Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 86, 1: τῶν εἰϲ ηρ βαρυτόνων τὰ μὲν μακρᾷ παραληγόμενα τρέπει τὸ η εἰϲ ε ἐν τῇ γενικῇ οἷον Πίηρ Πίεροϲ, φράτηρ φράτεροϲ (φράτερεϲ δέ εἰϲιν οἱ ϲυγγενεῖϲ). τὰ δὲ βραχείᾳ παραληγόμενα φυλάττει τὸ ἐν τῇ γενικῇ οἷον ἐρίηρ ἐρίηροϲ (ὁ εὐάρμοϲτοϲ), Ἴβηρ Ἴβηροϲ· πάνθηρ πάνθηροϲ τὴν τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξε, λέγω δὴ τοῦ θήρ θηρόϲ, ἐπειδὴ τοῦτο ὡϲ μακρᾷ παραληγόμενον ὤφειλε τρέψαι τὸ η εἰϲ τὸ ἑ ἐν τῇ γενικῇ.

Choer. 346, 20: τὰ εἰϲ ηρ λήγοντα θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν τρέπει τὸ η εἰϲ τὸ ἐν τῇ γενικῇ οἷον εἰνάτηρ εἰνάτεροϲ «καὶ εἰνατέρων ἐϋπέπλων» (Ζ 378) (ϲημαίνει δὲ τὴν ϲύννυμφον), Δημήτηρ Δημήτεροϲ, καὶ κατὰ ϲυγκοπὴν γίνεται Δήμητροϲ, θυγάτηρ θυγατέροϲ, καὶ μήτηρ μητέροϲ, ὅπερ κατὰ ϲυγκοπὴν θυγατρόϲ καὶ μητρόϲ. τὸ δὲ ῥαιϲτήρ, ϲωτήρ, ἀήρ καὶ ὅϲα τοιαῦτα ἀρϲενικὰ ὄντα πολλάκιϲ οἱ ποίηταὶ μεταφέρουϲιν εἰϲ θηλυκὸν γένοϲ οἷον τὸν ῥαιϲτῆρα, τὴν ῥαιϲτῆρα οἷον ῥαιϲτῆρα κραταιήν» (Ϲ 477) (ἀντὶ τοῦ ϲφῦραν, καὶ ἔϲτι παρὰ τὸ ῥαίω τὸ φθείρω), τὸν ἀέρα τὴν ἀέρα, τὸν ϲωτῆρα τὴν ϲωτῆρα, οὐκ ἀντίκειται ἡμῖν οὔτε κατὰ τόνον, οὔτε κατὰ κλίϲιν, ἐπειδὴ κατὰ ποιητικὴν ἐξουϲίαν ἀπὸ ἀρϲενικοῦ γένουϲ μετηνέχθη εἰϲ θηλυκὸν γένοϲ, καὶ λοιπὸν τὴν κλίϲιν καὶ τὸν τόνον τοῦ ἀρϲενικοῦ γένουϲ ἐφύλαξεν.

Τὰ εἰϲ υρ ὀνόματα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον ψίθυρ ψίθυροϲ, μάρτυρ μάρτυροϲ. τοῦτο δὲ τὸ μάρτυρ γίνεται ἐκ τοῦ μάρτυϲ κατὰ τὴν Αἰολέων διάλεκτον. ἐκεῖνοι γὰρ τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ. οὕτωϲ οὖν καὶ μάρτυϲ μάρτυρ, ἀφ᾿  ἧϲ ἐκπίπτει τὸ πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι· οἱ δέ γε μάρτυροι ἀπὸ τῆϲ ὁ μάρτυροϲ εὐθείαϲ οἷον Ζεὺϲ δ᾿  ἄμμ᾿  ἐπιμάρτυροϲ ἔϲτω» (Η 76). τὸ δὲ Ἴλλυρεϲ καὶ Κέρκυρεϲ καὶ Ἄϲϲυρεϲ παῤ Ἐρατοϲθένει οὐ κλίϲεωϲ ἔϲτι, ἀπὸ [*](1. 7 cf. 317, 14 quo loco quae de etymis vocabulorum πατήρ, ἀϲτὴρ, ϲπινθήρ, Ἐλευθήρ dicta sunt, ex Herodiano fluxisse non videntur, certe eum non, ut ap. Choerob. factum est, Ἐλευθήρ cum ἤλευθα perfecto medii consociasse, sed cum ἐλευθερόϲ, apparet ex St. B. 265, 10, cf. praeterea Choer. Ep. in Psalm. 7, 29. l. 8 cf. p. 320, 11. l. 27 pro iis, quae Choer. p. 86, 9 habet secutus Apollon. de pron. p. 113 (cf. Lob. El. II 290): τὰ εἰϲ υρ πάντα ἀπὸ πεπονθότων ἐϲτίν· ἔϲτι γὰρ τὸ μάρτυρ ἀπὸ τῆϲ μάρτυροϲ εὐθείαϲ γινόμενον κατὰ ϲυγκοπὴν (i. e. ἀποκοπήν) ταύτηϲ δὲ τῆϲ μάρτυροϲ εὐθείαϲ μάρτυροι ἐϲτίν ἡ εὐθεῖα τῶν πληθυντικῶν ὡϲ παρὰ τῷ ποιητῇ (Β 312) «μάρτυροι, οὓϲ μὴ κῆρεϲ ἔβαν θανάτοιο φέρουϲαι» — exhibui quae Herodianea esse testantur E. M. 506, 20, Eustath. 114, 15 coll. 1807, 6, ad Dionys. 492, St. B. 137, 5 s. Ἄϲϲυρ.)

748
εὐθείαϲ τῆϲ Ἴλλυρ, Κέρκυρ, Ἄϲϲυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶϲιν μεταπέπλαϲται ἐκ τοῦ Ἰλλυρίοι καὶ Κερκυραῖοι καὶ Ἀϲϲύριοι ὡϲ οἱ θεράποντεϲ εὕρηνται θέραπεϲ λεγόμενοι καὶ οἱ πολύποδεϲ πώλυπεϲ.

