Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 381, 23: ἄξιόν ἐϲτι ζητῆϲαι τοῦτο περὶ τῶν εἰϲ ᾱρ οὐδετέρων τῶν κλινομένων διὰ τοῦ τοϲ, ὅτι οὐδεμία μετουϲία ἐϲτὶ τῶν ἀμεταβόλων μετὰ τοῦ τ, ὥϲτε κλίνεϲθαι αὐτὰ διὰ τοῦ τ ὤφειλεν γὰρ καὶ ταῦτα φυλάξαι τὸ ἀμετάβολον ἐν τῇ γενικῇ. ἀμετάβολα γὰρ λέγεται παρὰ τὸ μὴ μεταβάλλεϲθαι ἐν τοῖϲ μέλλουϲι τῶν ῥημάτων μηδὲ ἐν ταῖϲ κλίϲεϲι τῶν ὀνομάτων οἷον κείρω κερῶ, φθείρω φθερῶ, Πλάτων Πλάτωνοϲ, Ἕκτωρ Ἕκτοροϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀπὸ τῆϲ εἰϲ ϲ καταλήξεώϲ ἐϲτιν ἡ κλίϲιϲ τούτων οἷον ὡϲ ἀπὸ τοῦ ὄνειαϲ καὶ δέλεαϲ καὶ φρέαϲ καὶ ϲτέαϲ, ὥϲπερ κρέαϲ κρέατοϲ καὶ γῆραϲ γήρατοϲ, ὥϲτε ἑτερόκλιτα αὐτὰ εἶναι.

Τὰ εἰϲ ᾱρ οὐδέτερα παραληγόμενα τῷ ω ἄκλιτά ἐϲτιν οἷον μῶμαρ ὁ μῶμοϲ, βῶμαρ ὁ βωμόϲ, νῶκαρ ἡ ϲτέρηϲιϲ τῆϲ ψυχῆϲ.

Περὶ τῶν εἰϲ ωρ οὐδετέρων.

Choer. 382, 26: τὰ εἰϲ ωρ οὐδέτερα διὰ τοῦ ροϲ κλίνεται καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἷον τέκμωρ τέκμωροϲ (τὸ ϲημεῖον), ἔλδωρ ἔλδωροϲ (τὸ ἐπιθύμημα), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε γίνεται ἐέλδωρ τριϲυλλάβωϲ, ὡϲ παρὰ τῷ ποιητῇ «τόδε μοι κρήηνον ἐέλδωρ» (Α 41 ), ἕλωρ ἕλωροϲ (τὸ ἕλκυϲμα καὶ ϲπάραγμα, ἐξ οὖ τὸ «ἑλώρια τεῦχε κύνεϲιν)», πλὴν τοῦ ὕδωρ ὕδατοϲ, τοῦτο γὰρ διὰ τοῦ τοϲ ἐκλίθη, καί ἐϲτιν ἐτερόκλιτον· ἡ γὰρ κλίϲιϲ αὐτοῦ ὡϲ ἀπὸ τῆϲ εἰϲ ᾱϲ καταλήξεώϲ ἐϲτιν οἷον ὡϲ ἀπὸ τῆϲ ὕδαϲ ὕδατοϲ, ὥϲπερ κρέαϲ κρέατοϲ, γῆραϲ γήρατοϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ ϲκώρ (ὃ ϲημαίνει τὸ ἀφόδευμα), τούτου γὰρ ἡ γενικὴ ϲκατόϲ ἐϲτιν ἑτεροκλίτωϲ, ὡϲ ἀπὸ τῆϲ ϲκάϲ εὐθείαϲ τῆϲ μὴ εἰρημένηϲ. ἐγένετο δὲ ἑτερόκλιτον τὸ ὕδωρ ὕδατοϲ διὰ τοιαύτην [*](1. 10 cf. Choer. 544, 20, Ep. in Psalm. 3, 15, E. M. 491, 20 et fr. 46. 1. 20 Herod. ἐν τῷ περὶ τοῦ ὕδωρ μονοβίβλῳ fr. 2.)

