Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἔτι δὲ ἄξιόν ἐϲτι ζητῆϲαι, τί δήποτε ἡ εἰϲ ουϲ ϲυνῃρημένη γενική, ἡνίκα μὲν ἀπὸ τῶν εἰϲ ηϲ εὑρεθῇ, διὰ τοῦ εοϲ ἔχει τὴν γενικὴν ἐν τῇ ἐντελείᾳ οἶον εὐγενήϲ εὐγενέοϲ εὐγενοῦϲ, Δημοϲθένηϲ Δημοϲθένεοϲ Δημοϲθένουϲ· ἡνίκα δὲ ἀπὸ τῶν εἰϲ ω εὑρεθῇ, διὰ τοῦ οοϲ ἔχει τὴν γενικὴν ἐν τῇ ἐντελείᾳ οἷον Λητώ Λητόοϲ Λητοῦϲ, Καλυψώ Καλυψόοϲ Καλυψοῦϲ. ἔϲτι δὲ εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὸ η ϲυϲτελλόμενον εἰϲ τὸ ε ϲυϲτέλλεται οἷον ξηρόν ξερόν «ποτὶ ξερὸν ἠπείροιο» (ε 402), φρήν φρενόϲ, τέρην τέρενοϲ, λιμήν λιμένοϲ, ἄρϲην ἄρϲενοϲ ἐπειδὴ οὖν τὸ η ϲυϲτελλόμενον εἰϲ τὸ ε ϲυϲτέλλεται, εἰκότωϲ οὖν ἡ εἰϲ ουϲ ϲυνῃρημένη γενική, ἡνίκα εὑρεθῇ ἀπὸ τῶν εἰϲ ηϲ, διὰ τοῦ εοϲ ἔχει τὴν ἐντέλειαν. διατί δὲ ὅτε ἐϲτὶν ἀπὸ τῶν εἰϲ ω διὰ τοῦ οοϲ ἔχει τὴν ἐντέλειαν λέγομεν ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ω ϲυϲτελλόμενον εἰϲ τὸ ο ϲυϲτέλλεται οἷον Ἕκτωρ Ἕκτοροϲ, Μέντωρ Μέντοροϲ, γείτων γείτονοϲ, ϲώφρων ϲώφρονοϲ. ἐπειδὴ οὖν τὸ ω ϲυϲτελλόμενοϲ εἰϲ τὸ ο ϲυϲτέλλεται, εἰκότωϲ καὶ ἡ εἰϲ ουϲ γενικὴ εὑρεθεῖϲα παρὰ τῶν εἰϲ ω διὰ τοῦ οοϲ ἔχει τὴν ἐντέλειαν.

Choer. 332, 13: ἰϲτέον ὅτι τῇ μὲν διὰ τοῦ οοc γενικῇ κέχρηνται οἱ Ἴωνεϲ οἷον τῆϲ Ϲαπφόοϲ τῆϲ Λητόοϲ, τῇ δὲ εἰϲ ουϲ οἱ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτοϲ οἷον Ϲαπφοῦϲ Λητοῦϲ.

Ἀπὸ τῆϲ Ϲαπφόϊ δοτικῆϲ γέγονεν ἡ Ϲαπφόα αἰτιατικὴ τροπῇ τοῦ ῑ εἰϲ ᾱ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ Ϲαπφώ. ἔϲτι καὶ τὴν Ϲαπφών καὶ τὴν Λητών ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν τοῦ ω εἰϲ τὴν οῑ δίφθογγον γίνεται τὴν Ϲαπφοῖν καὶ τὴν Λητοῖν. ἰϲτέον δὲ ὅτι οἱ Αἰολεῖϲ καὶ διὰ τοῦ ων λέγουϲι τὴν αἰτιατικὴν τῶν εἰϲ ω θηλυκῶν καὶ βαρύνουϲιν οἷον τὴν Λήτων, τὴν Ϲάπφων.