Choer. 345, 30: τὰ εἰϲ ειρ λήγοντα μονοϲύλλαβα τρία μόνα ἐϲτίν, ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρϲενικά. τὸ Εἴρ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) καὶ τὸ φθείρ. τὸ γὰρ Φθίρ τὸ κύριον ὄνομα, λέγω δὴ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνοϲ, διὰ τοῦ ῑ γράφεται. ὑπὲρ μίαν ϲυλλαβὴν εὑρίϲκομεν τὸ ἀντίχειρ καὶ Βέχειρ (ἔϲτι δὲ ἔθνοϲ), καὶ τὸ Ϲάπειρ, ὁμοίωϲ ἔθνοϲ. ταῦτα δὲ πάντα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον ἀντίχειρ ἀντίχειροϲ

  • μετὰ δ’ αὖ — φῦλα Βεχείρων
  • ἐξείηϲ δὲ Ϲάπειρεϲ (Apoll. Rh. 2, 394),
  • φθείρ φθειρόϲ· τοῦτο δὲ ἀρϲενικῶϲ λέγεται, οὐδὲ γὰρ ὡϲ λέγουϲι τινὲϲ τὰϲ φθεῖραϲ θηλυκῶϲ ἐν τῇ ϲυνηθείᾳ, τὸ χείρ διχῶϲ εὑρέθη κλινόμενον οἷον χειρόϲ διὰ τῆϲ εῑ διφθόγγου καὶ χερόϲ χωρὶϲ τοῦ ῑ· καὶ πολλή ἐϲτιν ἡ χρῆϲιϲ τῆϲ χερόϲ γενικῆϲ τῆϲ χωρὶϲ τοῦ ῑ, οὐ μόνον παρὰ ποιηταῖϲ, ἀλλὰ καὶ παρὰ τραγικοῖϲ καὶ παρὰ ἰαμβουράφοιϲ, μὴ οὖϲι μήτε κωμικοῖϲ μήτε τραγικοῖϲ. ἡ δὲ δοτικὴ τῶν πληθυντικῶν χερϲί μόνωϲ χωρὶϲ τοῦ ῑ λέγεται, καὶ οὐδέποτε διὰ τῆϲ εῑ διφθόγγου. ἡ δὲ γενικὴ καὶ δοτικὴ τῶν δυικῶν τοῖν χεροῖν λέγεται ὡϲ ἐπὶ τὸ πλεῖϲτον χωρὶϲ τοῦ ῑ, ϲπανίωϲ δὲ διὰ τῆϲ εῑ διφθόγγου χειροῖν. ποτὲ δὲ καὶ τὸ χείρ κλίνεται μετατεθείϲηϲ τῆϲ εῑ διφθόγγου εἰϲ η, ᾧ μαρτυρεῖ Ἀλκμὰν ἐν τῷ «ἐπ᾿ ἀριϲτερὰ χηρὸϲ ἔχων».

    Τὰ εἰϲ ωρ μονοϲύλλαβα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἶον φώρ φωρόϲ. εἰϲ ωβ θηλυκὸν οὐκ ἔχομεν πλὴν τοῦ ὦρ, ἀφ᾿  οὖ τὸ «ἀμυνέμεναι ὤρεϲϲιν» (Ε 486). ἀπὸ γὰρ τοῦ ὄαρ ἐγένετο κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω ὦρ ὥϲπερ κρείττονα κρείττω.

    Choer. 87, 4: τὰ εἰϲ ωρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν εἰ μὲν ὀξύνεται, τὸ φυλάττει ἐπὶ τῆϲ γενικῆϲ οἷον ἰχώρ ἰχῶροϲ (τὸ ϲεϲηπὸϲ αἷμα) τὰ δὲ βαρύτονα εἰ μὲν ἔχει τὸ λ, φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον κέλωρ κέλωροϲ (ϲημαίνει δὲ τὸν υἱὸν παρὰ τὸ κελεύεϲθαι), πέλωρ πέλωροϲ (ὁ μέγαϲ, ἐξ οὖ καὶ τὸ πελώριοϲ ὁ μέγαϲ ὁμοίωϲ)· εἰ δὲ μὴ ἔχει τὸ λ, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον Νέϲτωρ Νέϲτοροϲ, Ἕκτωρ Ἕκτοροϲ, οἰκήτωρ οἰκήτοροϲ, παντοκράτωρ παντοκράτοροϲ καὶ τὰ ὅμοια. Δεῖ προϲθεῖναι, χωρὶϲ εἰ μὴ κατὰ ποιητικὴν ἐξουϲίαν φυλάξῃ τὸ ω ἐν τῇ γενικῇ οἷον ὡϲ ἐπὶ τοῦ μήϲτωρ, τοῦτο γὰρ παρὰ τῷ Ὁμήρῳ ἐπὶ μὲν τοῦ κυρίου τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον [*](1. 4 coll. 86, 24, de χηρόϲ genetivo sunt ex Eustath. 110, 38, ubi diserte additum est κατὰ Ἡρωδιανόν (fr. 37), Ep. Cr. I 440, 7. l. 12 n Apollonii versu M. habet Ϲάπφειρεϲ. l. 24 Choer. 347, 17, ubi diserte dicitur Herodianum ὤρεϲιν ab ὦρ duxisse (cf. fr. 33), quum Choer. ex ὄαροι per metaplasmum ὀάρεϲι propagatum et hoc per crasin ὤρεϲιν fictum esse pronunciet. cf. Eustath. 573, 29. l. 28 cf. 320, 30; 348, 10; adnotamentum de vocabuli μήϲτωρ declinatione habent etiam Ep. Cr. I 146, 3.)