771
αἰτίαν· κανὼν ἔϲτιν ὁ λέγων, ὅτι πᾶν οὐδέτερον ὑπὲρ μίαν ϲυλλαβὴν ἀπαθὲϲ βραχυκατάληκτον θέλει εἶναι, χωρὶϲ τῶν παρὰ τὸ πούϲ καὶ τῆϲ εἰϲ ωρ καταλήξεωϲ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· τὸ κρέαϲ, τὸ τεῖχοϲ, τὸ ποίημα, τὸ νόημα, τὸ δένδρον, τὸ ξύλον, τὸ δέλεαρ, τὸ ἧπαρ, τὸ μέλι. πρόϲκειται « ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ πᾶν καὶ πῦρ· ταῦτα γὰρ μακροκαταληκτεῖ, ἀλλ᾿  οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν. πρόϲκειται «ἀπαθὲϲ » διὰ τὸ βοῶν, τὸ ποιοῦν, τὸ ὀϲτοῦν, ταῦτα γὰρ ἀπὸ κράϲεωϲ ἔχει τὴν μακράν, ἀπὸ γὰρ τοῦ βοάον καὶ τοῦ ποιέον καὶ τοῦ ὀϲτέον ἐϲτίν. ἔτι πρόϲκειται «ἀπαθέϲ» διὰ τὸ κάρη, καὶ τοῦτο γὰρ ἀπὸ πάθουϲ ἔχει τὴν μακροκατάληξιν, ἀπὸ γὰρ τοῦ κάρηνον γέγονε κατὰ ἀποκοπὴν καὶ οὐ καταλήγει φύϲει εἰϲ η. πρόϲκειται «χωρὶϲ τῶν παρὰ τὸ πούϲ » διὰ τὸ δίπουν καὶ τρίπουν· ταῦτα γὰρ μακροκαταληκτεῖ. πρόϲκειται « χωρὶϲ τῆϲ εἰϲ ωρ καταλήξεωϲ » διὰ τὸ τέκμωρ καὶ ἔλδωρ καὶ ὕδωρ, ταῦτα γὰρ μακροκαταληκτεῖ. ἐπειδὴ οὖν παράλογόϲ ἐϲτιν αὕτη ἡ κατάληξιϲ, φημὶ δὴ ἡ εἰϲ ωρ διὰ τὴν μακροκαταληξίαν, τούτου χάριν τὸ ὕδωρ οὐκ ἐκλίθη, ἀλλ᾿  ἐγένετο ἡ κλίϲιϲ αὐτοῦ ἀπὸ τῆϲ εἰϲ ᾱϲ καταλήξεωϲ, ὥϲπερ γὰρ κρέαϲ κρέατοϲ, γῆραϲ γήρατοϲ, οὕτω καὶ ὕδαϲ ὕδατοϲ, καὶ ἔϲτι λοιπὸν ἑτερόκλιτον. εὑρίϲκεται δὲ καὶ ἡ εἰϲ οϲ εὐθεῖα. ὥϲπερ γὰρ ἀπὸ τοῦ γῆραϲ γῆροϲ καὶ ἀπὸ τοῦ δέραϲ δέροϲ, οὕτω καὶ ἀπὸ τῆϲ ὕδαϲ εὐθείαϲ, ἐξ ἧϲ ἡ γενικὴ ὕδατοϲ, γίνεται ὕδοϲ, ὡϲ παρὰ Καλλιμάχῳ,
  • ἔϲτιν ὕδοϲ καὶ γαῖα καὶ ὀπτήτειρα κάμινοϲ.
  • ἔχομεν δὲ καὶ δοτικὴν διὰ τῆϲ εῑ διφθόγγου, ὡϲ παῤ Ἡϲιόδῳ (Opp. 61)
  • γαῖαν ὕδει φύρειν,
  • ὡϲ ἀπὸ τῆϲ ὕδοϲ εὐθείαϲ, ὥϲπερ τὸ τεῖχοϲ τῷ τείχει.

    Ἄξιον δέ ἐϲτι ζητῆϲαι, τί διαφέρει τὰ εἰϲ ωρ οὐδέτερα τῶν εἰϲ ωρ ἀρϲενικῶν. καὶ ἔϲτιν εἰπεῖν, ὅτι κατὰ τοῦτο διαφέρει, καθὸ τὰ μὲν ἀρϲενικὰ βαρύτονα ὄντα μὴ ἔχοντα τὸ λ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἶον Ἕκτωρ Ἕκτοροϲ, Μέντωρ Μέντοροϲ, Νέϲτωρ Νέϲτοροϲ· τὰ δὲ εἰϲ ωρ οὐδέτερα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἷον τέκμωρ τέκμωροϲ ἕλωρ ἕλωροϲ, ἔλδωρ ἔλδωροϲ. καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διατί τὰ εἰϲ ωρ οὐδέτερα οὐ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ, ὥϲπερ τὰ εἰϲ ωρ ἀρϲενικά· καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐδέποτε οὐδέτερον μονογενὲϲ ἔχει τὴν παραλήγουϲαν τῆϲ περιττοϲυλλάβου γενικῆϲ ἥττονα χρόνον ἔχουϲαν τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ οἷον βῆμα βήματοϲ, μέλι μέλιτοϲ, γόνυ γόνυοϲ, ἄϲτυ ἄϲτεοϲ, κρέαϲ κρέατοϲ, τεῖχοϲ τείχεοϲ, φῶϲ φωτόϲ, ὦϲ ὠτόϲ χωρὶϲ τοῦ πῦρ πυρόϲ (τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ ἐκτείνει τὸ ῡ, ἐν δὲ τῇ γενικῇ ϲυϲτέλλει αὐτό), καὶ χωρὶϲ τοῦ ὕδωρ ὕδατοϲ (καὶ τοῦτο γὰρ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ, τῆϲ εὐθείαϲ μακροκαταληκτούϲηϲ). τοῦτο δὲ ἑτερόκλιτον εἰρήκαμεν, ὡϲ [*](1. 25 adnotamentum de heteroclisia voc ὕδωρ transiit in E. M. 776, 15, de ὕδοϲ E. M. 549, 54.)