[*](1. 22 Choerob. in Hort. Adon. f. 268b, ut comperio ex Ahrens. de dial. Do ric. p. 238, testatur nonnullos Doriensium Ϲαπφόοϲ proferre et cum hac forma comparat Ἀόοϲ Pind. Nem. VI 54 (cf. Lob. El. II 64). Alterius genetivi in ωϲ, quem Romanus ap. Choerob. 331, 24 pro nativo habet, unde correpto ω et ῡ adiecto communis in ουϲ oriatur, mentionem facit Choer. in Hort. Adon. 268b: οἱ Αἰολεῖϲ καὶ Λάκωνεϲ προϲθέϲει τοῦ ϲ ποιοῦϲι τὴν γενικὴν οἶον ἡ Ϲαπφώ τῆϲ Ϲαπφῶϲ, ἡ Λητώ τῆϲ Λητῶϲ καὶ δηλοῦϲιν αἱ χρήϲειϲ οὕτωϲ ἔχουϲαι. ἐκ Ϲάπφωϲ τόδ᾿  ἀμελγόμενοϲ μέλι τοι φέρω (Sapph. fr. 21 Ahrens), μάλα δὴ κεκορημένοϲ Γόργωϲ (Sapph. fr. 73) εὐμορφοτέρα Μναϲιδίκα τᾶϲ ἀπάλαϲ Γυρίννωϲ (fr. 66). Hunc locum debeo Ahrensio de dial. Aeol. p. 118 not. 10; petitus autem videtur ex Herodiano, qui quum ap. Ϲhoerob. paullo infra accusativum Ϲαπφών pro originali habeat, unde Ϲαπφοῖν natus sit, in libro περὶ κλίϲεωϲ de isosyllaba declinatione accuratius exposuisse putandus est. — De dativo cf. fr, 34.)[*](l. 23 Choer. 333, 10 cf. fr. 35. Aeolici accusativi mentionem facit Choerob. etiam in Hort. Adon 268 b, quem locum ex Ahrensii dial. Aeol. p. 113 not. cognovi: τὴν αἰτιατικὴν οἱ Αἰολεῖϲ καὶ μόνῃ προϲθέϲει τοῦ ν ἐποίουν τὴν Λήτων ὡϲ καὶ ἡ χρῆϲιϲ δηλοῖ, «Ἥρων ἐξεδίδαξε γυάριον τὴν † ἀνυοδρόμον» (Sapph. fr. 75 Ahrens; Bergk. fr. 71 sic habet Ἥ. ἐξεδίδαξ᾿  ἐκ Γυάρων τὰν τανυϲίδρομον). Ahrensius ibi etiam locum nostrum emendavit.)
756

Choer. 335, 10: ἡ κλητικὴ τῶν εἰϲ ω θηλυκῶν εἰϲ τὴν οῑ δίφθογγον λήγει, τῆϲ χρήϲεωϲ οὕτωϲ ἐχούϲηϲ, ἡ Ϲαπφώ ὦ Ϲαπφοῖ, ἡ Λητώ ὦ Λητοῖ

  • Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχέϲομαι (Φ 498).
  • καὶ ἔϲτιν εἰπεῖν, ὅτι εὑρίϲκεται ἐπὶ τούτων ἡ κλητικὴ καὶ ὁμοφώνωϲ τῇ εὐθείᾳ, ὡϲ παρὰ τῷ Ἀπολλωνίῳ (III 1)
  • εἰ δ᾿ ἄγε νῦν, Ἐρατώ, πάρα θ᾿  ἵϲταϲο καί μοι ἔνιϲπε.
  • ὁ μέντοι ποιητὴϲ καὶ οἱ ἄλλοι εἰϲ τὴν οῑ δίφθογγον ποιοῦϲι τὴν κλητικὴν οἷον
  • Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχέϲομαι,
  • καὶ Μένανδροϲ «φίλη Πειθοῖ».

    Choer. 336, 31: ἄξιόν ἐϲτι ζητῆϲαι. εἰ ἄρα πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ῑ ἐκφωνούμενον λήγουϲα τροπῇ τοῦ ῑ εἰϲ ε ποιεῖ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον Αἴαντι Αἴαντε, Θόαντι Θόαντε, λέβητι λέβητε, διατί ἐπὶ τῶν εἰϲ ω θηλυκῶν οὐ γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν, τροπῇ τοῦ ῑ εἰϲ ε οἷον Λητόϊ Λητόε, Ϲαπφόϊ Ϲαπφόε, ἀλλὰ τὰ Λητώ καὶ τὰ Ϲαπφώ ὁμοφώνωϲ τῇ αἰτιατικῇ τῶν ἑνικῶν καὶ γὰρ ἡ αἰτιατικὴ τῶν ἑνικῶν τὴν Λητώ ἐϲτι καὶ τὴν Ϲαπφώ. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· κανῶν γάρ ἐϲτιν ὁ λέγων, ὅτι ὅταν ἡ γενικὴ τῶν ἑνικῶν ϲυναιρῆται, τότε καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν ὁμοίωϲ ϲυναιρεῖται, οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ Δημοϲθένεε Δημοϲθένη, τείχεοϲ τείχουϲ τείχεε τείχη, εὐγενέοϲ εὐγενοῦϲ εὐγενέε εὐγενῆ, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ. οὐδὲ γὰρ ἡνίκα μὴ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, κωλύεται πάντωϲ ϲυναιρεθῆναι ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ᾿  ἔϲτιν ὅτε ϲυναιρεῖται, οἷον βαϲιλεὺϲ βαϲιλέωϲ βαϲιλέε βαϲιλῆ, πόλιϲ πόλεωϲ πόλεε πόλη, ὡϲ παῤ Αἰϲχίνῃ τῷ Ϲωκρατικῷ, «τούτω τὼ πόλη»· λέγει δὲ περὶ Ἀθηναίων καὶ Λακεδαιμονίων. εἰ ἄρα οὖν ἐν τοῖϲ εἰϲ ω θηλυκοῖϲ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, Λητόοϲ Λητοῦϲ, Ϲαπφόοϲ Ϲαπφοῦϲ καὶ Ἐρατόοϲ Ἐρατοῦϲ, δηλονότι καὶ ἡ εὐθεῖα τῶν δυϊκ ν ἀναγκάζεται ϲυναίρεϲιν ἐπιδέξαϲθαι. ἐὰν οὖν γένηται ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν τροπῇ τοῦ ῑ εἰϲ ε οἷον Λητόϊ Λητόε καὶ Ϲαπφόι Ϲαπφόε, μέλλει ἐν τῇ ϲυναιρέϲει εἰϲ τὴν ου δίφθογγον καταλήγειν· τὸ γὰρ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον κιρνᾶται οἷον τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, προέβη προὔβη. εἰϲ τὴν ου δίφθογγον δὲ καταλήγειν αὐτὴν ἀδύνατόν ἐϲτιν, οὐδέποτε γὰρ εὐθεῖα τῶν δυικῶν εἰϲ τὴν ου δίφθογγον καταλήγει, τὸ γὰρ υ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυϊκῶν· τούτου οὖν χάριν οὐκ ἐγένετο ἐκ τῆϲ δοτικῆϲ τῶν ἐνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ᾿ ὡμοφώνηϲεν τῇ αἰτιατικῇ τῶν ἑνικῶν τῇ ἐχούϲῃ κατάληξιν ἁρμόζουϲαν τῇ εὐθείᾳ τῶν δυϊκῶν, λήγει γὰρ εἰϲ ω ἡ αἰτιατική τῶν ἑνικῶν, ὅπερ ἐϲτὶ τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν οἷον τὼ φίλω, τὼ ἀνθρώπω.