    749
    «Μήϲτορά τ᾿  ἀντίθεον» (Ω 257). ἐπὶ δὲ τοῦ ἐπιθέτου ἀεὶ παρὰ τῷ ποιητῇ φυλάϲϲει τὸ ω ἐν τῇ γενικῇ οἶον «μήϲτωραϲ ἀὕτῆϲ (Ν 93) «μήϲτωρε φόβοιο» (Ε 272), ἀντὶ τοῦ ἐμπείρουϲ καὶ ἐπιϲτήμοναϲ. τοιαῦτα δὲ εὑρίϲκομεν καὶ ἄλλα παρὰ τοῖϲ ἀρχαίοιϲ φυλάττοντα τὸ ω ἐν τῇ γενικῇ οἷον ἠλέκτωρ ἠλέκτωροϲ, ταλάωρ ταλάωροϲ (ἠλέκτωρ μὲν γὰρ λέγεται ὁ ἥλιοϲ, ταλάωρ δὲ τόξον), προπάτωρ προπάτωροϲ, ταῦτα δὲ ποιητικά ἐϲτιν, ἐπεὶ ἡμᾶϲ διὰ τοῦ ο δεῖ γράφειν αὐτά.

    Choer. 318, 24: τὸ πατὴρ πατέροϲ γίνεται κατὰ ϲυγκοπὴν πατρόϲ ἐν τῇ γενικῇ, καὶ μήτηρ μητέροϲ μητρόϲ, καὶ θυγάτηρ θυγατέροϲ θυγατρόϲ· τὸ δὲ ἀνήρ ἀνέροϲ, γενόμενον κατὰ ϲυγκοπὴν ἀνρόϲ, ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ καὶ ἐγένετο ἀνδρόϲ οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρόϲ χωρὶϲ τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὕτε ἐν ϲυλλήψει δύναται εἶναι οὕτε ἐν διαϲτάϲει.

    Τὸ μητέροϲ καὶ θυγατέροϲ οὐκ ἐφύλαξε τὸν τόνον ἐν τῇ αὐτῇ ϲυλλαβῇ, ἐν ᾗ καὶ ἡ εὐθεῖα ἔχει αὐτόν, ἀλλὰ κατεβίβαϲεν αὐτὸν μίαν ϲυλλαβὴν καὶ πρὸ μιᾶϲ ἔχει τὸν τόνον. καὶ λέγομεν ὅτι ἠκολούθηϲε τοῖϲ ἰδίοιϲ ϲυγγενικοῖϲ, φημὶ δὴ τῷ πατέροϲ, ἀνέροϲ, δαέροϲ, ὥϲπερ καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρϲενικὰ ἠκολούθηϲε τούτοιϲ κατὰ τὴν ἰδίαν κλητικὴν καὶ γέγονεν ἄνερ πάτερ ϲῶτερ δᾶερ ὥϲπερ μῆτερ καὶ θύγατερ.

    Choer. 348, 15: ἄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ τὸ γαϲτήρ γαϲτέροϲ ϲτέροϲ γίνεται κατὰ ϲυγκοπὴν γαϲτρόϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ ἀϲτήρ ἀϲτέροϲ γίνεται κατὰ ϲυγκοπὴν ἀϲτρόϲ; καὶ ἐπιλύονταί τινεϲ λέγοντεϲ ὅτι ἐπειδὴ τὸ ἀϲτήρ ἀρϲενικόν ἐϲτι, τούτου χάριν οὐ πάϲχει ϲυγκοπήν. οὖτοι οὐκ ἀκριβῶϲ λέγουϲι· καὶ γὰρ καὶ ἐπὶ ἀρϲενικῶν ὁρᾶται πολλάκιϲ ἡ τοιαύτη ϲυγκοπὴ κατὰ τὴν γενικήν, ὡϲ ἐπὶ τοῦ πατήρ πατέροϲ πατρόϲ, καὶ ἀνήρ ἀνέροϲ ἀνδρόϲ τοῦ δ μετὰ τὴν ϲυγκοπὴν πλεονάϲαντοϲ. κρεῖττον οὖν ἐϲτιν ἐπιλύϲαϲθαι οὕτωϲ· αἱ ϲυγκοπτόμεναι γενικαὶ μιμεῖϲθαι θέλουϲι τὰϲ ὀξυτόνουϲ εὐθείαϲ οἷον ἡ ἀνδρόϲ γενικὴ μιμεῖται τὴν χονδρόϲ εὐθεῖαν, καὶ πάλιν ἡ μητρόϲ καὶ πατρόϲ γενικὴ μιμεῖται τὴν ἰατρόϲ εὐθεῖαν ἐπειδὴ οὖν ἡ ἀϲτέροϲ γενικὴ εἰ ϲυνεκόπτετο καὶ ἐγένετο ἀϲτρόϲ οὐκ εἶχε μιμεῖϲθαι εὐθεῖαν διὰ τοῦ ϲτροϲ ἐκφερομένην ὀξότονον, τὸ γὰρ Ἴϲτροϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) βαρύνεται, τούτου χάριν ὡϲ μὴ ἔχουϲα εὐθεῖαν ἣν ὤφειλε μιμήϲαϲθαι οὐ ϲυγκόπτεται. εἰ δέ τιϲ εἴποι ὅτι τούτῳ τῷ λόγῳ τε ἡ γαϲτέροϲ γενικὴ ὤφειλε ϲυγκοπὴν ἀναδέξαϲθαι καὶ γενέϲθαι γαϲτρόϲ, οὕτε γὰρ αὕτη ἔχει εὐθεῖαν, ἣν ὤφειλε μιμήϲαϲθαι, οὐδὲ γὰρ ἔχομεν, ὡϲ εἴρηται, εὐθεῖαν διὰ τοῦ ϲτροϲ ἐκφερομένην ὀξύτονον, λέγομεν ὅτι ἐπειδὴ τὸ γαϲτήρ κατὰ τὴν εὐθεῖαν παραλόγωϲ ὀξύνθη, τούτου χάριν καὶ κατὰ τὴν γενικὴν παραλόγωϲ ἀνεδέξατο ϲυγκοπήν.

    Τὸν ἀνέρα γίνεται κατὰ ϲυγκοπὴν ἄνδρα καὶ θυγατέρα θύγατρα, [*](1. 8 cf. περὶ ϲυντάξεωϲ τῶν κδ΄ ϲτοιχείων fr. 16 et 17. l. 14 Choer. 346 27. l. 20 cf. 347, 1. l. 40 Ep. Cr. I 346, 7, Choer. 349, 7. Non Herodiani est ea causa, propter quam Ϲhoer. μητέρα et πατέρα non per syncopen μῆτρα)

    750
    ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον καὶ τὸ μητέρα γίνεται κατὰ ϲυγκοπὴν μῆτρα οὐδὲ τὸ πατέρα ϲυγκέκοπται, τὴν δὲ γενικὴν τῶν πληθυντικῶν ϲυνέκοψεν Ὅμηροϲ «ἐξέτι πατρῶν» (θ 245) ἴϲωϲ μιμούμενοϲ τὴν ἑνικὴν γενικήν.