    772
    ἀπὸ τῆϲ ὕδαϲ εὐθείαϲ. πρόϲκειται «μονογενῆ» διὰ τὸ πᾶν παντόϲ, τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ φύϲει μακρὸν ἔχει τὸ ᾱ, ἐν δὲ τῇ γενικῇ θέϲει μακρόν τὸ δὲ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. τούτου χάριν τὰ εἰϲ ωρ οὐδέτερα οὐ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ, ἵνα μὴ εὑρεθῇ ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ τῶν μονογενῶν οὐδετέρων ἥττονα χρόνον ἔχουϲα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ.

    Περὶ τῶν εἰϲ ᾱϲ οὐδετέρων.

    Choer. 385, 11: πάντα τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἷον πέραϲ πέρατοϲ, κρέαϲ κρέατοϲ, γέραϲ γέρατοϲ, οὖαϲ οὔατοϲ, ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῡ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὦϲ. ἰϲτέον δὲ ὅτι τὸ οὖϲ ἄκλιτόν ἐϲτι τὸ γὰρ

  • Ἄντιφον αὖτε παῤ οὖϲ ἔλαϲε ξίφει (Λ 109)
  • ἀντὶ τῆϲ παρὰ τὸ οὖϲ ὑπάρχον αἰτιατικῆϲ οὐκ ἀντίκειται ἡμῖν, οὐδὲ γὰρ ἐκλίθη, ἀλλ᾿  ὡμοφώνηϲε τῇ ἰδίᾳ εὐθείᾳ. τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν καὶ αἰτιατικὴν οἷον τὸ βῆμα τοῦ βήματοϲ τῷ βήματι τὸ βῆμα ὦ βῆμα, τὸ ξύλον τοῦ ξύλου τῷ ξύλῳ τὸ ξύλον ὦ ξύλον. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ οὖϲ ἄκλιτόν ἐϲτι. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν οὐδέτερον εἰϲ ουϲ λήγει εἰ μὴ μόνον τὸ οὖϲ. ἐπειδὴ οὖν τοῦτο, φημὶ δὲ τὸ οὖϲ, οὐκ ἔϲχεν ἄλλο ὅμοιον, εἰκότωϲ ὡϲ μὴ ἔχον τί μιμήϲαϲθαι, ἄκλιτον ἔμεινεν. ἰϲτέον δὲ ὅτι τὸ δέμαϲ ἄκλιτόν ἐϲτι. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐϲτὶν ἄκλιτον. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν εἰϲ ᾱϲ οὐδέτερον ἔχει πρὸ τοῦ ᾱ τὸ οἷον γῆραϲ, κῶαϲ, κρέαϲ, τέραϲ. ἐπειδὴ οὖν τὸ δέμαϲ εἰϲ ᾱϲ ἐϲτὶν οὐδέτερον καὶ ἔχει πρὸ τοῦ ᾱ τὸ μ, εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι ἄκλιτον ἔμεινε.

    Ἰϲτέον δὲ ὅτι οὐδὲν εἰϲ ᾱϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔϲτιν οὐδέτερον, ὅθεν τὸ καρήατοϲ οὐκ ἀπὸ τοῦ κάρηαϲ, ἀλλ᾿  ἀπὸ τοῦ κάρηαρ.

    Ἰϲτέον ὅτι ὁ Ϲοφοκλῆϲ ἐν Κηδαλίωνι ϲατυρικῷ φηϲι

  • καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων
  • ὑπὸ τοῦ δέατοϲ
  • ἀντὶ τοῦ δέουϲ καὶ παρὰ Ἑκαταίῳ ἐϲτὶν «τὰ δέατα περιτεταμένα». ἀλλ᾿  οὐ λέγεται ἡ εὐθεῖα δέαϲ. ὅτε Ξενοφάνηϲ φηϲὶν
  • ἁγνὸν ἐνὶ ϲπεάτεϲϲι τεοῖϲ καταλείβεται ὕδωρ.
  • ἀλλ᾿  οὐ γὰρ λέγεται ϲπέαϲ. ἡ γὰρ ἀναλογία ὡϲ ἀπὸ τοιούτων εὐθειῶν τὰϲ κλίϲειϲ λαμβάνει, οὐκ οὐϲῶν μέντοι ἐν χρήϲει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ κτεάτεϲϲιν
  • ἀνέροϲ, ὃν κτεάτεϲϲιν ἑοῖϲ ἔπι γῆραϲ ἔτετμε (α 218)
  • μεταπλαϲμοῦ ἔχεται ἐκ τῆϲ κτεάτοιϲ δοτικῆϲ.

