon. 34, 20. l. 28 quae de genetivo proposui, sunt ex Mon. 35, 4, ubi additur: ὡϲ ἐν ἑτέροιϲ ἐδήλωϲα, quibus verbis hic περὶ κλίϲεωϲ liber significari videtur De dativo ex Ep. Cr. I 122 locum adieci, ut emendatus est a Lehrsio ad Herod. p. 118 Alcmanis loco ex Choer. 377, 3 apposito et Aristophanis Achaeique testimoniis ex eodem p. 376, 19 adiectis (de Sophoclis vel potius Achaei fragmento cf. Nauck fragm. tragicorum p. 176 et 584)

    769
    δούρατα «δούρατα δ᾿  αἴ κ᾿  ἐθέλῃϲθα καὶ ἓν καὶ εἴκοϲι δήειϲ» (Ν 260), ἡ γενικὴ δούρατοϲ καὶ ἐν ϲυγκοπῇ δουρόϲ ὑφέϲει τοῦ ῡ δορόϲ
  • ἐναντίον δορὸϲ
  • ὀρνύμενοϲ Ἀχιλλέωϲ
  • καὶ ἡ δοτικὴ «ϲὺν δορὶ ϲὺν ἀϲπίδι», ὅπερ Ἀριϲτοφάνηϲ παρενυφαίνει ἐν Εἰρήνῃ (355) ἐν Μώμῳ Ϲοφοκλέουϲ (scr. Ἀχαιοῦ) προκείμενον. αἱ δὲ παρὰ Τρύφωνι εὐθεῖαι δόρ καὶ δούρ, ἀφ᾿  οὖ δορόϲ καὶ δουρόϲ, κακίζονται.

    Choer. 377, 11: τὰ γόνυα καὶ δόρυα γίνεται καθ᾿  ὑπερβιβαϲμὸν τοῦ ῡ γοῦνα καὶ δοῦρα. δύναται δὲ καὶ ἀπὸ τοῦ γούνατοϲ καὶ δούρατοϲ γενέϲθαι κατὰ ἀποκοπὴν τῆϲ τοϲ ϲυλλαβῆϲ γοῦνα καὶ δοῦρα.

    Περὶ τῶν εἰϲ ον οὐδετέρων.

    Choer. 377, 24: τὰ εἰϲ ον οὐδέτερα εἰϲ οῡ ἔχει τὴν γενικὴν οἷον μέτρον μέτρου, ξύλον ξύλου, δένδρον δένδρου, πλέθρον πλέθρου. τὸ γὰρ βέλτιον βελτίονοϲ καὶ κρεῖττον κρείττονοϲ ἀπὸ τοῦ ὁ βελτίων τοῦ βελτίονοϲ καὶ ὁ κρείττων τοῦ κρείττονοϲ ἀρϲενικοῦ γέγονε καὶ δηλονότι τὴν τῶν ἀρϲενικῶν κλίϲιν ἐφύλαξεν.

    Περὶ τῶν εἰϲ αρ οὐδετέρων.

    Choer. 380, 21: τῶν εἰϲ αρ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ τοϲ κλίνεται οἷον τὸ δέλεαρ τοῦ δελέατοϲ, τὸ ὄνειαρ τοῦ ὀνείατοϲ (ϲημαίνει δὲ τὸ ὄνειαρ τὸ ὀφελοῦν καὶ τὸ βρῶμα), ἄλειφαρ ἀλείφατοϲ (ϲημαίνει δὲ τὸ ἄλειμμα