    Choer. 319, 22: ἰϲτέον ὅτι ἐὰν εὑρεθῇ ἕτερον ϲύμφωνον, ἀποβάλλεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Πάριδι Πάριϲι, Πλάτωνι Πλάτωϲι, λέοντι λέουϲι· χωρὶϲ εἰ μὴ εὑρεθῇ τὸ ρ, τοῦτο γὰρ φυλάττεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲι, ἢ εἰϲ δύο ϲύμφωνα λήγει ἡ εὐθεῖα, τότε γὰρ φυλάττεται τὰ δύο ϲύμφωνα καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἐπειδὴ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν ἐκ τῆϲ εὐθείαϲ κανονίζεται προϲθέϲει τοῦ ῑ οἷον ἅλϲ ἁλϲί, Τῖρυνϲ Τίρυνϲιν, ἕλμινϲ ἕλμινϲι, μάκαρϲ μάκαρϲι. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν, εἰ μὲν εὑρεθῇ ἕτερον ϲύμφωνον, ἀποβάλλει αὐτὸ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Πάριδι Πάριϲι, Πλάτωνι Πλάτωϲιν, εἰ δὲ εὑρεθῇ τὸ ρ, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲι. ἔϲτιν οὖν ταύτην εἰπεῖν τὴν ἀπολογίαν, ὅτι τὸ ρ ἐνομίϲθη φωνῆεν εἶναι. ἐπειδὴ ἡνίκα εὑρεθῇ φωνῆεν ἔχουϲα ἡ δοτικὴ τῶν ἑνικῶν, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον ὄφεϊ ὄφεϲι, πόλεϊ πόλεϲι, μάντεϊ μάντεϲι, τούτου χάριν ἡνίκα εὑρεθῇ ἔχουϲα τὸ ρ, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲι. Choer. 349, 27: ὡϲ ὄφει ὄφεϲι, τάχεϊ τάχεϲι, Πάριδι Πάριϲι, Πλάτωνι Πλάτωϲιν, Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲιν, οὕτωϲ οὖν καὶ μητέρι μητέρϲι, καὶ διὰ τὴν εὐφωνίαν ὑπερβιβαϲμὸϲ γίνεται τοῦ ρ, καὶ τροπὴ παρακολουθεῖ τοῦ ε εἰϲ ᾱ καὶ γίνεται μητράϲιν, ὥϲπερ πατέρι πατέρϲι καὶ πατράϲι, καὶ θυγατέρι θυγατέρϲι καὶ θυγατράϲι, καὶ ἀνήρ ἀνέρϲι καὶ ἀνδράϲι, τοῦ δ πλεονάϲαντοϲ. δύναται δὲ καὶ ἀπὸ τῆϲ κατὰ ϲυγκοπὴν δοτικῆϲ τῶν ἑνικῶν κανονιϲθῆναι καὶ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν. ἔϲτι γὰρ ἡ κατὰ ϲυγκοπὴν δοτικὴ τῶν ἑνικῶν μητρί καὶ πατρί καὶ θυγατρί καὶ ἀνδρί· καὶ ἐπειδὴ τοῦ ϲ προϲερχομένου ἀϲυνταξία γίνεται, τούτου χάριν πλεοναϲμὸϲ παρακολουθεῖ τοῦ ᾱ καὶ γίνεται μητράϲι καὶ πατράϲι καὶ θυγατράϲι καὶ ἀνδράϲιν ἡ δοτικὴ τῶν πληθυντικῶν.

    Περὶ τῶν εἰϲ ψ.

    Καθόλου τὰ εἰϲ ψ λήγοντα εἴτε μονοϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ εἴτε ἁπλᾶ εἴτε ϲύνθετα διὰ τοῦ π κλίνεται οἶον ὤψ ὠπόϲ ὁ ὀφθαλμόϲ καὶ ὄνομα κύριον «Εὐρύκλει᾿  Ὦποϲ θυγάτηρ» (α 429), θήψ θηπόϲ (ϲημαίνει δὲ τὸν κόλακα), κνίψ κνιπόϲ (τὸ δὲ μετὰ τοῦ ϲ ϲκνίψ κλίνεται [*](et πάτρα proferri dicit: ἵνα μὴ ϲυνεμπέϲῃ τῷ μήτρα καὶ πάτρα εὐθείᾳ. Nam Herodianum ad diversitatem temporis attendisse certum est. l, 33 utraque explicatio ab Herodiano profecta esso videtur, quamquam posteriorem ab eo prae latam esse apparet ex Il. Pr. Χ 28 et Io. Al. 11, 27 αἱ πλεονάϲαϲαι τὸ ᾱ κατὰ τὴν παραλήγουϲαν παροξύνονται πατράϲι θυγατράϲι μητράϲι, Arc. 138, 2.) [*](1. 35 Choer. 87, 26 et 322, 5, An. Ox. II 424, 13 quae de formarum κνίψ)