    [*](1. 10 verba ἐκ δὲ τούτου — Δωριεὶϲ ὦϲ pro Choerobosci verbis καὶ κατὰ ϲυγκοπὴν οὖϲ inserui ex Herod. περὶ παθῶν in E. M. 639, 1 cf. Ep. Cr. I 116, 16 et. Mon. 14, 24 τοῦ οὖϲ οὐ ζητητέον τὴν κλίϲιν, de δέμαϲ Mon. 29, 26. l. 26 Ep. Cram. I 251, 17, E. M. 491, 22. l. 28 Mon. 30, 25 cf. Lehrs ad h. l.)
    773

    Choer. 386, 1: ἰϲτέον δὲ ὅτι, ὡϲ εἴρηται, πάντα τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἷον γέραϲ γέρατοϲ, δέραϲ δέρατοϲ, κέραϲ κέρατοϲ, κρέαϲ κρέατοϲ. καὶ ἐπειδὴ τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα πέφυκε πολλάκιϲ γίνεϲθαι καὶ εἰϲ οϲ οἷον δέραϲ δέροϲ, κῶαϲ κῶοϲ, γῆραϲ γῆροϲ, τὰ δὲ εἰϲ οϲ οὐδέτερα διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον βέλοϲ βέλεοϲ, τεῖχοϲ τείχεοϲ, εἰκότωϲ καὶ ταῦτα τὰ εἰϲ ᾱϲ οὐδέτερα ἔϲχεν ἀφορμὴν ὡϲ γινόμενα καὶ εἰϲ οϲ τοῦ ἔχειν διὰ καθαροῦ τοῦ οϲ τὴν γενικήν, καὶ τούτου χάριν ἀποβάλλουϲι τὸ τ οἱ Ἴωνεϲ οἷον κρέατοϲ κρέαοϲ, γήρατοϲ γήραοϲ, κέρατοϲ κέραοϲ· καὶ λοιπὸν οἱ Ἀττικοὶ ϲυναιροῦϲι τὸ ᾱ καὶ ο εἰϲ ω καὶ λέγουϲι τοῦ κρέωϲ, τοῦ γήρωϲ καὶ δέρωϲ βαρυτόνωϲ. δι᾿  ὅλου δὲ τοῦτο τὸ ϲχῆμα, φημὶ δὲ τὸ ἀποβάλλεϲθαι τὸ Ἰωνικῶϲ καὶ κρᾶϲιν παρακολουθεῖν τῶν φωνηέντων παρὰ τοῖϲ Ἀττικοῖϲ, φυλάττεται καὶ ἐν ταῖϲ γενικαῖϲ καὶ ἐν ταῖϲ δοτικαῖϲ, ἡ γὰρ αἰτιατικὴ καὶ ἡ κλητικὴ ὡμοφώνηϲαν τῇ ἰδίᾳ εὐθείᾳ, μόνη δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν οὐδὲν τοιοῦτον πάϲχει, οὐκ ἀποβάλλει γὰρ τὸ ἴδιον ϲύμφωνον καὶ ποιεῖ ϲυναίρεϲιν τῶν φωνηέντων. ἰϲτέον δὲ ὅτι ἡ δοτικὴ τῶν πληθυντικῶν ἡ ἀπὸ τῶν εἰϲ ᾱϲ οὐδετέρων μίαν ἔχει φωνὴν παρὰ πάϲαιϲ ταῖϲ διαλέκτοιϲ οἷον κρέαϲι γέραϲι κέραϲι, τουτέϲτι καὶ παῤ ἡμῖν καὶ παρὰ τοῖϲ Ἴωϲι καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ.

    Choer. 389, 26: καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν οὐκ ἀποβάλλουϲι τὸ ϲύμφωνον οἱ Ἴωνεϲ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, καὶ παρακολουθεῖ ϲυναίρεϲιϲ τῶν φωνηέντων Ἀττικῶϲ ὥϲπερ καὶ ἐπὶ τῶν ἄλλων πτώϲεων. καὶ ἔϲτιν εἰπεῖν, ὅτι ἐπειδὴ εἰ ἀπεβλήθη τὸ ϲύμφωνον καὶ παρηκολούθηϲε ϲυναίρεϲιϲ τῶν φωνηέντων, ἤμελλε ϲυνεμπίπτειν τῇ δοτικῇ τῶν ἑνικῶν οἶον κρέατι κρέαϊ κρέᾳ, ὅπερ ἐϲτὶν ἄτοπον. τούτου χάριν ἐπὶ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν οὐκ ἀποβάλλουϲι τὸ ϲύμφωνον οἱ Ἴωνεϲ καὶ ποιοῦνται ϲυναίρεϲιν οἱ Ἀττικοὶ τῶν φωνηέντων. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲ ῑ λήγουϲα θέλει ἔχειν πρὸ τοῦ ῑ τὸ ϲ ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν οἶον Αἴαϲι, βήμαϲι, λέβηϲιν, δυνάμει δὲ οἷον Φοίνιξι, Πέλοψι, λαίλαψι. τούτου οὖν χάριν ἐπὶ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν οὐκ ἀποβάλλουϲιν οἱ Ἴωνεϲ τὸ ϲύμφωνον καὶ ποιοῦνται ϲυναίρεϲιν οἱ Ἀττικοὶ τῶν φωνηέντων.