  • ἀλείφατοϲ ἐννεώροιο Ϲ 351),
  • κάρηαρ καρήατοϲ καὶ κατὰ ϲυγκοπὴν κάρητοϲ, ὡϲ παρὰ τῷ ποιητῇ
  • κὰδ δὲ κάρητοϲ
  • οὔλαϲ ἧκε κόμαϲ (ψ 157).
  • [*](qui etiam pro παρεμφαίνει emendavit παρενυφαίνει). Choeroboscus δόρει repetit a nominativo δόροϲ, quae altera forma sit nominativi δόροϲ pariter atque δέροϲ γῆροϲ alterae species nominativorum δέραϲ et γῆραϲ fortasse magis ex Herodiani sententia, si quidem is canon, quem Choer. proponit, Herodiani est, secundum quem μακροπαράληκτα εἰϲ ῡ per εοϲ, βραχυκατάληκτα per υοϲ flectuntur. Dativi γόνυϊ et δόρυϊ, quos affert Choeroboscus, ab ipso ex analogia ficti videntur. — Περὶ τοῦ δάκρυ πῶϲ κλίνεται, inquit Choerob. 376, 24, ἐν τῷ ὀνόματι τοῦ Ἡρωδιανοῦ μαθηϲόμεθα. Eius doctrina continetur in Ep. Cr. I 120, 31: ἔϲτιν ἡ εὐθεῖα. δάκρυον καὶ δάκρυ. οὐ γὰρ ἐκ τοῦ δάκρυον κατὰ ἀποβολήν, ἀλλὰ κατὰ ϲχηματιϲμὸν χρῆται ὁ ποιητήϲ «βαλέειν τ᾿  ἀπὸ δάκρυ παρειῶν2 (δ 198) (cf. περί παθῶν in E. M. 246, 8 et Zonar. 470 δάκρυ οὐ γέγονεν ἀπὸ τοῦ δάκρυον κατ᾿  ἀποκοπήν, ἀλλὰ κατὰ ϲχηματιϲμόν, ἔϲτι γὰρ ἀπὸ ϲυνθέτου λέξιϲ ἁπλῆ. ἔϲτι γὰρ ἀρίδακρυϲ ἀρίδακρυ καὶ δάκρυ). τοῦ δάκρυ ἡ γενικὴ δάκρεοϲ δάκρεϊ, τὸ πληθυντικὸν δάκρεα, τοῦτο κατὰ ϲυναλοιφὴν γέγονε δάκρη «ξανθὰ δάκρη». ἀπὸ δὲ τοῦ δάκρυον δάκρυα. τὸ δὲ δάκρυϲιν οὐκ ἀπὸ τοῦ δάκρυ, δάκρεϲι γὰρ ἂν ἦν, ἀλλὰ ἀπὸ τοῦ δακρύοιϲ κατὰ μεταπλαϲμὸν ὡϲ προβάτοιϲ πρόβαϲιν, ἐγκάτοιϲ ἔγκαϲι, πετάλοιϲ πέταλϲιν «ἐν ἠρινοῖϲ πέταλϲι». Etiam haec extrema de δάκρυϲι ex δακρύοιϲ per metaplasmum nato Herodiani est, ut ex exemplis appositis elucet et recte se habet, si δάκρεοϲ genetivus est ut πώεοϲ ἄϲτεοϲ. Quare Lobeckio El. II 293 Epimeristam perperam interpretatum esse contendenti non adstipulor.)
    770
    τῶν δὲ διϲυλλάβων τὰ μὲν φύϲει μακρᾷ παραληγόμενα διὰ τοῦ τοϲ κλίνεται οἶον ἦμαρ ἤματοϲ, εἶδαρ εἴδατοϲ (ϲημαίνει δὲ τὸ βρῶμα), ἧπαρ ἥπατοϲ, οὖθαρ οὔθατοϲ (ϲημαίνει δὲ τὸν μαζόν)· τὰ δὲ βραχείᾳ ἢ θέϲει μακρᾷ παραληγόμενα διὰ τοῦ ροϲ κλίνεται οἷον θέναρ θέναροϲ (ϲημαίνει δὲ τὸ κοῖλον τῆϲ χειρόϲ, παρὰ τὸ θένειν ἤγουν τύπτειν), ὕπαρ ὕπαροϲ (ϲημαίνει δὲ τὸ ἀληθινὸν ἐνύπνιον, ἤγουν τὴν λεγομένην ὀπταϲίαν), ἔαρ ἔαροϲ, κέαρ κέαροϲ (ϲημαίνει δὲ τὴν ψυχήν), καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ᾱ εἰϲ η ἦροϲ καὶ κῆροϲ, νέκταρ νέκταροϲ (τὸ τῶν θεῶν πόμα), ἄλκαρ ἄλκαροϲ (ϲημαίνει δὲ τὴν βοήθειαν). ϲεϲημείωται τὸ φρέαρ τοῦ φρέατοϲ καὶ ϲτέαρ ϲτέατοϲ, ὅτι βραχείᾳ παραληγόμενα διὰ τοῦ τοϲ ἐκλίθη (ϲτέαρ δέ ἐϲτι τὸ λίποϲ), περὶ ὧν ἔϲτιν εἰπεῖν, μήποτε φρεῖαρ καὶ ϲτεῖαρ ἦν καὶ ὡϲ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν διὰ τοῦ τοc ἐκλίθη οἶον ϲτείατοϲ καὶ φρείατοϲ, ἐξ οὖ τὸ «φρείατα μακρὰ νάουϲι» (Φ 197), καὶ λοιπὸν ἀποβληθέντοϲ τοῦ ῑ, ἔμεινεν ἡ αὐτὴ κλίϲιϲ.