    751
    ϲκνιπόϲ καὶ ϲκνιφόϲ), κύκλωψ κύκλωποϲ, ἑλίκωψ ἑλίκωποϲ ὁ εὐόφθαλμοϲ, λαῖλαψ λαίλαποϲ πλὴν τεϲϲάρων ἐν μονοϲυλλάβοιϲ, λέγω δὴ τοῦ φλέψ φλεβόϲ, φάψ φαβόϲ, Νίψ Νιβόϲ (ὄνομα κρήνηϲ) καὶ λίψ λιβόϲ ὁ ἄνεμοϲ, ἐν δὲ τοῖϲ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλῶν μὲν ε΄ Ἄραψ Ἄραβοϲ, Χάλυψ Χάλυβοϲ, Κίνυψ Κίνυφοϲ (ποταμὸϲ Λιβύηϲ), Θάρυψ Θάρυβοϲ (ἔϲτι δὲ ὄνομα κύριον), Ϲκίραψ Ϲκίραφοϲ (ἔϲτι δὲ ὄνομα κύριον παρὰ τοῖϲ κωμικοῖϲ εὑριϲκόμενον), ϲυνθέτων δὲ δύο, τοῦ κατῆλιψ κατήλιφοϲ (ϲημαίνει δὲ τὴν μέϲην ϲτέγην ἀπὸ τοῦ κατειλῆφθαι ὑπὸ τοῦ ξύλου ἤ τινοϲ τοιούτου, ἐφ᾿ ὧν τὰ καταϲτρώματα τίθεται καὶ τὸ ἀπὸ τῆϲ τρόπεωϲ τοῦ ἱϲτοῦ, ᾧ προϲδέδεται ὁ ἱϲτόϲ) καὶ τοῦ χέρνιψ χέρνιβοϲ καὶ τῶν ἀπὸ τῶν εἰϲ βω ῥημάτων οἶον πεδότριψ πεδότριβοϲ (τῶν κατατετριμμένων εἰϲ πέδαϲ, τουτέϲτιν εἰϲ δεϲμούϲ), οἰκότριψ οἰκότριβοϲ (ϲημαίνει δὲ τὸν οἰκογενῆ), χοιρότριψ χοιρότριβοϲ καὶ τὰ ὅμοια.

    Choer. 322, 13: ἰϲτέον δὲ ὅτι τὰ μὴ κλιθέντα διὰ τοῦ π τἢν ἀναλογίαν ἐπλήρωϲαν· ὃν γὰρ τρόπον τὰ εἰϲ ξ λήγοντα κλίνεται διὰ δαϲέοϲ ἢ ψιλοῦ ἢ μέϲου, τουτέϲτι διὰ τοῦ γ ἢ κ ἢ χ οἷον ὄρτυξ ὄρτυγοϲ, θώραξ θώρακοϲ, ὄνυξ ὄνυχοϲ, τὸν αὐτὸν τρόπον καὶ τὰ εἰϲ ψ λήγοντα διὰ δαϲέοϲ ἢ ψιλοῦ ἢ μέϲου κλίνεϲθαι θέλει τουτέϲτι διὰ τοῦ β ἢ π ἢ φ οἷον Ἄραψ Ἄραβοϲ, Κύκλωψ Κύκλωποϲ, Κίνυψ Κίνυφοϲ. ταῦτα οὖν τὰ δοκοῦντα εἰϲ ψ παράλογα τὰ τῆϲ ἀναλογίαϲ ἐφύλαξε κλιθέντα διὰ τοῦ β καὶ φ. λοιπὸν γὰρ εὑρίϲκεται τῇ προφάϲει ταύτῃ τὰ εἰϲ ψ λήγοντα κλινόμενα διὰ δαϲέοϲ καὶ ψιλοῦ καὶ μέϲου, τουτέϲτι διὰ τοῦ β ἢ  π ἢ ψ.

    Περὶ θηλυκῶν ὀνομάτων.

    Περὶ τῶν εἰϲ ᾱ.

    Choer. 323, 30: τὰ εἰϲ ᾱ λήγοντα θηλυκά, ἐὰν μὲν ἔχῃ τὸ ᾱ καθαρόν, τουτέϲτι μὴ προηγουμένου ϲυμφώνου, ἢ πρὸ τοῦ ᾱ τὸ ρ, ἢ μακρόν, φυλάττει καὶ ἐν τῇ γενικῇ, φημὶ δὴ τὸ ᾱ, καὶ προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν γενικήν. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· τὸ ᾱ μὲν καθαρὸν οἷον μαῖα μαίαϲ, γραῖα γραίαϲ, γαῖα γαίαϲ, Μήδεια Μηδείαϲ (τὸ γὰρ

  • Μηδείηϲ ὑπ᾿  ἔρωτι Apoll. Rh. 3, 31
  • Ἰωνικόν ἐϲτι), Κράτεια Κρατείαϲ, Ἀλεξάνδρεια Ἀλεξανδρείαϲ, Καιϲάρεια Καιϲαρείαϲ, Ἀντιόχεια Ἀντιοχείαϲ. πρὸ τοῦ ᾱ τὸ ρ οἶον ϲφαῖρα ϲφαίραϲ, Δηϊάνειρα Δηϊανείραϲ, εὐπάτειρα εὐπατείραϲ, ϲώτειρα ϲωτείραϲ, γενέτειρα γενετείραϲ, ἄρουρα ἀρούραϲ. τὸ δὲ ᾱ μακρὸν οἶον Ἀθηνᾶ Ἀθηνᾶϲ (μακρὸν γὰρ ἔχει τὸ ᾱ), μνᾶ μνᾶϲ, Ναυϲικᾶ Ναυϲικᾶϲ, Ἀνδρομέδα Ἀνδρομέδαϲ, Λήδα Λήδαϲ (τὸ γὰρ [*](et ϲκνίψ declinatione praebui, sunt ex Ep. Cr. I 391, 6. Quamquam canonem, quem Choeroboscus hic proponit, se Ioanni Characi debere dicit Choerob., tamen non dubitandum est, quin et ipse Charax Herodianum exscripserit. l. 5 et Κίνυψ cod., cf. Cathol. p. 247;  sed vereor ne κῖνυψ scribendum sit, cf. Thesaurum.)
    752
  • Λήδην εἶδον τὴν Τυνδαρέου παράκοιτιν λ 297
  • ἀπὸ τοῦ ἡ Λήδη ἐϲτί), Φιλομήλα Φιλομήλαϲ, Διοτίμα Διοτίμαϲ, Ἥρα Ἥραϲ, φοβερά φοβερᾶϲ. ταῦτα δὲ ὡϲ ἔχοντα τὸ ᾱ καθαρὸν καὶ μετὰ τοῦ ρ καὶ ἐκτεταμένον φυλάττει τὸ ᾱ ἐν τῇ γενικῇ. ἐὰν δὲ μηδὲν ἐκ τούτων τῶν τριῶν ἔχῃ τουτέϲτι μήτε τὸ καθαρὸν ᾱ, μήτε πρὸ τοῦ ᾱ τὸ ρ, μήτε ἐκτεταμένον τὸ ᾱ, τρέπει τὸ ᾱ εἰϲ τὸ η ἐν τῇ γενικῇ μετὰ τοῦ προϲλαμβάνειν δηλονότι τὸ ϲ οἷον μοῦϲα μούϲηϲ, δόξα δόξηϲ, ῥίζα ῥίζηϲ, δίψα δίψηϲ, ἄελλα ἀέλληϲ, θύελλα θύελληϲ, Ϲκύλλα Ϲκύλληϲ, ἅμαξα ἁμάξηϲ, τράπεζα τραπέζηϲ, τύπτουϲα τυπτούϲηϲ, χαρίεϲϲα χαριέϲϲηϲ.