    Choer. 386, 30: ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, διατί ἐπὶ τῶν εἰϲ ᾱ ληγόντων οὐδετέρων μὴ ποιοῦϲιν οἱ Ἴωνεϲ ἀποβολὴν τοῦ τ κατὰ τὴν γενικὴν καὶ κρᾶϲιν τῶν φωνηέντων οἱ Ἀττικοὶ οἷον βῆμα βήματοϲ καὶ βήμωϲ, ὥϲπερ κρέατοϲ καὶ κρέωϲ. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην ὅτι τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα πέφυκε γίνεϲθαι καὶ εἰϲ οϲ οἷον γῆραϲ γῆροϲ, δέραϲ δέροϲ, κῶαϲ κῶοϲ. καὶ ἐπειδὴ τὰ εἰϲ οϲ οὐδέτερα διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον βέλοϲ βέλεοϲ, τεῖχοϲ τείχεοϲ, εἰκότωϲ [*](1. 19 cf. Ep. Cr. I 251, 21, E. M. 257, 9 δέροϲ τὸ κῴδιον αἰ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰϲιν ἢ Δωρικαὶ οἶον δέροϲ κῶοϲ ἀπὸ τοῦ δέραϲ κῶαϲ cf. etiam. Tzetzes ad Hesiod. Opp. v. 61.)

    774
    καὶ ταῦτα ἔϲχεν ἀφορμὴν ὡϲ γινόμενα καὶ εἰϲ οϲ τοῦ ἔχειν καθαρὰν γενικήν. τὰ δὲ εἰϲ ᾱ λήγοντα οὐδέτερα, ἐπειδὴ οὐ γίνεται καὶ εἰϲ οϲ, τούτου χάριν ὡϲ μὴ ἔχοντά τι μιμήϲαϲθαι οὐκ ἀποβάλλει τὸ τ Ἰωνικῶϲ κατὰ τὴν γενικὴν καὶ κρᾶϲιν ποιεῖ τῶν φωνηέντων Ἀττικῶϲ.

    Choer. 388, 4: ἰϲτέον ὅτι τῷ κρέατι κοινῶϲ κατὰ ἀποβολὴν τοῦ Ἰωνικῶϲ γίνεται τῷ κρέαϊ καὶ κατὰ ϲυναίρεϲιν τοῦ ᾱ καὶ ῑ εἰϲ τὴν ᾳ δίφθογγον γίνεται τῷ κρέᾳ Ἀττικῶϲ. ἰϲτέον δὲ ὅτι ἅμα ϲυναίρεϲιϲ ἐγένετο ἅμα καὶ ἔκταϲιϲ, διὸ καὶ τὸ ῑ ἀνεκφώνητόν ἐϲτι· τὸ γὰρ ῑ ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ ᾱ μακροῦ ἐν μιᾷ ϲυλλαβῇ, ἀνεκφώνητον εὑρίϲκεται οἷον τῷ Χρύϲῃ, τῷ ϲοφῷ, τῇ Μηδείᾳ.

    Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί ὥϲπερ ἐπὶ τοῦ κρέαϊ καὶ γήραι γίνεται κατὰ ϲυναίρεϲιν τοῦ ᾱ καὶ ῑ εἰϲ τὴν ᾳ δίφθογγον κρέᾳ καὶ γήρᾳ, μὴ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ νοΐ καὶ γραί γίνεται κατὰ ϲυναίρεϲιν νᾷ καὶ γρᾷ. ἔϲτιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ῑ ἀνεκφώνητον λήγουϲα τὴν γενικὴν ἔχει ἰϲοϲύλλαβον τῇ εὐθείᾳ οἶον τῷ κοχλίᾳ ὁ κοχλίαϲ τοῦ κοχλίου, τῷ ϲοφῷ ὁ ϲοφόϲ τοῦ ϲοφοῦ, τῇ μνᾷ ἡ μνᾶ τῆϲ μνᾶϲ, τῷ γήρᾳ τὸ γῆραϲ τοῦ γήρωϲ, τῷ κρέᾳ τὸ κρέαϲ τοῦ κρέωϲ· τὸ γὰρ κρέαοϲ καὶ γήραοϲ πρὸϲ τὸ κρέαϊ καὶ γήραϊ ἐϲτιν. εἰ οὖν ἐγένετο ταῦτα κατὰ ϲυναίρεϲιν, ἤμελλον ἔχειν τὸ ῑ ἀνεκφώνητον, ὅπερ ἐϲτὶν ἄτοπον, οὐδὲ γὰρ ἔχει ἰϲοϲύλλαβον τὴν γενικὴν τῇ εὐθείᾳ, ὡϲ ναῦϲ ναόϲ, γραῦϲ γραόϲ. τούτου οὖν χάριν οὐ ϲυναιρεῖται ταῦτα κατὰ τὴν δοτικήν, ἵνα μὴ εἰϲ ῑ ἀνεκφώνητον λήγῃ κατὰ τὴν δοτικὴν καὶ ἔχῃ τὴν γενικὴν περιττοϲύλλαβον τῆϲ εὐθείαϲ.

    Choer. 388, 34: τὸ κρεοῖν ἀπὸ τοῦ κρεάοιν γέγονε κατὰ κρᾶϲιν τοῦ ᾱ καὶ τῆϲ οῑ διφθόγγου εἰϲ τὴν οῑ δίφθογγον, διὸ καὶ περιϲπᾶται. ἐὰν δὲ θελήϲωμεν λέγειν ὅτι κρᾶϲιϲ παρηκολούθηϲε τοῦ ᾱ καὶ ο εἰϲ τὸ ω, ὀφείλει διὰ τοῦ ω γενέϲθαι τοῖν κρεῷν προϲγραφομένου τοῦ ῑ· ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ οῑ διφθόγγου ἐπίϲταται τὴν λέξιν.