    [*](I. 7 in Callimachi versu M habet παῤ ἔμ᾿ ἵϲταϲο. l. 11 idem M addit Μένανδροϲ.)
    757

    Choer. 338, 18: πᾶϲα εὐθεῖα δυϊκῶν εἰϲ ω λήγουϲα εἰϲ τὴν οῑ δίφθογγον ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, χωρὶϲ τῶν οὐδετέρων οἷον τὼ καλώ οἱ καλοί, τὼ ἀνθρώπω οἱ ἄνθρωποι, οὕτωϲ οὖν καὶ τὰ Ϲαπφώ αἱ Ϲαπφοί.

    Περὶ τῶν εἰϲ ν ληγόντων.

    Choer. 339, 10: εἰϲ ᾱν θηλυκὸν οὐκ ἔχομεν. εἰϲ εν οὐκ ἔϲτιν οὕτε ἀρϲενικὸν οὔτε θηλυκόν τὸ ἄρϲεν καὶ τέρεν οὐδέτερά ἐϲτιν. ἐπὶ τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ μόνον τὸ φρήν μόνου θηλυκοῦ γένουϲ ἐϲτὶ καὶ τούτου χάριν τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ καὶ γίνεται φρενόϲ. ἐϲτι δὲ καὶ ἄλλο τὸ γλήν, ὅπερ κατὰ ἀποκοπὴν ἐγένετο ἀπὸ τοῦ γλήνη, οὗπερ ἡ κλίϲιϲ οὐχ εὑρίϲκεται· γλήνη δὲ ἡ κόρη, οἷον ὡϲ παρὰ τῷ ποιητῇ «ἔρρε κακὴ γλήνη (Θ 164). διϲύλλαβα δὲ ἔχομεν ταῦτα· ἡ Τροιζήν (ἔϲτι δὲ ὄνομα πόλεωϲ) καὶ ἡ Ϲειρήν, ἅπερ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ η οἷον Τροιζῆνοϲ, Ϲειρῆνοϲ.

    Περὶ τῆϲ κλίϲεωϲ τῶν εἰϲ ῑν καὶ ὅτι δικατάληκτά ἐϲτιν εἴτε ἀρϲενικὰ εἴτε θηλυκά ἐϲτι καὶ ὅτι ἀναλογώτερά ἐϲτι τὰ εἰϲ ῑν παρὰ τοῖϲ νεωτέροιϲ εὑριϲκόμενα τῶν εἰϲ ιϲ, οἷϲ τιϲι κέχρηνται οἱ ἀρχαῖοι, προειρήκαμεν ἐν τοῖϲ ἀρϲενικοῖϲ.