    Ἰϲτέον ὅτι τῶν ϲυμφώνων τὰ μὲν τῷ ᾱ χαίρει, τὰ δὲ τῷ η, τὰ δὲ τῷ ᾱ καὶ τῷ η. οἷον τὸ βῆτα τῷ η χαίρει οἷον Θίϲβη, Ἀρίϲβηὡϲαύτωϲ δὲ καὶ τὸ γ οἷον ϲτέγη, αὐγή, κραυγή· καὶ τὸ δ δὲ τῷ η χαίρει οἷον Ἴδη, Νέδη, Ϲίδη, ὅθεν καὶ τὸ Λήδη οἷον

  • καὶ Λήδην εἶδον τὴν Τυνδαρέου παράκοιτιν,
  • ἀναλογώτερόν ἐϲτι τοῦ Λήδα καὶ τὸ Ἀνδρομέδη τοῦ Ἀνδρομέδα. ἀλλὰ λέγομεν ὅτι Λήδη καὶ Ἀνδρομέδη ἦν, καὶ ἔτρεψε Δωρικῶϲ τὸ η εἰϲ ᾱ δηλονότι μακρὸν καὶ ἐγένετο Λήδα καὶ Ἀνδρομέδα. τὸ ζ τῷ ᾱ χαίρει οἷον ῥίζα, μᾶζα, χάλαζα. τὸ ξ ὁμοίωϲ τῷ ᾱ χαίρει οἷον δόξα, μύξα, ἅμαξα· ὡϲαύτωϲ καὶ τὸ ψ οἷον δίψα· καὶ τὸ ϲ δὲ τῷ ᾱ χαίρει οἷον μοῦϲα, φῦϲα, πῖϲα, κνῖϲα, θάλαϲϲα. τὸ δὲ θ τῷ ᾱ χαίρει καὶ τῷ η οἳον μέθη, λήθη, κριθή, μίνθα (τὸ ἡδύοϲμον)· ὡϲαύτωϲ δὲ καὶ τὸ λ τῷ ᾱ χαίρει καὶ τῷ η· ἐὰν μὲν εὑρεθῇ δύο λλ, τῷ ᾱ χαίρει οἳον θύελλα, ἄελλα, ἅμιλλα, Ϲκύλλα, πλὴν τοῦ Ἕλλη καὶ Πέλλη. ἰδοὺ γὰρ ταῦτα δύο λλ ἔχοντα εἰϲ η καταλήγει (ἔϲτι δὲ τὸ μὲν Ἕλλη ὄνομα κύριον γυναικόϲ, τὸ δὲ Πέλλη ὄνομα πόλεωϲ). ἐὰν δὲ εὑρεθῇ ἓν λ μὴ ἔχον προηγούμενον ϲύμφωνον, τῷ η χαίρει οἷον Ἐριφύλη, Ϲεμέλη, πύλη, αὐλή, φυλή, χηλή ὄνυξ, πλὴν τοῦ παῦλα καὶ τοῦ ἀνάπαυλα, ταῦτα γὰρ ἓν λ ἔχοντα διὰ τοῦ ᾱ ἐγένετο, ϲημαίνει δὲ τὴν ἀνάπαυϲιν· τὸ γὰρ Φιλομήλα Δωρικῶϲ ἔτρεψε τὸ η εἰϲ τὸ ᾱ μακρόν, Φιλομήλη γὰρ ἦν. ὁμοίωϲ δὲ καὶ τὰ ἔχοντα τὸ λ ἐν ἐπιπλοκῇ ϲυμφώνου τῷ η χαίρει οἷον ζεύγλη (ϲημαίνει δὲ τὸν λῶρον τὸν ϲυνέχοντα τὸν ζυγὸν πρὸϲ τὸ ζῷον), τρίγλη, κίχλη, ὀμίχλη (τὸ γὰρ ζεῦγλα εὑρεθὲν παρὰ τοῖϲ ἀρχαίοιϲ κατὰ ποιητικὴν ἐξουϲίαν ϲυνέϲτειλε τὸ η εἰϲ ᾱ). περὶ δὲ τοῦ Αὐγούϲτα λέγουϲιν ὅτι ὤφειλεν Αὐγούϲτη εἶναι ἡ εὐθεῖα διὰ τοῦ η, τὸ τ γὰρ τῷ χαίρει οἷον χαίτη, ἐλάτη, Ἀφροδίτη, μελέτη, ἀρετή, τελευτή, καὶ κατὰ [*](1. 12 Θίϲβη scripsi pro Θίβη, nam nomen Amazonis vulgo Θίβα scribitur et nominativus Θίβη ap. St. B. s. Θιβαΐϲ a Meinekio in suspicionem vocatur; potui etiam scribere Θήβη. Pro Νίδη scripsi ex St. B. Νέδη. Caeterum quae hic Choeroboscus de exitu ᾱ et η profert, congruunt cum exemplis in Catholica ap. Arcad. propositis et quae singillatim de λᾱ et λη tradit, cum Eustath., qui diserte 117, 44 et 1934, 22 Herodianum huic canoni favere narrat. uae de Θέκλα Choeroboscus ex St. B. profert, omisi, quum Θέκλα nomen aevi Byzantii sit.)
    753
    ἄλλον δὲ κανόνα ὤφειλεν Αὐγούϲτη εἶναι, ἐπειδὴ τὰ εἰϲ οϲ ἀρϲενικὰ ποιοῦντα κατὰ ἰδίαν θηλυκά, τουτέϲτι μὴ ὄντα κοινὰ τῷ γένει, διὰ τὸ ὁ φιλόϲοφοϲ καὶ ἡ φιλόϲοφοϲ, ἔχοντα πρὸ τοῦ οϲ ϲύμφωνον μὴ τὸ ρ, εἰϲ η ποιεῖ τὸ θηλυκὸν οἷον ϲοφόϲ ϲοφή, καλόϲ καλή, κάλλιϲτοϲ καλλίϲτη, ἄριϲτοϲ ἀρίϲτη, μέγιϲτοϲ μεγίϲτη, οὕτωϲ οὖν καὶ Αὔγουϲτοϲ Αὐγούϲτη ὤφειλε γενέϲθαι τὸ θηλυκόν, ἀλλ᾿  ἔτρεψε τὸ η εἰϲ ᾱ βραχύ, δηλονότι Ἰταλικῶϲ· τὸ γὰρ ὄνομα Ἰταλικόν. ὅθεν ἀξιοῦϲι τὸ μὲν κύριον ὄνομα τὸ Αὐγούϲτα λέγειν, ὅτι ἐκτείνει τὸ ᾱ, καὶ προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἳον Αὐγούϲταϲ, ὥϲπερ Ἀθηνᾶ Ἀθηνᾶϲ, Διοτίμα Διοτίμαϲ, Φερετίμα Φερετίμαϲ, Δωρικῶϲ δηλονότι τραπέντοϲ τοῦ η εἰϲ ᾱ μακρόν· τὸ δὲ ἐπὶ τῆϲ βαϲιλίδοϲ Ἰταλικόν ἐϲτι, καὶ διὰ τοῦτο τρέπει τὸ ᾱ εἰϲ η ἐν τῇ γενικῇ οἷον Αὐγούϲτηϲ, ὥϲπερ μοῦϲα μούϲηϲ, ἅμαξα ἁμάξηϲ, ὡϲ τοῦ ᾱ ϲυνεϲταλμένου ὄντοϲ.