    Τὸ κρέα ἀπὸ τοῦ κρέαα γέγονε κατὰ κρᾶϲιν τῶν δύο ᾱᾱ εἰϲ ἕν ᾱ μακρόν, ὥϲπερ Ναυϲικάα Ναυϲικᾷ, τὸ γὰρ «κρέα λυγκὸϲ ἔταμνε» (Callia. Dien. 88) ἀπὸ τοῦ κρέατα γέγονε κατὰ ϲυγκοπὴν τῆϲ ατ ϲυλλαβῆϲ, ϲυνεϲταλμένον γὰρ ἔχει τὸ ᾱ.

    Περὶ τῶν εἰϲ οϲ οὐδετέρων.

    Choer. 390, 30: τὰ εἰϲ οϲ οὐδέτερα, δηλονότι ὀνόματα, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τεῖχοϲ τείχουϲ, βέλοϲ βέλουϲ, βάθοϲ βάθουϲ, πέλαγοϲ πελάγουϲ, ἦθοϲ ἤθουϲ, ψεῦδοϲ ψεύδουϲ, ϲτέφοϲ ϲτέφουϲ. πρόϲκειται ἐν τῷ κανόνι «δηλονότι ὀνόματα» διὰ τὰϲ μετοχάϲ. αὗται [*](1. 10 cf. Il. Pr. 385: κέρα ἀγλαέ: ϲὺν τῷ ῑ ἔγραψάν τινεϲ τὸ κέρα, ἵνα ἦ δοτικὴ, ὁμοίωϲ τῷ «δέπᾳ μελιηδέοϲ οἴνου» (γ 46, nunc δέπαϲ) καὶ «γήρᾳ ὕπο λιπαρῷ» (λ 136). οὕτωϲ δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοϲιϲ, ὡϲ καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ ϲυνέϲτειλαν πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον κτλ. cf. Lob. El. II 300 seqq.)

    775
    γὰρ διὰ τοῦ τοϲ κλίνονται οἷον τὸ τετυφόϲ τοῦ τετυφότοϲ, τὸ πεποιηκόϲ τοῦ πεποιηκότοϲ, τὸ λελαληκόϲ τοῦ λελαληκότοϲ, ὁμοίωϲ τοῖϲ ἰδίοιϲ ἀρϲενικοῖϲ, ὥϲπερ ὁ τετυφώϲ τοῦ τετυφότοϲ, ὁ πεποιηκώϲ τοῦ πεποιηκότοϲ, ὁ λελαληκώϲ τοῦ λελαληκότοϲ.

    Ἰϲτέον δὲ ὅτι τὸ ὄφελοϲ ἄκλιτόν ἐϲτι· καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διατί ἐϲτιν ἄκλιτον. ἔϲτι δὲ εἰπεῖν ταύτην τὴν ἀπολογίαν τὰ διὰ τοῦ ελοc ὑπὲρ δύο ϲυλλαβὰϲ οὐκ ἔϲτιν οὐδέτερα οἷον ζάφελοϲ (ὁ μεγαλωφελήϲ), ἄγγελοϲ, πέμπελοϲ (ϲημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα), τὰ γὰρ διὰ τοῦ ελοc οὐδέτερα διϲύλλαβά ἐϲτιν οἷον τέλοϲ, ϲκέλοϲ. ἐπειδὴ οὖν τὸ ὄφελοϲ διὰ τοῦ ελοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχον καὶ οὐδέτερόν ἐϲτιν, εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι ἔμεινεν ἄκλιτον.

    Ἰϲτέον δὲ ὅτι παῤ Ὁμήρῳ οὐδέποτε εὑρίϲκεται ἡ γενικὴ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ουϲ καταλήγουϲα ἀλλ᾿  ἢ εἰϲ ευϲ οἶον Ἐρέβευϲ, θάρϲευϲ