    Είϲ ον διὰ τοῦ ο οὐχ εὑρίϲκεται θηλυκά, ἐὰν δὲ ἄρα καὶ εὕρωμεν, ἀπὸ οὐδετέρου γένουϲ ἐϲτὶ μετενεχθέντα, ἅτινα καὶ τόνον καὶ κλίϲιν τοῦ οὐδετέρου φυλάττει, μόνον δὲ τὸ ἄρθρον ἐναλλάττει οἶον ἡ Ἀβρότονον, ἡ Λεόντιον, ἡ Χρυϲίον, ἡ Φάνιον· ἀπὸ γὰρ τοῦ τὸ ἁβρότονον καὶ τὸ λεόντιον καὶ τὸ φάνιον καὶ τὸ χρυϲίον (ἔϲτι δὲ τὸ μὲν τὸ ἁβρότονον ὄνομα βοτάνηϲ, τὸ δὲ ἡ Ἀβρότονον ὄνομα ἑταίραϲ). ταῦτα δὲ οὐκ ἔχει πληθυντικὰ διὰ τὸ ἀχαρακτήριϲτον· οὐδὲ γὰρ ἠδύνατο τὴν κλίϲιν τοῦ οὐδετέρου ἐπιδέξαϲθαι ἐν τοῖϲ πληθυντικοῖϲ, ἐπειδ οὐδέποτε οὕτε ἀρϲενικὰ οὔτε θηλυκὰ εἰϲ ᾱ καταλήγει ἐν τοῖϲ πληθυντικοῖϲ· αὕτη γὰρ ἡ κατάληξιϲ μόνου οὐδετέρου γένουϲ ἐϲτὶν οἷον βήματα, κρέατα.

    Τὰ εἰϲ υν θηλυκὰ ϲπάνιά ἐϲτι, προϲθέϲει δὲ τοῦ οϲ ποιεῖ τὴν γενικὴν ὁμοίωϲ τοῖϲ εἰϲ υν ἀρϲενικοῖϲ οἷον Γόρτυν Γόρτυνοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Κρήτηϲ).

    Τὰ εἰϲ ων λήγοντα θηλυκὰ ἢ ὀξύνεται ἡ βαρύνεται οἷον τρυγών, τρήρων, ἀποϲτρέφεται δὲ περιϲπωμένην τάϲιν χωρὶϲ ἑνὸϲ ὀνόματοϲ εὑριϲκομένου καὶ ἐν τῇ ϲυνηθείᾳ λεγομένου καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ, τὸ ὄνομα τῆϲ πόλεωϲ τῆϲ ἐν Περϲίδι οἷον ἡ Κτηϲιφῶν, τοῦτο δὲ περιϲπᾶται καὶ διὰ τοῦ ντ κλίνεται μετὰ τοῦ φυλάττειν τὸ ω ἐν τῇ γενικῇ οἷον Κτηϲιφῶντοϲ. τοῦτο δὲ καὶ τὴν κλίϲιν καὶ τὸν τόνον τοῦ ἀρϲενικοῦ ἐφύλαξεν. ἔϲτι δὲ ὁ Κτηϲιφῶν τοῦ Κτηϲιφῶντοϲ ὄνομα κύριο ἀρϲενικῶϲ λεγόμενον, ᾧτινι ὁμωνυμεῖ ἡ πόλιϲ.

    [*](1. 39 de reliquis in ων femininis cf. supra, ubi de nominibus in ων agitur.)
    758

    Περὶ τῶν εἰϲ ξ θηλυκῶν.

    Choer. 342, 21: καθόλου τὰ εἰϲ ξ λήγοντα θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ ὑπεϲταλμένων τῶν εἰϲ υξ διὰ τοῦ κ κλίνεται οἷον κλῖμαξ κλίμακοϲ, θρῖδαξ θρίδακοϲ, αὖλαξ αὔλακοϲ, ϲχίδαξ ϲχίδακοϲ (τὸ ἐϲχιϲμένον ξύλον), χάλιξ χάλικοϲ, πῖδαξ πίδακοϲ (ἡ πηγή), πήληξ πήληκοϲ (ϲημαίνει δὲ τὴν περικεφαλαίαν), ἀλώπηξ ἀλώπεκοϲ τοῦτο δὲ παράλογόν ἐϲτιν, ὅτι ἔτρεψε τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ. τὰ γὰρ εἰϲ διπλοῦν λήγοντα οὐδέποτε τρέπει τὸ φωνῆεν τῆϲ εὐθείαϲ ἐν τῇ κλίϲει οἷον νάρθηξ νάρθηκοϲ, ϲκώληξ ϲκώληκοϲ, Κύκλωψ Κύκλωποϲ, μώλωψ μώλωποϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ ἀλώπηξ ἀλώπεκοϲ τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ εἰϲ ηξ θηλυκὰ οὐ φαίνεται παραληγόμενα τῷ ω οἷον πήληξ (ἡ περικεφαλαία), ἀντίπηξ (ἡ κιβωτόϲ), ὕϲπληξ (ἡ ἀφετηρία τοῦ δρόμου)· τὸ γὰρ ϲκώληξ παραληγόμενον τῷ ω οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι θηλυκὸν ἀλλ᾿  ἀρϲενικόν. ἐπειδὴ οὖν τὸ ἀλώπηξ θηλυκὸν παραλήγεται τῷ ω, εἰκότωϲ παραλλάξαν ἐν τῇ εὐθείᾳ κατὰ τὴν παραλήγουϲαν, παρήλλαξε καὶ ἐν τῇ γενικῇ κατὰ τὴν παραλήγουϲαν καὶ ἔτρεψε τὸ η εἰϲ τὸ ε. πρόϲκειται ἐν τῷ κανόνι «ἁπλᾶ» διὰ τὰ ϲύνθετα οἷον διὰ τὸ ἡ καλλίθριξ τῆϲ καλλίτριχοϲ, ἡ ὁμόϲτιξ τῆϲ ὁμόϲτιχοϲ (ἡ ἅμα τινὶ πορευομένη)· ταῦτα δὲ κοινά ἐϲτι τῷ γένει οἷον ὁ καλλίθριξ καὶ ἡ καλλίθριξ, ὁ ὁμόϲτιξ καὶ ἡ ὁμόϲτιξ, ἡ ἀντίπηξ τῆϲ ἀντίπηγοϲ παρὰ τὴν ἀντί πρόθεϲιν καὶ τὸ πήϲϲω, ἡ ὕϲπληξ τῆϲ ὕϲπληγοϲ ἀπὸ τοῦ πλήττειν, ἡ λάταξ λάταγοϲ παρὰ τὸ λᾱ ἐπιτατικὸν μόριον καὶ τὸ ϲτάζω κατ᾿  ἀποβολὴν τοῦ ϲ. πρόϲκειται ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ θρίξ τριχόϲ, ϲτίξ ϲτιχόϲ (ϲημαίνει δὲ τὴν τάξιν). πρόϲκειται «χωρὶϲ τῶν εἰϲ υξ», διὰ τὸ ἄντυξ ἄντυγοϲ (ϲημαίνει δὲ τὴν περιφέρειαν). τὸ δὲ μάϲτιξ μάϲτιγοϲ ἔχει ἀντιπαρακείμενον ῥῆμα εἰϲ ζω φημὶ δὲ τὸ μαϲτίζω.