    Περὶ τῶν εἰϲ η.

    Choer. 328, 13: τὰ εἰϲ η λήγοντα θηλυκὰ προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον καλή καλῆϲ, Ἀφροδίτη Ἀφροδίτηϲ, τιμή τιμῆϲ, μελέτη μελέτηϲ· ὅθεν τὴν γυναικόϲ γενικὴν ἀπὸ τῆς γύναιξ εὐθείαϲ κεκλίϲθαι φαμὲν καὶ οὐκ ἀπὸ τοῦ γυνή, ἐπεὶ τῆϲ γυνῆϲ εἶχεν εἶναι.

    Ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί τὸ γυνή ἄκλιτόν ἐϲτιν, οὐδὲ γὰρ λέγομεν τῆϲ γυνῆϲ. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ νη λήγοντα διϲύλλαβα τῷ ῡ παραληγόμενα ἐκτεταμένον ἔχει τὸ ῡ οἶον μύνη (ἡ προτροπὴ καὶ ἡ πρόφαϲιϲ), Βύνη (οὕτωϲ ἐκλήθη ὕϲτερον ἡ Ἰνώ), Φρύνη (ὄνομα κύριον)· τὸ δὲ γυνή ϲυϲτέλλει τὸ ῡ, εἰκότωϲ οὖν ὡϲ μονῆρεϲ ἄκλιτον ἔμεινε. ἰϲτέον ὅτι εὑρίϲκεται παρὰ Φερεκράτει ἡ αἰτιατικὴ τὴν γυνήν

  • ὡϲ ἄτοπόν ἐϲτι μητέῤ εἶναι καὶ γυνήν,
  • καὶ ἡ αἱτιατικὴ τῶν πληθυντικῶν τὰϲ γυνάϲ,
  • ἀλλ᾿  ὁρῶ τὰϲ γυνάϲ.
  • τούτων οὕτωϲ ἐχόντων ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα ἐπὶ τῶν ἑτεροκλίτων ἡ αἰτιατικὴ καὶ κλητικὴ τῇ λεγομένῃ εὐθείᾳ ἀκολουθοῦϲι καὶ οὐ τῇ ϲεϲιγημένῃ (ἴδοὺ γὰρ τὸν μέγαν λέγομεν τὴν αἰτιατικὴν καὶ ὦ μέγα τὴν κλητικήν, ὡϲ πρὸϲ τὴν μέγαϲ εὐθεῖαν τὴν λεγομένην καὶ οὐχὶ πρὸϲ τὴν ϲεϲιγημένην τὴν μεγάλοϲ, ἐξ ἧϲ ἡ γενικὴ καὶ ἡ δοτικὴ μεγάλου μεγάλῳ, ἐπεὶ μεγάλον καὶ μεγάλε εἶχον εἶναι ἡ αἰτιατικὴ καὶ κλητική), πῶϲ οὖν ἐνταῦθα ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ οὐ λέγονται πρὸϲ τὴν λεγομένην εὐθεῖαν, φημὶ δὴ πρὸϲ τὸ ἡ γυνή, ἐπεὶ τὴν γυνήν καὶ ὦ γυνή εἶχον εἶναι, ἀλλὰ πρὸϲ τὴν γύναιξ εὐθεῖαν ἐκλίθηϲαν, ἐξ ἧϲ καὶ ἡ γυναικόϲ γενική, καὶ ἡ γυναικί δοτική, γυναῖκα γὰρ φαμὲν καὶ ὦ γύναι; ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τῶν ἄλλων ἑτεροκλίτων προφανῶϲ ἡ γενικὴ καὶ δοτικὴ τὴν ἀκολουθίαν ἔχουϲι πρὸϲ τὴν ϲεϲιγημένην εὐθεῖαν, καὶ τούτου χάριν ἡ αἰτιατικὴ καὶ κλητικὴ οὐκ ἀκολουθοῦϲιν αὐταῖϲ ἀλλὰ
    754
    ταῖϲ λεγομέναιϲ εὐθείαιϲ· προφανῶϲ γὰρ ἡ μεγάλου γενικὴ καὶ ἡ μεγάλῳ δοτικὴ τὴν ἀκολουθίαν ἔχει πρὸϲ τὴν μεγάλοϲ εὐθεῖαν. ἐνταῦθα δέ, ἐπειδὴ ἡ γενικὴ καὶ ἡ δοτικὴ οὐκ ἔϲχον τὴν ἀκολουθίαν ἀπαραλλάκτωϲ πρὸϲ τὴν ϲεϲιγημένην εὐθεῖαν, ὡϲ γὰρ πρὸϲ τὴν γύναιξ εὐθεῖαν ἡ γενικὴ καὶ ἡ δοτικὴ προπαροξυτόνωϲ ὤφειλον εἶναι γύναικοϲ καὶ γύναικι, τούτου χάριν, ὡϲ μὴ φυλάξαϲαι τὴν ἀκολουθίαν ἀπαραλλάκτωϲ τῆϲ γενικῆϲ καὶ δοτικῆϲ πρὸϲ τὴν ϲεϲιγημένην εὐθεῖαν, οὐκ ἀπέφυγον αὐτὰϲ ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ καὶ οὐκ ἠκολούθηϲαν τῇ λεγομένῃ εὐθείᾳ τῇ ἡ γυνή. ἡ γὰρ Δία αἰτιατικὴ διὰ τοῦτο οὐκ ἠκολούθηϲε τῇ λεγομένῃ εὐθείᾳ, φημὶ δὲ τῇ Ζεύϲ, ἐπειδὴ οὐ δύναται ὅλωϲ τὸ Ζεύϲ τὸ κοινολεκτούμενον κλιθῆναι.