  • τοίου μὲν θάρϲευϲ πλῆϲε φρέναϲ ἀμφιμελαίναϲ (Ρ 573),
  • ἢ ἐντελῶϲ, ἤγουν διὰ τοῦ εοϲ οἷον βέλεοϲ
  • βέλεοϲ δέ ϲε τείρει ἀκωκὴ (Ν 251),
  • ϲτήθεοϲ
  • ἀλλ᾿ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ ϲτήθεοϲ ἵει (Γ 221),
  • τείχεοϲ
  • λεξάϲθων παρὰ τάφρον ὀρυκτήν, τείχεοϲ ἐκτόϲ (Ι 67),
  • ἄχεοϲ
  • τὸν δ᾿  ἄχεοϲ νεφέλη ἐκάλυψε μέλαινα (Ρ 591).
  • δύο δὲ μόναϲ γενικὰϲ ἐποίηϲεν εἰϲ ουϲ, ἐπὶ τῶν εἰϲ οϲ δηλονότι οὐδετέρων, τὸ
  • χλωροὶ ὑπὸ δείουϲ (Ο 4)
  • ἀντὶ τοῦ ὑπὸ τοῦ δέουϲ καὶ
  • ἥ ῥα κατὰ ϲπείουϲ κέχυται (ι 330),
  • ἀντὶ τοῦ κατὰ τοῦ ϲπέουϲ· τοῦτο δ᾿  οὐκ ἐποίηϲε διὰ τὸ μέτρον (καὶ εἰ εἰϲ ευϲ γὰρ ἐποίηϲε ταύταϲ τὰϲ γενικάϲ, ἡ αὐτὴ μακρὰ εὑρίϲκετο) ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ ε. ἔϲτι γὰρ δέοϲ καὶ ϲπέοϲ· καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευϲ καὶ ϲπέευϲ, ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ ε, καὶ τούτου χάριν τῇ εἰϲ ουϲ γενικῇ ἐχρήϲατο, φημὶ δὲ τῇ δέουϲ καὶ ϲπέουϲ, ἅτινα ἐν πλεοναϲμῷ τοῦ ῑ γίνεται δείουϲ καὶ ϲπείουϲ.

    Περὶ τῶν εἰϲ ωϲ οὐδετέρων.

    Choer. 394, 2: δύο μόνα ἐϲτὶν εἰϲ ωϲ λήγοντα οὐδέτερα, τὸ φῶϲ καὶ τὸ ὦϲ, ἅτινα διὰ τοῦ τοϲ κλίνεται οἷον φωτόϲ καὶ ὠτόϲ· τὸ γὰρ χρέωϲ Ἀττικῶϲ ἐγένετο διὰ τοῦ ω. ἰϲτέον ὅτι τὸ χρέοϲ διὰ τοῦ ο μὲν γραφόμενον κλίνεται ὥϲπερ τὸ τεῖχοϲ καὶ ἐν τοῖϲ ἑνικοῖϲ καὶ ἐν [*](1. 11 cf. Ep. Cr. I 305, 21.)

    776
    τοῖϲ δυϊκοῖϲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ, ἐν δὲ τῇ εὐθείᾳ τῶν πληθυντικῶν εἰϲ ᾱ γίνεται οἷον χρέεα χρέα, ϲυγκοπῆϲ γενομένηϲ τοῦ ἑνὸϲ ε, ὥϲπερ καὶ ἐπὶ τοῦ κλέεα κλέα, ὡϲ παρὰ Ἀπολλωνίῳ ἐν τῷ πρώτῳ λόγῳ (Ι 1),
  • ἀρχόμενόϲ ϲεο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν ---
  • ὅταν δὲ γένηται διὰ τοῦ ω Ἀττικῶϲ οἷον τὸ χρέωϲ, τὴν αὐτὴν ἔχει ὀρθὴν γενικὴν αἰτιατικὴν καὶ κλητικὴν οἷον τὸ χρέωϲ τοῦ χρέωϲ τὸ χρέωϲ χρέωϲ, μόνην δὲ τὴν δοτικὴν διαλλάϲϲουϲαν ἔχει, καὶ ἔϲτιν εἰπεῖν δίπτωτον, εὐθεῖαν γὰρ καὶ δοτικὴν ἔχει μόνον. τοῦτο δὲ τὸ Ἀττικόν, φημὶ δὲ τὸ διὰ τοῦ ω, οὐ κλίνεται οὔτε εἰϲ δυϊκὸν οὔτε εἰϲ πληθυντικὸν ἀριθμόν.

    Ἰϲτέον δὲ ὅτι τὸ φῶϲ καὶ τὸ ὦϲ καὶ περιϲπᾶται καὶ διὰ τοῦ τοϲ κλίνεται οἷον φωτόϲ καὶ ὦτόϲ. διὰ τοῦ τοϲ δὲ κλίνεται διὰ τοιαύτην αἰτίαν· ἔϲτιν ὄαϲ καὶ φάοϲ· τοῦτο μὲν τὸ φάοϲ καθ᾿  ὑπερβιβαϲμὸν τοῦ ο γίνεται φόαϲ, τὸ δὲ ὄαϲ γίνεται ἐκ τοῦ οὖαϲ κατὰ ἀποβολὴν τοῦ υ, ἐξ οὗ κατὰ κρᾶϲιν οὖϲ, ὅπερ ἐϲτὶν ἄκλιτον· ταῦτα δὲ φημὶ τὸ ὄαϲ καὶ φόαϲ διὰ τοῦ τ κλίνεται οἷον ὄατοϲ καὶ φόατοϲ. τὰ γὰρ εἰϲ ᾱϲ οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἶον φρέαϲ φρέατοϲ, κρέαϲ κρέατοϲ γῆραϲ γήρατοϲ. καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω γίνεται φῶϲ καὶ ὦϲ ὥϲπερ κρείττονα κρείττοα κρείττω, βελτίονα βελτίοα βελτίω, ἀρείονα ἀρείοα ἀρείω, καὶ φυλάττει τὴν αὐτὴν κλίϲιν φημὶ δὲ τὴν διὰ τοῦ τοϲ οἷον φωτόϲ καὶ ὠτόϲ. τὰ γὰρ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἷον τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ, δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, πλόοϲ πλόου πλοῦϲ πλοῦ, χρύϲεοϲ χρυϲέου χρυϲοῦϲ χρυϲοῦ, ἀργύρεοϲ ἀργυρέου ἀργυροῦϲ ἀργυροῦ, οὕτωϲ οὖν καὶ φόαϲ φόατοϲ καὶ φῶϲ φωτόϲ, καὶ ὄαϲ ὄατοϲ καὶ ὦϲ ὠτόϲ.