    Choer. 344, 13: τὰ εἰϲ ξ λήγοντα εἰ μὲν ἔχει πρὸ τοῦ ξ τὸ γ, διὰ τοῦ γ κλίνεται οἷον Ϲφίγξ Ϲφιγγόϲ, ϲάλπιγξ ϲάλπιγγοϲ· εἰ δὲ ἕτερον ϲύμφωνον ἔχει πρὸ τοῦ ξ, διὰ τοῦ κ κλίνεται οἷον ζόρξ ζορκόϲ (ἔϲτι δὲ εἶδοϲ θηρίου), ϲάρξ ϲαρκόϲ, ὤλξ ὠλκόϲ (ὤλξ δέ ἐϲτιν ἡ αὖλαξ, «τέμνειν ὦλκα βαθεῖαν» ), χωρὶϲ τοῦ λύγξ, ὅπερ πρὸϲ διάφορον ϲημαινόμενον διαφόρωϲ κλίνεται· ἐπὶ μὲν γὰρ τοῦ πάθουϲ διὰ τοῦ γ κλίνεται οἷον λύγξ λυγγόϲ (ἐξ οὗ καὶ τὸ ἐλυγγίαϲεν), ἐπὶ δὲ τοῦ θηρίου διὰ τοῦ κ οἷον λυγκόϲ, ὡϲ παρὰ Καλλιμάχῳ (h. Dian. 88)

  • ὁ δὲ κρέα λυγκὸϲ ἔταμνε.
  • ἰϲτέον δὲ ὅτι τὸ «ἀλκὶ πεποιθώϲ » (Ε 299), ὅπερ τινὲϲ μὲν ὡϲ ἀπὸ τοῦ ἄλξ ἀλκόϲ λέγουϲιν εἶναι, γίνεται κατὰ μεταπλαϲμὸν ἀπὸ τῆϲ ἀλκῇ δοτικῆϲ.

    [*](1. 36 in Callimachi vers M habet ἔτεμνε. l. 38 adnotamentum de ἀλκί accomodavi ad Il. Pr. Ε 299, ubi Ascalonita ἀλκί ab ἄλξ flectere dicitur.)
    759

    Περὶ τῶν εἰϲ ρ

    προειρήκαμεν ἐν τοῖϲ ἀρϲενικοῖϲ.

    Περὶ τῶν εἰϲ αϲ θηλυκῶν.