    Ἄξιον δέ ἐϲτι ζητῆϲαι διὰ τί τὸ ἄγη ἄκλιτόν ἐϲτι (ϲημαίνει δὲ τὴν ἔκπληξιν) καὶ ἔϲτι θηλυκὸν ὄνομα

  • ἄγη μ᾿  ἔχει ὄρχαμε λαῶν (Φ 221),
  • ἀντὶ τοῦ ἔκπληξίϲ με ἔχει. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰϲ γη ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντοϲ ἄρχεται οἷον ϲτέγη, ϲφαγή, ταγή. πρόϲκειται «ἰαμβικὰ» διὰ τὸ ἀγή (ϲημαίνει δὲ τὴν ἀπόκλαϲιν τοῦ κύματοϲ)· τοῦτο γὰρ ἀπὸ φωνήεντοϲ ἄρχεται, ἀλλ᾿  οὐκ ἔϲτιν ἰαμβικὸν ἀλλὰ ϲπονδειακόν, τὸ γὰρ ᾱ μηκυνόμενον ἔχει. ἐπειδὴ οὖν τὸ ἄγη εἰϲ γη ἐϲτὶν ἰαμβικὸν καὶ ἀπὸ φωνήεντοϲ ἄρχεται, εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι ἔμεινεν ἄκλιτον.

    Περὶ τῶν εἰϲ ω.

    Choer. 330, 8: τὰ εἰϲ ω λήγοντα θηλυκὰ πάντα ὀξύνεται οἷον Λητώ, Κλειώ, Καλυψώ, Ϲαπφώ· ἔχει δὲ παραλλαὴν περὶ τὴν κλίϲιν. τὰ μὲν γὰρ ἑνικὰ αὐτῶν ὡϲ ἀπὸ περιττοϲυλλάβου κλίϲεωϲ γίνεται οἷον Λητόοϲ Λητοῦϲ, Λητόι Λητοῖ, Λητόα Λητῶ· τὰ δὲ δυϊκὰ καὶ πληθυντικὰ ὡϲ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ οἷον τὰ Λητώ ταῖν Λητοῖν ὦ Λητώ, αἱ Λητοί τῶν Λητῶν ταῖϲ Λητοῖϲ τὰϲ Λητούϲ ὧ Λητοί, ὥϲπερ τὼ καλώ τοῖν καλοῖν ὦ καλώ, οἱ καλοί τῶν καλῶν τοῖϲ καλοῖϲ τοὺϲ καλούϲ ὦ καλοί. ταῦτα δὲ τὰ εἰϲ ω λήγοντα θηλυκὰ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον Ϲαπφώ Ϲαπφοῦϲ, Κλειώ Κλειοῦϲ, Καλυψώ Καλυψοῦϲ, Λητώ Λητοῦϲ, Ἐρατώ Ἐρατοῦϲ.

    Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί τὰ εἰϲ ω λήγοντα θηλυκὰ εἰϲ ουϲ ἔχει τὴν γενικήν. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀντιπεπονθότωϲ ἔχει τὰ εἰϲ ω ῥήματα πρὸϲ τὰ εἰϲ ω θηλυκά. τὰ μὲν εἰϲ ω ῥήματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν οἷον τύπτω, γράφω, ποιῶ, νοῶ, τὰ δὲ εἰϲ ω θηλυκὰ ὀξύνεται οἶον Λητώ, Καλυψώ, Ἐρατώ, Ϲαπφώ. ἐπειδὴ οὖν τὰ εἰϲ ω ῥήματα ἔθοϲ ἔχει πολλάκιϲ διὰ τῆϲ εῑ διφθόγγου ἐκφέρεϲθαι κατὰ τὴν κλίϲιν οἷον τύπτω τύπτειϲ, γράφω γράφειϲ, λέγω λέγειϲ, τούτου οὖν χάριν ἐκ τοῦ ἐναντίου τὰ εἰϲ ω θηλυκὰ διὰ τῆϲ ου [*](1. 19 extrem pars de ἄγη transiit in An. Ox. II 350, 1.)

    755
    διφθόγγου ἐκφέρεται οἶον Ϲαπφώ Ϲαπφοῦϲ, Κλειώ Κλειοῦϲ, Λητώ Λητοῦϲ. πρόϲκειται ἀνωτέρω «πολλάκιϲ» διὰ τὴν δευτέραν καὶ τρίτην ϲυζυγίαν τῶν περιϲπωμένων.