    Ἰϲτέον δὲ ὅτι τινὲϲ τὸ φῶϲ ἀπὸ τοῦ φάοϲ λέγουϲι γεγενῆϲθαι κατὰ κρᾶϲιν τοῦ ᾱ καὶ ο εἰϲ ω, οἵτινεϲ οὐκ ἀκριβῶϲ λέγουϲι· τὸ γὰρ φάοϲ εἰϲ δῦϲ ἔχει τὴν γενικὴν οἷον φάουϲ. ἔχομεν γὰρ ὅτι τὸ εἰϲ οϲ οὐδέτερα ὀνόματα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τεῖχοϲ τείχουϲ, βάθοϲ βάθουϲ, ἦθοϲ ἤθουϲ, βέλοϲ βέλουϲ τὸ δὲ φῶϲ διὰ τοῦ τοϲ κλίνεται οἷον φωτόϲ. εἰ δὲ ἦν ἀπὸ τοῦ φάοϲ, ὤφειλεν ὁμοίωϲ αὐτῷ εἰϲ ουϲ ἔχειν τὴν γενικήν, ἐπειδὴ τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν. κρεῖττον οὖν ἐϲτι ϲχηματίϲαι αὐτὸ ἀπὸ τοῦ φάοϲ καθ᾿  ὑπερβιβαϲμὸν τοῦ ο φόαϲ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω, φῶϲ δηλονότι· οὐκέτι. [*](1. 11 transiit in E. M. 814, 23; de plurali χρέα Herod. in Il. Pr. Δ 109: τὸ χρέεα χρέα ϲυγκοπή. cf. Χ 347 et Λ 385. l. 15 pro iis, quae Choerob. habet de οὖϲ. τὸ δὲ ὄαϲ γίνεται οὖαϲ κατὰ πλεοναϲμὸν τοῦ ῡ καὶ κατὰ ϲυγκοπὴν οὖϲ posui, quae Herod. in libro περὶ παθῶν pronunciavit in E. M. 638, 54 cf. Mon. 14. 31: οὖαϲ καὶ ἡ γενικὴ οὔατοϲ καὶ ὄαϲ, ἔνθεν ὄατοϲ, καὶ ὦαϲ, ἔνθεν ὤατοϲ καὶ ὦϲ, ἔνθεν ὦτόϲ. De φόαϲ habemus testimonium Eustathii 1896, 5: εὐθεῖα ἑνικὴ ὄαϲ καθ᾿  Ἡρωδιανὸν ὡϲ φόαϲ, διὸ καὶ ϲυναιρεθέντα εἰϲ φῶϲ καὶ ὦϲ ἃ δὴ μόνα ἐν οὐδετέροιϲ εἰϲ ωϲ λήγει, διὰ τοῦ τ κλίνεται neque causam video, cur cum Lobeckio El. II 107 Eustathii fidem in suspicionem vocem.)

    777
    γὰρ ἡ κλίϲιϲ ἀντίκειται, καὶ τὸ φόαϲ γὰρ διὰ τοῦ τοϲ κλίνεται. καὶ ἐπὶ ἄλλων δὲ ἔχομεν πρῶτον ὑπερβιβαϲμὸν γενόμενον, καὶ οὕτωϲ κρᾶϲιν, ὡϲ ἐπὶ τοῦ «πεδία λωτεῦντα» (Μ 283), ἀντὶ τοῦ ἀνθοῦντα λωτὸν ἔχοντα (λωτὸϲ δέ ἐϲτιν εἶδοϲ βοτάνηϲ).ἐὰν γὰρ ἀπὸ τοῦ λωτόενταεἴπωμεν αὐτό, λωτοῦντα εἶχεν εἶναι διὰ τῆϲ ου διφθόγγου· τὸ γὰρ ο καὶ ε οὐδέποτε εἰϲ τὴν ευ δίφθογγον κίρναται ἀλλ᾿  εἰϲ τὴν ου οἷον τὸ ἐμόν τοὐμόν, προέϲτη προὔϲτη, προέβη προὔβη· ἀλλὰ λέγομεν ὅτι ἀπὸ τοῦ λωτόεντα καθ’ ὑπερβιβαϲμὸν τοῦ ε γέγονε λωτέοντα, καὶ κατὰ κρᾶϲιν Δωρικὴν ἢ Ἰωνικὴν τοῦ ε καὶ ο εἰϲ τὴν ευ δίφθογγον λωτεῦντα, ὥϲπερ Ἐρέβεοϲ Ἐρέβευϲ,
  • ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο (Θ 368).