    Choer. 350, 8: τὰ εἰϲ ᾱϲ λήγοντα θηλυκὰ ὀξύνεται καὶ ϲυνεϲταλμένον ἔχει τὸ ᾱ καὶ διὰ τοῦ δοϲ κλίνεται καὶ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Παλλάϲ Παλλάδοϲ ὦ Παλλάϲ, λαμπάϲ λαμπάδοϲ ὦ λαμπάϲ, τριάϲ τριάδοϲ ὦ τριάϲ, τετράϲ τετράδοϲ ὦ τετράϲ, πολυδειράϲ πολυδειράδοϲ ὦ πολυδειράϲ, μονάϲ μονάδοϲ ὦ μονάϲ, δυάϲ δυάδοϲ ὦ δυάϲ, ἰϲχάϲ ἰϲχάδοϲ ὦ ἰϲχάϲ, φυγάϲ φυγάδοϲ ὦ φυγάϲ, δορκάϲ δορκάδοϲ ὦ δορκάϲ, Ἀρκάϲ Ἀρκάδοϲ ὦ Ἀρκάϲ· ταῦτα δέ, φημὶ δὲ τὸ Ἀρκάϲ καὶ φυγάϲ, κοινά ἐϲτι τῷ γένει· ὁ Ἀρκάϲ γὰρ καὶ ἡ Ἀρκάϲ, ὁ φυγάϲ καὶ ἡ φυγάϲ. δεῖ προϲθεῖναι ἐν τῷ κανόνι, χωρὶϲ τῶν ἀπὸ παθητικοῦ παρακειμένου ϲυντεθέντων. ἐκεῖνα γὰρ καὶ μακρὸν ἔχει τὸ ᾱ καὶ διὰ καθαροῦ τοῦ τοϲ κλίνεται οἷον κέκραμαι χαλκοκράϲ χαλκοκρᾶτοϲ (ὁ χαλκῷ κεκραμένοϲ), γαλακτοκράϲ γαλακτοκρᾶτοϲ (ὁ γάλακτι κεκραμένοϲ), νεοκράϲ νεοκρᾶτοϲ (ὁ νεωϲτὶ κεκραμένοϲ). καὶ ταῦτα δὲ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὦ χαλκοκράϲ, ὦ γαλακτοκράϲ, ὦ νεοκράϲ.

    Περὶ τῶν εἰϲ τηϲ θηλυκῶν.

    Choer. 351, 25: τὰ εἰϲ τηϲ λήγοντα θηλυκὰ μονογενῆ διὰ τοῦ τοϲ κλίνεται οἷον ποτήϲ ποτῆτοϲ «ἐδητύοϲ ἠδὲ ποτῆτοϲ», κοϲμιότηϲ κοϲμιότητοϲ, φιλότηϲ φιλότητοϲ, κακότηϲ κακότητοϲ, λογιότηϲ λογιότητοϲ, ποιότηϲ ποιότητοϲ, ποϲότηϲ ποϲότητοϲ, ταχυτήϲ ταχυτῆτοϲ, βραδυτήϲ βραδυτῆτοϲ. πρόϲκειται «θηλυκὰ» διὰ τὸ θύτηϲ θύτου. ταῦτα γὰρ οὐ κλίνεται διὰ τοῦ τοϲ, ἀλλ᾿  οὐκ ἔϲτι θηλυκὰ ἀλλ᾿  ἀρϲενικά. πρόϲκειται «μονογενῇ» ἵνα μὴ ἀρϲενικῶϲ ἢ θηλυκῶϲ λέγηται διὰ τὸ ἀκρατήϲ τοῦ ἀκρατοῦϲ καὶ ἡ ἀκρατήϲ τῆϲ ἀκρατοῦϲ, ὁ προπετήϲ τοῦ προπετοῦϲ καὶ ἡ προπετήϲ τῆϲ προπετοῦϲ, ὁ πενταετήϲ τοῦ πενταετοῦϲ καὶ ἡ πενταετήϲ τῆϲ πενταετοῦϲ. ταῦτα γὰρ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ὡϲ ἔχοντα οὐδέτερον εἰϲ εϲ οἷον τὸ ἀκρατέϲ, τὸ πενταετέϲ, τὸ προπετέϲ.

    Περὶ τῶν εἰϲ ῑϲ θηλυκῶν.

    Choer. 353, 7: τὰ εἰϲ ῑϲ λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα διὰ τοῦ δοϲ κλίνεται, εἴτε ἐκτείνει τὸ ῑ ὡϲ τὸ κνημίϲ κνημῖδοϲ, κρηπίϲ κρηπῖδοϲ, ϲφραγίϲ ϲφραγῖδοϲ, εἴτε ϲυϲτέλλει τὸ ῑ ὡϲ τὸ ἀϲπίϲ [*](1. 1 sic fere Herodianus dicturus fuit, si, ut equidem feci, uno loco omnia de nominibus in ρ, quae ap. Choeroboscum tribus diversis locis fractantur, conplexus est. l. 18 cf. fr. 38 et περὶ ὀνομάτων fr. 16.) [*](1. 33 cf. An. Ox. II 384, 15 et An. Par. III 295, 20. Post ἁψίϲ ἁψίδοϲ omisi)

    760
    ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, βολίϲ βολίδοϲ, ἁψίϲ ἁψίδοϲ. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ κίϲ κιόϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα) καὶ λίϲ λιόϲ (ϲημαίνει δὲ τὸν λέοντα)· ἔχει δὲ μακρὸν τὸ ῑ κατὰ τὴν γενικήν. ταῦτα γὰρ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ οὐ διὰ τοῦ δοϲ, ἀλλ᾿  οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν. τὸ ἀκτίϲ ἀκτῖνοϲ διὰ τοῦ νοϲ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ δικατάληκτόν ἐϲτιν, ἀκτίν γὰρ καὶ ἀκτίϲ· καὶ οὐκ ἔϲτι φύϲει εἰϲ ϲ ἀλλ᾿  εἰϲ ν, καὶ τροπὴ παρηκολούθηϲε τοῦ ν εἰϲ τὸ ϲ. ταῦτα τὰ εἰϲ ῑϲ ὀξύτονα εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον κρηπῖδα, ἀϲπίδα, ἁψίδα, βολίδα, ῥανίδα. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι γίνεται εἰϲ ν κατὰ τὴν αἰτιατικὴν μετὰ βαρείαϲ τάϲεωϲ, κνῆμιν γὰρ λέγουϲι καὶ ϲφρᾶγιν καὶ ἄψιν, ὡϲ παῤ Ἡϲιόδῳ (Opp. 426) «τριϲπίθαμον δ᾿ ἄψιν τάμνειν », ἀντὶ τοῦ ἁψίδα.

    Τὰ εἰϲ ῑϲ ὀξύτονα οὐ γίνεται παρὰ τοῖϲ Ἴωϲι κατὰ ἀποβολὴν τοῦ δ ἐν τῇ γενικῇ, οὐδὲ γὰρ λέγουϲι κνημῖδοϲ κνημῖοϲ, ἀϲπίδοϲ ἀϲπίοϲ, ὡϲ Πάριδοϲ Πάριοϲ, καὶ Θέτιδοϲ Θέτιοϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν εἰϲ ῑϲ βαρυτόνων εἰώθαϲιν οἱ Ἴωνεϲ ἀποβάλλειν τὸ δ ἐν τῇ γενικῇ οἷον Πάριδοϲ Πάριοϲ, Θέτιδοϲ Θέτιοϲ, ἐπὶ δὲ τῶν εἰϲ ῑϲ ὀξυτόνων οὐδέποτε ἀποβάλλουϲι τὸ δ οἱ Ἴωνεϲ κατὰ τὴν γενικήν, οὐδὲ γὰρ λέγουϲι κνημῖοϲ καὶ ἀϲπίοϲ, ἀλλὰ κνημῖδοϲ καὶ ἀϲπίδοϲ. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰϲ ῑϲ βαρύτονα πέφυκε διὰ καθαροῦ τοῦ οϲ κλίνεϲθαι οἷον πόλιϲ πόλιοϲ, μάντιϲ μάντιοϲ, ὄφιϲ ὄφιοϲ· καὶ τούτου χάριν ἐπὶ τούτων, φημὶ δὴ ἐπὶ τῶν εἰϲ ῑϲ βαρυτόνων, ἀποβάλλουϲι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴωνεϲ, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ ἔχουϲί τι μιμήϲαϲθαι, φημὶ δὴ τὰϲ διὰ καθαροῦ τοῦ οϲ ἐκφερομέναϲ γενικάϲ· ἐπὶ δὲ τῶν εἰϲ ῑϲ ὀξυτόνων οὐδέποτε ἀποβάλλουϲι τὸ δ ἐν τῇ γενικῇ οἱ Ἴωνεϲ, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ οὐκ ἔχουϲί τι μιμήϲαϲθαι, οὐδέποτε γάρ, ὡϲ εἴρηται, τὰ εἰϲ ῑϲ ὀξύτονα, ὑπὲρ μίαν ϲυλλαβὴν δηλονότι, κλίνεται διὰ καθαροῦ τοῦ οϲ οἶον ἀϲπίϲ ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, βολίϲ βολίδοϲ. τούτου χάριν ἐπὶ τῶν εἰϲ ῑϲ ὀξυτόνων οὐδέποτε ἀποβάλλουϲι τὸ δ οἱ Ἴωνεϲ κατὰ τὴν γενικήν, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ οὐκ ἔχουϲί τι μιμήϲαϲθαι· οὕτε γὰρ κλίνεται διὰ καθαροῦ τοῦ οϲ, ἵνα ἀποβαλλομένου τοῦ δ μιμήϲηται τὴν διὰ καθαροῦ τοῦ οϲ κλίϲιν.

    Τὰ εἰϲ ῑϲ περιϲπώμενα θηλυκὰ διὰ τοῦ δοϲ κλίνεται, καὶ εἰϲ ν μόνωϲ [*](verba: ϲεϲημειωμένου τοῦ ἀγλίϲ ἀγλῖθοϲ τοῦτο γὰρ οὐ κλίνεται διὰ τοῦ δοϲ, ἀλλὰ διὰ τοῦ θοϲ, ἔχει δὲ μακρὸν τὸ ῑ κατὰ τὴν γενικὴν καὶ ϲημαίνει τὴν κεφαλὴν τοῦ ϲκορόδου. Nam Herodian. ap. Arc. 30, 9 (Cathol. 89, 7) dicit: τὰ εἰϲ λιϲ ἁπλᾶ ἔχοντα ϲύμφωνον κατ᾿  ἐπιπλοκὴν ἢ διπλαϲιαϲμὸν τοῦ λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ θοϲ κλίνοιτο, cuius generis exemplum profert δέλλιϲ, cum quo ἄγλιϲ, quod in E. M. 11, 4 paroxytonos scriptum est, comparandum videtur. Choeroboscus eam tonosin secutus est, quae saepius in nostris libris reperitur e. g. Nicand. Theriac. 874 ἀγλῖθεϲ. Canon transiit in E. M. 244, 56. l. 1 rectius ἁψίϲ ἁψῖδοϲ flectitur et in priorem classem (τῶν ἐκτεινόντων τὸ ῑ) inseritur. l. 12 cf Herodian. ap. Eustath. 8, 42, Arc. 36, 14, Ahrens de dial. Aeolic. p. 113 not. 3. l. 33 cf. An. Par. III 295, 30.)

    761
    ἔχει τὴν αἰτιατικὴν οἷον Βενδῖϲ Βενδῖδοϲ Βενδῖν, Ἀταγαρτῖϲ Ἀταγαρτῖδοϲ Ἀταγαρτῖν, Μολῖϲ Μολῖδοϲ Μολῖν, Τοτῖϲ Τοτῖδοϲ Τοτῖν (ἔϲτι δὲ ταῦτα ὀνόματα δαιμόνων τιμωμένων παρὰ Θρᾳξίν).

    Τῶν εἰϲ ῑϲ βαρυτόνων θηλυκῶν τὰ εἰϲ νιϲ μακρὰν ἔχοντα τὴν παραλήγουϲαν διὰ τοῦ δοϲ κλίνεται οἶον μῆνιϲ μήνιδοϲ, νεᾶνιϲ νεάνιδοϲ (τοῦτο δὲ μακρὸν ἔχει τὸ ᾱ καὶ προπεριϲπᾶται), ὀνῶνιϲ ὀνώνιδοϲ (ὄνομα δὲ τοῦτο ἀκάνθηϲ). πρόϲκειται «μακρὰν ἔχοντα τὴν παραλήγουϲαν » διὰ τὸ κόνιϲ κόνεωϲ καὶ ὕνιϲ ὕνιοϲ καὶ ϲπάνιϲ ϲπάνιοϲ· ταῦτα γὰρ βραχείᾳ παραληγόμενα διὰ καθαροῦ τοῦ οϲ ἔχει τὴν γενικὴν (ὕνιϲ δέ ἐϲτι μέροϲ ἀρότρου). ϲεϲημείωται τὸ ὄρνιϲ ὄρνιθοϲ. ἀλλ᾿  ἔϲτιν εἰπεῖν, ὅτι πρῶτον μὲν τοῦτο οὐκ ἔϲτι θηλυκὸν μόνωϲ, ηὑρέθη γὰρ καὶ ἀρϲενικῶϲ ὁ ὄρνιϲ παρὰ τῷ Ἀριϲτοφάνει (Plut. 63)

  • δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
  • δεύτερον δὲ ἔϲτιν εἰπεῖν, ὅτι ἔϲτι τινὰ εἰϲ ῑϲ λήγοντα ἔχοντα πρὸ τοῦ ῑ δύο ἀμετάβολα, ἅτινα διὰ τοῦ θοϲ κλίνεται οἷον δέλλιϲ δέλλιθοϲ (ἔϲτι δὲ ζῷον ὅμοιον μελίϲϲῃ), μέρμιϲ μέρμιθοϲ (ϲημαίνει δὲ τὸ λεπτὸν ϲχοινίον)· οὕτωϲ οὖν καὶ ὄρνιϲ ὄρνιθοϲ καὶ ὄρνιθεϲ ἡ εὐθεῖα τῶν πληθυντικῶν, καὶ κατὰ ἀποβολὴν τοῦ θ καὶ κράϲει τοῦ ῑ καὶ ε εἰϲ ῑ μακρὸν ὄρνιϲ, ὥϲπερ μάντιεϲ μάντιϲ· τὸ γὰρ μάντειϲ διὰ τῆϲ εῑ διφθόγγου ἀπὸ τοῦ μάντεέϲ ἐϲτι. ϲεϲημείωται τὸ Τράλλιϲ Τράλλεωϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ), ὅτι διὰ δύο ἀμεταβόλων ἐκφερόμενον οὐ κλίνεται διὰ τοῦ θοϲ, ἀλλὰ διὰ καθαροῦ τοῦ οϲ. Τὰ εἰϲ πιϲ θηλυκὰ εἴτε ἁπλᾶ εἴτε ϲύνθετα εἶτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ δοϲ κλίνεται οἷον κρηπίϲ κρηπῖδοϲ, βοῶπιϲ βοώπιδοϲ, ἑλικῶπιϲ ἑλικώπιδοϲ, τράμπιϲ τράμπιδοϲ, ἔϲτι δὲ βαρβαρικὸν ὅπλον, κάλπιϲ κάλπιδοϲ.